Prop. I.29: Αἱ παράλληλοι καὶ ἡ περὶ τοῦ ε΄ αἰτήματος ἀπόδειξις (Πτολεμαῖος)¶
Euclid: [I.29]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 364–373; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
μένας οὐχ ἔστι τεκμήριον τῆς συμπτώσεως διὰ τὸ καὶ ἄλλας εὑρῆσθαι γραμμὰς συννευούσας μὲν ἀεὶ πλέον καὶ πλέον, συμπιπτούσας δὲ οὐδέποτε, καθὰ καὶ εἴρηται πρότερον.
Ἤδη μὲν οὖν καὶ ἄλλοι τινὲς ὡς θεώρημα προτάξαντες τοῦτο αἴτημα παρὰ τῷ στοιχειωτῇ ληφθὲν ἀποδείξεως ἠξίωσαν. δοκεῖ δὲ καὶ ὁ Πτολεμαῖος αὐτὸ δεικνύναι ἐν τῷ περὶ τοῦ τὰς ἀπ᾽ ἐλαττόνων ἢ
δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν, καὶ δείκνυσι πολλὰ προλαβὼν τῶν μέχρι τοῦδε τοῦ θεωρήματος τ0 ὑπὸ τοῦ στοιχειωτοῦ προαποδεδειγμένων. καὶ ὑποκείσθω πάντα εἶναι ἀληθῆ, ἵνα μὴ καὶ ἡμεῖς ὄχλον ἐπεισάγωμεν ἄλλον, καὶ ὡς λημμάτιον τοῦτο δείκνυσθαι διὰ τῶν προειρημένων. ἕν δὲ καὶ τοῦτο τῶν προδεδειγμένων τὸ τὰς ἀπὸ δυεῖν ὀρθαῖς ἴσων ἐκ- τὸ βαλλομένας μηδαμῶς συμπίπτειν. λέγω τοίνυν ὅτι καὶ τὸ ἀνάπαλιν ἀληθές, καὶ τὸ παραλλήλων οὐσῶν τῶν εὐθειῶν ᾿ καὶ τεμνομένων ὑπὸ μιᾶς εὐθείας τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθαῖς ἴσας εἶναι. ἀνάγκη γάρ τὴν τέμνουσαν τὰς παραλλήλους νυ ἢ δύο ὀρθαῖς ἴσας ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας ἢ δύο ὀρθῶν ἐλάσσους ἢ μείζους. ἔστωσαν οὖν παράλληλοι αἴ αβ γδ, καὶ ἐμπιπτέτω εἰς αὐτὰς ἡ ηξ ὁ ‘ ΗΝ λέγω ὅτι οὐ ποιεῖ δύο ὀρθῶν “’ τ δ μείξους τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτά. εἰ γὰρ αἱ ὑπὸ αξη γηξ δύο ὀρθῶν μείξους,
f. Friedlein 366 · p. 366αἴ λοιπαὶ αἴ ὑπὸ βξη δηξ δύο ὀρθῶν ἐλάσσους· ἀλλα καὶ δύο ὀρθῶν μείξους αἴ αὐταί —- οὐδὲν γὰρ μᾶλ-
λον αἵ αξ γη παράλληλοι ἢ αἱ ξβ ηδ, ὥστε εἰ ἡ ἐμπεσοῦσα εἰς τὰς αξ γη δύο ὀρθῶν μείζους ποιεῖ τὰς
ἐντός, καὶ ἡ εἰς τὰς ξβ ηδ ἐμπίπτουσα δύο ὀρθῶν ποιήσει μείζους τὰς ἐντός — ἀλλ᾽ αἱ αὐταὶ καὶ δύο
ὀρθῶν ἐλάσσους — αἷ γὰρ τέσσαρες αἴ ὑπὸ αξη γηξ
βζη δηΐξ τέτρασιν ὀρθαῖς ἴσαι — ὅπερ ἀδύνατον. ὁμοίως δὴ δείξομεν ὅτι εἰς τὰς παραλλήλους ἐμπί-
ιὸ πτουσὰα οὐ ποιεῖ δύο ὀρθῶν ἐλάσσουρ τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας. εἰ δὲ μήτε μείζους μήτε ἐλάσσους ποιεῖ τῶν δύο ὀρθῶν, λείπεται τὴν ἐμπίπτουσαν δύο ὀρθαῖς ἴσας ποιεῖν τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας.
Τούτου δὴ οὖν προδεδειγμένου τὸ προκείμενον ἀναμφισβητήτως ἀποδείκνυται. λέγω γὰρ ὅτι ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποιῇ; συμπεσοῦνται αἴ εὐθεῖαι ἐκβαλλόμεναι, ἐφ᾽ ἃ μέρη εἰσὶν
αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες. μὴ γὰρ συμπκπιπτέτωσαν. ἀλλ᾽ εἰ ἀσύμπτωτοί εἰσιν, ἐφ᾽ ἃ μέρη αἴ τῶν δύο ὀρθῶν ἐλάσσονες, πολλῷ μᾶλλον ἔσονται ἀσύμπτωτοι ἐπὶ θάτερα, ἐφ᾽ ἃ τῶν δύο εἰσὶν ὀρθῶν αἴ μείζονες, ὥστε ἐφ᾽ ἑκάτερα ἂν εἶεν ἀσύμπτωτοι αἴ
2 εὐθεῖαι. εἰ δὲ τοῦτο, παράλληλοί εἰσιν. ἀλλὰ δέδει-
κται ὅτι ἡ εἰς τὰς παραλλήλους ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας ποιήσει γω-
f. Friedlein 367 · p. 367νίας. αἱ αὐταὶ ἄρα καὶ δύο ὀρθαῖς ἴσαι καὶ δύο ὁρθῶν ἐλάσσονες, ὅπερ ἀδύνατον.
Ταῦτα προδεδειχὼς ὁ Πτολεμαῖος καὶ καταντήσας εἰς τὸ προκείμενον ἀκριβέστερόν τι προσθεῖναι βούλεται καὶ δεῖξαι ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀὁρθῶν ποιῇ ἐλάσσονας, οὐ μόνον οὐχ εἰσὶν ἀσύμπτωτοι αἴ εὐθεῖαι, ὡς δέδεικται, ἀλλὰ καὶ ἡ σύμπτωσις αὐτῶν κατ᾽ ἐχεῖνα γίνεται τὰ μέρη, ἐφ᾽ ἃ αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες. ] οὐκ ἐφ᾽ ἃ εαὶ μείξονες. ἔστωδαν τὸ
γὰρ δύο εὐθεῖαι αἱ αβ γὃ ἑ
καὶ ἐμπίπτουσα εἰς αὐτὰς
ἡ εξηθ ποιείτω τὰς ὑπὸ Ἢ αξη καὶ ὑπὸ γηξ δύο ὁς- ν ΄
θῶν ἐλάσσους. αἷ λοιπαὶ 7 1δ ἄρα μείζους δύο ὀρθῶν. Ψ
ὅτι μὲν οὖν οὐκ ἀσύμπτωτοι αἱ εὐθεῖαι δέδεικται. εἰ δὲ συμπίπτουσιν, ἢ ἐπὶ τὰ α γ συμπεσοῦνται, ἢ ἐπὶ τὰ β δ. συμπιπτέτωσαν ἐπὶ τὰ β ὃ κατὰ τὸ κ. ἐπεὶ οὖν αἱ μὲν ὑπὸ αξη καὶ γηξ δύο ὀρθῶν εἰσὶν ἐλάσ- τὸ σους, αἱ δὲ ὑπὸ αξη βζξη δύο ὀρθαῖς ἴσαι, κοινῆς ἀφαιρεθείσης τῆς ὑπὸ αζη, ἡ ὑπὸ γηξ ἐλάσσων ἔσται τῆς ὑπὸ βξζη. τριγώνου ἄρα τοῦ κζξη ἡ ἐκτὸς τῆς ἐντὸς καὶ ἀπεναντίον ἐλάσσων, ὕπερ ἀδύνατον. οὐκ ὥρα κατὰ ταῦτα συμπίπτρυσιν. ἀλλὰ μὴν συμπίπτουσι. κατὰ θάτερα ἄρα ἡ σύμπτωσις αὐτῶν ἔσται, καθ᾽ ἃ αἱ τῶν δύο ὀρθῶν εἰσιν ἐλάσσονες.
86 ἔσται) ἔστι (.
f. Friedlein 368 · p. 368Ταῦτα μὲν οὖν ὁ Πτολεμαῖος. ἐφιστάνειν δὲ ἄξιον, μή ποτε παραλογισμός τίς ἐστιν ἐν ταῖς εἰλημμέναις ὑποθέσεσι, λέγω δὲ ἐν ἐκείναις, ἐν αἷς ἔλεγεν ὅτι τῆς τεμνούσης εὐθείας τὰς ἀσυμπτώτους τέτταρας
ἐντὸς γωνίας ποιούσης αἴ ἐπὶ τὰ αὐτὰ κατ᾽ ἀμφότερα τὰ μέρη ἢ δύο ὀρθαῖς ἴσαι εἰσίν, ἢ δύο ὀρθῶν μείξους ἢ δύο ὀρθῶν ἐλάσσονες. οὐ γὰρ τελεία ἡ διαίρεσις. κωλύει γὰρ οὐδὲν τὸν ἀσυμπτώτους λέγοντα τὰς ἀπ᾿ ἐλασσόνων δυεῖν ὀρθῶν ἐκχβαλλομένας τὰς
ι0 μὲν τῶν ἐπὶ τὰ αὐτὰ δύο ὀρθῶν μείζους λέγειν, τὰς ὃὲ ἐπὶ θάτερα δύο ὀρθῶν ἐλάσσονας, καὶ οὐχ ἕνα περὶ τούτων ἀποδέχεσθαι λόγον. ἀτελοῦς δὲ οὔσης τῆς διαιρέσεως οὐκ ἀποδέδεικται τὸ προκείμενον. ἔτι δὲ κἀκεῖνο πρὸς τὴν δεῖξιν ῥητέον, ὅτι οὐ καθ᾽ αὑτὸ ι6 δείκνυσι τὸ ἀδύνατον. οὐ γὰρ ἐπειδὴ παραλλήλους τέμνουσά τις εὐθεῖα μείζους ἐποίησεν τὰς ἐπὶ τὰ αὐτὰ κατ᾽ ἀμφότερα μέρη δύο ὀρθῶν ἢ ἐλάσσους, διὰ
τοῦτο ἀκολουθεῖ τὸ ἄτοπον ταύταις ταῖς ὑποθέσεσιν, ἀλλ᾽ ἐπειδὴ τέσσαρες τέτρασιν ὀρθαῖς ἴσαι αἱ ἐντὸς
·0 τῶν τεμνομένων, διὰ τοῦτο ἀδύνατος ἑκατέρα τῶν ὑποθέσεων τούτων, . ἐπεὶ κἂν μὴ παραλλήλους τις λάβῃ τὰς εὐθείας τὰ αὐτὰ ἀκολουθήσει τῶν ὑποθθέσεωῶν τῶν αὐτῶν εἰλημμένων.
Πρὸς μὲν οὖν Πτολεμαῖον ταῦτα λέγοντες ἐπι-
4 στήσομεν᾽ φανερὰ γὰρ ἡ τῆς δείξεως ἀσθένεια διὰ τῶν εἰρημένων. φέρε δὲ κἀκείνους ἐπισκεψώμεθα τοὺς λέγοντας ἀδυνατὸν εἶναι τὰς ἀπ᾿ ἐλασσόνων ἢ
f. Friedlein 369 · p. 369δύο [ ὀρθῶν ἐκβαλλομένας συμπίπτειν. λαβόντες γὰρ εὐθείας δύο τὰς αβ γὸ καὶ ἐμκίπτουσαν εἰς αὐτὰς
τὴν αγ καὶ ποιοῦσαν · τὰς ἐντὸς δύο ὀρθῶν Α͂ ᾿ ἐλάσσονας οἴονται (Ὁ) δεικνύναι μὴ συμπιπτούσας τὰς αβ γ. δι-
ῃ λο
ῃρήσθω γὰρ δίχα ἡ αγ χατὰ τὸ ε καὶ ἀφῃρήσθω ἀπὸ μὲν τῆς αβ ἴση τῇ αὲ ἡ αξ, ἀπὸ δὲ τῖς γὃ ἴση τῇ ἐγ ἡ γη. δῆλον ἄρα ὅτι τὸ αἴ αξ γὴ οὐ συμπεσοῦνται κατὰ τὸ ξη. εἰ γὰρ συμπεσοῦνται, ἔσονται αἱ δύο τῇ αγ ἴσαι ἐν τριγώνῳ, ὅπερ ἀδύνατον. πάλιν ἐπεξζεύχθω ἡ ξη καὶ τετμήσθω
δίχα κατὰ τὸ ὃ καὶ ἴσαι ἀφῃρήσθωσαν. οὐδὲ αὗται ἄρα συμπεσοῦνται διὰ τὰ αὐτά. καὶ τοῦτο εἰς ἄπειρον ποιοῦντες, ἐπιξευγνύντες τὰ ἀσύμπτωτα σημεῖα καὶ τὴν ἐπεζευγμένην διχοτομοῦντες καὶ ἴσας ἀπὸ τῶν εὐθειῶν τοῖς ταύτης ἡμίσεσιν ἀφαιροῦντες, δει-
κνύναι φασὶν ὅτι οὐδαμοῦ συμπίπτουσιν αἵ αβ γὸ εὐθεῖαι. Τούτων δὴ τοιαῦτα λεγόντων ῥητέον ἡμῖν ὅτι λέγουσι μέντοι ἀληθές, οὐ μέντοι ὅσον γὲ οἴονται. ὅτι μὲν γὰρ ὁρίσαι τὸ σημεῖον τῆς συμπτώσεως ἁπλῶς
f. Friedlein 370 · p. 370οὕτως οὐκ ἔστιν, ἀληθές. οὐ μέντοι τὸ μηδὲ τὸ παράπαν συμπίπτειν αὐτὰς ἀληθές. μὴ συμπιπτέτωσαν γὰρ αἱ αβ γὸ τῆς ὑπὸ βαγ καὶ ὑπὸ ὃγα γωνίας ὡρισμένης κατὰ τὸ ξ καὶ τὸ η᾿ ἀλλ᾽ οὐδὲν κωλύονται δχκατα τὰ κα 1 συμπεσεῖν, κἂν ἴσαι ὦσιν αἴ ἔκ ηλ ταῖς ξθ θη. τῶν γὰρ ακ γλ συμπιπτουσῶν κατὰ τὰ καὶ οὐκέτι μένουσιν αἵ ὑπὸ κζθ ληθ γωνίαι αἵ αὐταί,
καὶ, γίνεταί τι τῆς ξη ἐκτὸς τῶν απ γλ εὐθειῶν, καὶ οὕτως αἱ δύο πάλιν αἴ ἔχ ηλ μείξους τῆς βάδεως, ὅσην ἀπολαμβάνουσιν ἐντὸς τῆς ξη εὐθείας.
Ἔτι δὲ κἀκεῖνο ῥητέον, ἀδιορίστως αὐτῶν λεγόντῶν τὰς ἀπ᾿ ἐλασσόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας μὴ συμπίπτειν, ὅτι ἀναιροῦσιν καὶ ἃ μὴ βούλονται. ἔστω γὰρ ἡ καταγραφὴ ἡ αὐτή. πότερον οὖν δυνα-
1δ τόν ἐστιν ἀπὸ τοῦ α ἐπὶ τὸ ἡ ἐπιξεῦξαι εὐθεῖαν, ἢ οὐ δυνατόν; εἰ μὲν γὰρ
ΚΥ ἀδύνατον, τῷ πέμπτῳ
αἰτήματι προσαναιροῦσι
καὶ τὸ πρῶτον Ϊ τὸ ἀπὸ
δ παντὸς σημείου λέγον γ ᾽ ἐξεῖναι ἐπὶ πᾶν σημεῖον εὐθεῖαν ἀγαγεῖν, εἰ δὲ
δυνατόν, ἐπεζεύχθω. ἐπεὶ οὖν αἵ ὑπὸ ξαγ ηγα ἐλάσσους εἰσὶ δύο ὀρθῶν, δῆλον ὅτι καὶ αἱ ὑπὸ ηαγ ηγὰ Ὁ πολλῷ μᾶλλον ἐλάσσους εἰσὶ τῶν δύο ὀρθῶν. αἱ ἄρα
f. Friedlein 371 · p. 371χη γὴη συμκπεκτώκασι κατὰ τὸ ἡ ἀπ᾽ ἐλασσόνων ἐκβεβλημέναι δύο ὀρθῶν. οὐκ ἄρα δυνατὸν λέγειν ἀδιορίστως τὰς ἀπ᾿ ἐλασσόνων δύο ὀρθῶν ἐκβαλλομένας μὴ συμπίπτειν. ἀλλ᾽ ὅτι μέν τινες εὐθεῖαι συμ-
πίπτουσιν ἀπ᾿ ἐλασσόνων δυεῖν ὀρθαῖν ἐχβληθεῖσαι κε
δῆλον, εἰ καὶ πάσαις τοῦτο ζητεῖν ἔοικεν ὁ λόγος. εἴποι γὰρ ἄν τις ἀορίστου τῆς ἐλαττώσεως οὔσης τῶν δύο ὀρθῶν κατὰ μὲν τὴν τοσήνδε ἐλάττωσιν ἀσυμπτώτους μένειν τὰς εὐθείας, κατὰ δὲ ἄλλην τὴν ταύτῆς ἐλάσσονα συμπίπτειν. πρὸς δὲ τὸν τοῦτο ἐπιζητοῦντα κατασκευαζόμενον ἴδειν λεγέσθω παρ᾽ ἡμῶν ὅτι δεῖ προλαβεῖν ἀξίωμα τοιοῦτον, ᾧ καὶ ᾿ἀφριστοτέλης ἐχρήσατο κατασχευάζων πεπερασμένον εἶναι τὸν κόσμον. ἐὰν ἀφ᾽ ἑνὸς σημείου δύο ἐκχβάλλωνται εὐθεῖαι γωνίαν ποιοῦσαι ἐπ᾽ ἄπειρον, πᾶν πεπερασμένον μέγεθος ὑπερβάλλει ἡ διάστασις αὐτῶν τῶν εἰς ἄπειρον ἐχβαλλομένων. ἔδειξε γοῦν ἐκεῖνος ὅτι ἀπείρων οὐσῶν τῶν ἀπὸ τοῦ κέντρου πρὸς τὴν περιφέρειαν ἐκβεβλημένων ἄπειρον τὸ μεταξύ. πεπερασμέ-
νου γὰρ ὄντος αὐξῆσαι τὴν διάστασιν ἀδύνατον, ὥστε :ο
οὐχ ἄπειροι αἵ εὐθεῖαι. παντὸς οὖν τοῦ ληφθέντος πεπερασμένου μεγέθους μεῖζον ἀλλήλων διαστήσονται ἐχβαλλόμεναι ἐπ᾽ ἄπειρον αἴ εὐθεῖαι. τούτου δὴ προυποτεθέντος λέγω ὅτι, ἐὰν παραλλήλων εὐθειῶν τὴν
ἑτέραν τέμνει τις εὐθεῖα, τεμεῖ καὶ τὴν λοιπὴν. ἔστω-
σαν γὰρ παράλληλοι αἴ αβ γδ, καὶ τεμνέτω τὴν αβ ἡ εξη. λέγω ὅτι τὴν γὸ τεμεῖ. ἐπεὶ γὰρ δύο εὐθεῖαί
f. Friedlein 372 · p. 372εἰσιν ἀφ᾽ ἑνὸς σημείου τοῦ ξ, εἰς ἄπειρον ἐκβαλλό-
μεναι αἵ βξ ξη, παντὸς μεγέθους μείξονα ἔχουσι διάστασιν, ὥστε καὶ τούτου,
ξ ὅσον ἐστὶ τὸ μεταξὺ τῶν
ἕ - ὡς - β᾽ παραλλήλων. ᾿ ὅταν οὖν μεῖξον ἀλλήλων διαστῶσιν τῆς
χ ς τούτων διαστάσεως τεμεῖ ἥ ξη τὴν γδ. ἐὰν ἄρα παραλ-
λήλων τὴν ἑτέραν τέμνῃ τις εὐθεῖα, τεμεῖ καὶ τὴν λοιιοπήν. τούτου προαποδειχθέντος ἀκολούθως δείξομεν
τὸ προκείμενον. ἔστωσαν γὰρ δύο εὐθεῖαι αἵ αβ γὸ,
καὶ ἐμπιπτέτω εἰς αὐτὰς ἡ
εξ ἐλάσσονας δύο ὀρθῶν
ποιοῦσα τὰς ὑπὸ βεξ δεξ. λέγω ὅτι συμπεσοῦνται αἵ εὐθεῖαι κατὰ ταῦτα τὰ μέρη,
δὼ ςφ
f. Friedlein 373 · p. 373κατὰ τὰ μέρη ἐκεῖνα, ἐφ᾽ ἃ αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, ὥστε δέδεικται τὸ προκείμενον.
ΧΧΧ, ἰδοου. ΧΧΙ. “1 τῇ αὐτῇ εὐθείᾳ παρἄάλληλοι καὶ ἀλλήλαις εἰσὶ παράλληλοι.
Εἴωθεν ὁ γεωμέτρης ἐν τοῖς περὶ τῶν σχέσεων ὃ λόγοις δεικνύναι τὴν ταυτότητα διήκουσαν ἐν ἅπασι τοῖς πρὸς τὸ αὐτὸ τὴν αὐτὴν ἔχουσι σχέσιν. οὕτω γὰρ καὶ ἐν τοῖς ἀξιώμασιν ἔλεγεν τὰ τῷ αὐτῷ ἴσα [καὶ ἀλλήλοις ἴσα] καὶ ἐν τοῖς ἑξῆς ἐρεῖ τὰ τῷ αὐτῷ ὅμοια καὶ ἀλλήλοις ὅμοιά ἐστι, καὶ οἵ τῷ αὐτῷ λόγῳ τ οὗ αὐτοὶ καὶ ἀλλήλοις εἰσὶν οἵ αὐτοί. κατὰ τοῖτον οὖν τὸν τρόπον καὶ νῦν ἀποδείκνυσιν ὅτι αἴ τῇ αὐτῇ εὐθείᾳ παράλληλοι καὶ ἀλλήλαις εἰσὶ παράλληλοι. συμβέβηκεν δὲ οὐκ ἐπὶ πασῶν τῶν σχέσεων εἶναι τοῦτο ἀληθές. οὐ γὰρ τὰ τοῦ αὐτοῦ διπλάσια καὶ ἀλλήλων διπλάσιά ἐστιν, οὐδὲ τὰ τοῦ αὐτοῦ ἡμιόλια καὶ ἀλλήλων ἡμόλιά ἐστιν. ἀλλ᾽ ἔοικεν ἐπ᾽ ἐκείνων μένων χώραν ἔχειν, ὅσαι ἀντιστρέφουσι συνωνύμως, ἐπὶ τῆς ἰσότητος, ] ἐπὶ τῆς ὁμοιότητος, ἐπὶ τῆς ταυτότητος, ἐπὶ τῆς παραλλήλου θέσεως. ἡ γὰρ παράλληλος παραλλήλῳ παράλληλός ἐστιν, ὡς τὸ ἴσον ἴσῳ ἴσον, καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον. καὶ γάρ ἐστιν ὁμοιότης θέσεως
ἡ παραλληλότης, εἰ δυνατὸν εἰπεῖν.
Λέγει δ᾽ οὖν καὶ δείκνυσιν ἐν τούτοις ὅτι αἱ τῇ