ΠΡΟΤΑΣΙΣ η΄ — Μέθοδος ἄνευ Καθέτου, Εὕρεσις Πλευρᾶς √720 καὶ Γραμμικὴ Ἀπόδειξις¶
f. Schöne 18 · p. 18η΄. Ἔστι δὲ καθολικὴ μέθοδος ὥστε τριῶν πλευρῶν δοθεισῶν οἱουδηποτοῦν τριγώνου τὸ ἐμβαδὸν εὑρεῖν χωρὶς καθέτου. οἷον ἔστω τὰς τοῦ τριγώνου πλευρὰς εἶναι μονάδων ζ, η, θ. σύνθες τὰ ζ καὶ τὰ η καὶ τὰ θ· γίγνεται κδ. τούτων λαβὲ τὸ ἥμισυ· γίγνεται ιβ. ἄφελε τὰς ζ μονάδας· λοιπαὶ ε. πάλιν ἄφελε ἀπὸ τῶν ιβ τὰς η· λοιπαὶ δ. καὶ ἔτι τὰς θ· λοιπαὶ γ. ποίησον τὰ ιβ ἐπὶ τὰ ε· γίγνεται ξ. ταῦτα ἐπὶ τὰ δ· γίγνεται σμ. ταῦτα ἐπὶ τὰ γ· γίγνεται ψκ. τούτων λαβὲ πλευρὰν καὶ ἔσται τὸ ἐμβαδὸν τοῦ τριγώνου.
Ἐπεὶ οὖν αἱ ψκ ῥητὴν πλευρὰν οὐκ ἔχουσιν, ληψόμεθα μετὰ διαφόρου ἐλαχίστου πλευρὰν οὕτως· ἐπεὶ ὁ σύνεγγυς τῷ ψκ τετράγωνός ἐστιν ὁ ψκθ καὶ πλευρὰν ἔχει κζ, μέρισον τὰ ψκ παρὰ τὸν κζ· γίγνεται κϛ δίμοιρον. πρόσθες τὰς κζ· γίγνεται νγ δίμοιρον. τούτων τὸ ἥμισυ· γίγνεται κϛ ∠΄ γ΄. ἔσται ἄρα ἡ τῶν ψκ πλευρὰ ἔγγιστα κϛ ∠΄ γ΄. τὰ γὰρ κϛ ∠΄ γ΄ ἐφʼ ἑαυτὰ γίγνεται ψκ λϛ΄, ὥστε τὸ διάφορον εἶναι μονάδος λϛ΄ μέρος. εἰ δὲ βουλόμεθα ἔτι ἐγγίον τοῦ λϛ΄ τὴν διαφορὰν γίγνεσθαι, ἀντὶ τοῦ ψκθ τάξομεν τὰ νῦν εὑρεθέντα ψκ καὶ λϛ΄, καὶ ταὐτὰ ποιήσαντες εὑρήσομεν πολλῷ ἐλάσσονα τοῦ λϛ΄ τὴν γιγνομένην διαφοράν.
f. Schöne 20 · p. 20Ἡ δὲ γραμμικὴ ἀπόδειξις τούτου ἐστὶν ἥδε.
Ἔστω τὸ δοθὲν τρίγωνον τὸ ΑΒΓ καὶ δεδόσθω ἑκάστη τῶν ΑΒ, ΒΓ, ΓΑ· εὑρεῖν τὸ ἐμβαδόν. ἐγγεγράφθω εἰς τὸ τρίγωνον ὁ ΔΕΖ κύκλος, οὗ κέντρον ἔστω τὸ Η, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ, ΒΗ, ΓΗ, ΔΗ, ΕΗ, ΖΗ. τὸ μὲν ἄρα ὑπὸ ΒΓ, ΕΗ διπλάσιόν ἐστι τοῦ ΒΗΓ τριγώνου, τὸ δὲ ὑπὸ ΓΑ, ΖΗ διπλάσιον τοῦ ΑΗΓ τριγώνου, τὸ δὲ ὑπὸ ΑΒ, ΔΗ διπλάσιον τοῦ ΑΗΒ τριγώνου. τὸ ἄρα ὑπὸ τῆς περιμέτρου τοῦ ΑΒΓ τριγώνου καὶ τῆς ΕΗ, τουτέστι τῆς ἐκ τοῦ κέντρου τοῦ ΔΕΖ κύκλου, διπλάσιόν ἐστι τοῦ ΑΒΓ τριγώνου.
Ἐκβεβλήσθω ἡ ΓΒ, καὶ τῇ ΑΔ ἴση κείσθω ἡ ΒΘ· ἡ ΓΘ ἄρα ἡμίσειά ἐστι τῆς περιμέτρου τοῦ ΑΒΓ τριγώνου διὰ τὸ ἴσην εἶναι τὴν μὲν ΑΔ τῇ ΑΖ, τὴν δὲ ΔΒ τῇ ΒΕ, τὴν δὲ ΖΓ τῇ ΓΕ. τὸ ἄρα ὑπὸ ΓΘ, ΕΗ ἴσον ἐστὶ τῷ ἐμβαδῷ τοῦ ΑΒΓ τριγώνου. ἀλλὰ τὸ ὑπὸ ΓΘ, ΕΗ πλευρά ἐστι τοῦ ἀπὸ ΓΘ ἐπὶ τὸ ἀπὸ ΕΗ· τὸ ἄρα ἐμβαδὸν τοῦ ΑΒΓ τριγώνου ἐφʼ ἑαυτὸ γινόμενον ἴσον ἔσται τῷ ἀπὸ ΘΓ ἐπὶ τὸ ἀπὸ ΕΗ.
f. Schöne 22 · p. 22Ἤχθω τῇ μὲν ΗΓ πρὸς ὀρθὰς ἡ ΗΛ, τῇ δὲ ΓΒ ἡ ΒΛ, καὶ ἐπεζεύχθω ἡ ΓΛ. ἐπεὶ οὖν ὀρθή ἐστιν ἑκατέρα τῶν ὑπὸ ΓΗΛ, ΓΒΛ, ἐν κύκλῳ ἄρα ἐστὶ τὸ ΓΗΒΛ τετράπλευρον· αἱ ἄρα ὑπὸ ΓΗΒ, ΓΛΒ δυσὶν ὀρθαῖς ἴσαι εἰσίν. εἰσὶ δὲ καὶ αἱ ὑπὸ ΓΗΒ, ΑΗΔ δυσὶν ὀρθαῖς ἴσαι διὰ τὸ δίχα τετμῆσθαι τὰς πρὸς τῷ Η γωνίας ταῖς ΑΗ, ΒΗ, ΓΗ καὶ εἶναι τὰς ὑπὸ ΓΗΒ, ΑΗΔ ἴσας ταῖς ὑπὸ ΑΗΓ, ΔΗΒ, συναμφοτέρας δὲ τέσσασιν ὀρθαῖς ἴσας· ἴση ἄρα ἡ ὑπὸ ΑΗΔ γωνία τῇ ὑπὸ ΓΛΒ. ἔστι δὲ καὶ ὀρθὴ ἡ ὑπὸ ΑΔΗ ὀρθῇ τῇ ὑπὸ ΓΒΛ ἴση· ὅμοιον ἄρα ἐστὶ τὸ ΑΗΔ τρίγωνον τῷ ΓΒΛ τριγώνῳ.
Ὡς ἄρα ἡ ΒΓ πρὸς ΒΛ, ἡ ΑΔ πρὸς ΔΗ, τουτέστιν ἡ ΒΘ πρὸς ΕΗ, καὶ ἐναλλάξ, ὡς ἡ ΓΒ πρὸς ΒΘ, ἡ ΒΛ πρὸς ΕΗ, τουτέστιν ἡ ΒΚ πρὸς ΚΕ διὰ τὸ παράλληλον εἶναι τὴν ΒΛ τῇ ΕΗ· καὶ συνθέντι, ὡς ἡ ΓΘ πρὸς ΒΘ, οὕτως ἡ ΒΕ πρὸς ΕΚ· ὥστε καὶ ὡς τὸ ἀπὸ ΓΘ πρὸς τὸ ὑπὸ ΓΘ, ΘΒ, οὕτως τὸ ὑπὸ ΒΕΓ πρὸς τὸ ὑπὸ ΓΕΚ, τουτέστι πρὸς τὸ ἀπὸ ΕΗ· ἐν ὀρθογωνίῳ γὰρ κάθετος ἦκται ἡ ΕΗ ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν βάσιν. ἔσται ἄρα τὸ ἀπὸ ΓΘ ἐπὶ τὸ ἀπὸ ΕΗ, οὗ πλευρὰ ἦν τὸ ἐμβαδὸν τοῦ ΑΒΓ τριγώνου, ἴσον τῷ ὑπὸ ΓΘΒ ἐπὶ τὸ ὑπὸ ΓΕΒ. καὶ ἔστι δοθεῖσα ἑκάστη τῶν ΓΘ, ΘΒ, ΒΕ, ΓΕ· ἡ μὲν γὰρ ΓΘ ἐστὶ τὸ ἥμισυ τῆς περιμέτρου τοῦ ΑΒΓ τριγώνου, ἡ δὲ ΒΘ ὑπεροχή, ᾗ ὑπερέχει τὸ ἥμισυ τῆς περιμέτρου τῆς ΓΒ, ἡ δὲ ΒΕ ὑπεροχή, ᾗ ὑπερέχει τὸ ἥμισυ τῆς περιμέτρου τῆς ΑΓ, ἡ δὲ ΕΓ ὑπεροχή, ᾗ ὑπερέχει τὸ ἥμισυ τῆς περιμέτρου τῆς ΑΒ, ἐπειδήπερ ἡ μὲν ΕΓ ἴση ἐστὶ τῇ ΓΖ, ἡ δὲ ΒΘ τῇ ΑΔ, τουτέστι τῇ ΑΖ. δοθὲν ἄρα καὶ τὸ ἐμβαδὸν τοῦ ΑΒΓ τριγώνου.
f. Schöne 24 · p. 24Συντεθήσεται δὴ οὕτως· ἔστω ἡ μὲν ΑΒ μονάδων ιγ, ἡ δὲ ΒΓ ιδ, ἡ δὲ ΓΑ ιε. σύνθες τὰς τρεῖς· γίγνεται μβ· ὧν ἥμισυ γίγνεται κα. ἄφελε ιγ· λοιπαὶ η· καὶ ιδ· λοιπαὶ ζ· καὶ ιε· λοιπαὶ ϛ. διʼ ἀλλήλων τὰ κα ἐπὶ η καὶ ζ καὶ ϛ· γίγνεται ,ζνϛ. τούτων ἡ πλευρὰ ἔσται πδ. τοσούτου τὸ ἐμβαδὸν τοῦ τριγώνου.