Prop. I.30: Αἱ τῇ αὐτῇ εὐθείᾳ παράλληλοι καὶ ἀλλήλαις εἰσὶ παράλληλοι¶
Euclid: [I.30]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 373–375; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
αὐτῇ παράλληλοι πάντως οὕτως ἔχουσιν, ὥστε καὶ ἀλλήλαις εἶναι παράλληλοι. καὶ αὐτὸς μὲν τὰς τῇ αὐτῇ παραλλήλους ἄκρας ἔλαβεν καὶ μέσην, πρὸς ἣν αὗται τὴν ὁμοίαν ἔχουσι σχέσιν, ἵνα καὶ ἀπὸ κοινῆς ἐννοίας ἡμῖν γένηται σαφὲς τὸ λεγόμενον. εἰ γὰρ αἴ ἐφ᾽ ἑκάτερα συμπίπτουσιν ἀλλήλαις, πάντως καὶ τῇ μεταξὺ κειμένῃ συμπεσοῦνται καὶ οὐκέτι πρὸς αὐτὴν ἔσονται παράλληλοι. δυνατὸν δὲ καὶ ἐναλλάξαντα τὴν θέσιν δεῖξαι ταῖς αὐταῖς ἐφόδοις, αἷς ὁ γεωμέτρης
ἐχρήσατο πρὸς τὸ προκείμενον, οἷον πρὸς τὴν αβ καὶ
τὴν γὃ παράλληλον καὶ
γ τὴν εΐξ, ἀμφοτέρων ἀνωτέΕ 5 ρω κειμένης ἑκατέρων (Ὁ)
᾿ τῆς αβ καὶ οὐχὶ μέσης.
ἐμπίπτουσα γὰρ ἡ θκλ εἰς αὐτὰς ἴσην ποιήσει ἑκατέφαν τῶν ὑπὸ θκὸ κλέ τῇ ὑπὸ αθκ, ὅτι (9) ἐναλλάξ, ὥστε καὶ ἀλλήλαις ἴσας ποιήσει τὰς ὑπὸ θκὸ κλξ. παράλληλοι ἄρα αἴ γὸ εξ. εἰ δὲ λέγοι τις ἔστωσαν αἴ αθ 8β παράλληλοι τῇ γδ, καὶ ἀλλήλαις ἄρα παρ-
40 ἀλληλοί εἰσιν, ἐροῦμεν ὅτι αἵ αθ θβ μιᾶς εἰσὶν παραλλήλου μέρη καὶ οὐ δύο. δεῖ γὰρ τὰς παραλλήλους
f. Friedlein 375 · p. 375ἐπ᾽ ἄπειρον ἐκβαλλομένας νοεῖν, ἡ δὲ αθ ἐκβληθεῖσα
πίπτει ἐπὶ τὴν θ8β, ἡ αὐτὴ ἄρα ἐστὶν καὶ οὐκ ἄλλη ἐχείνῃ. πάντα ἄρα τὰ μέρη τῆς παραλλήλου καὶ αὐτὰ παράλληλά ἐστι τῇ εὐθείᾳ ἥ καὶ ὅλῃ παράλληλος ἦν καὶ τοῖς μέρεσιν αὐτῆς, οἷον καὶ ἡ αθ τῇ κὸ καὶ ἡ ὃβ τῇ γκ. ἐκβαλλόμεναι γὰρ ἐπ᾿ ἄπειρον ἀσύμπτωτοι μένουσιν.
Τούτοις ἀναγκαίως ἐπεσημηνάμεθα διὰ τὰς σοφιστικὰς ἐνοχλήσεις καὶ τὰς νεαροπρεπεῖς τῶν ἀκουόντῶν ἕξεις. χαίρουσι γὰρ οἷ πολλοὶ τοῖς τοιούτοις παραλογισμοῖς προστυγχάνοντες καὶ τοῖς ἐπιστήμοσιν
ὄχλον περιττὸν ἐπεισάγοντες.
᾿Αντιστρέφειν δὲ οὐδὲν δεῖ τὸ θεώρημα καὶ δεικνύναι ὅτι αἵ ἀλλήλαις παράλληλοι καὶ τῇ αὐτῇ παράλληλοί εἰσιν. πάλιν γάρ, ἂν ὑποθώμεθα τὴν ἕτέ- τ ραν τιψὶ παράλληλον, ἐκείνη τὸ καὶ ἡ λοιπὴ τούτων ἔσονται τῇ αὐτῇ παράλληλοι, καὶ εἰς ταὐτὸ ἑπανήξομεν.
᾿ Ῥγορ. ΧΧΧΙ, ργοῦὶ]. Χ. Διὰ τοῦ δοθέντος σημείου τῇ δοθείσῃ εὐθείᾳ παράλληλον εὐθεῖαν