Prop. I.28: Ἡ ἐκτὸς τῇ ἐντὸς καὶ ἀπεναντίον ἴση παραλλήλους ποιεῖ¶
Euclid: [I.28]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 360–364; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ΧΧΥΠΙῚ, ἐδοον. ΧΥΠΠ1. Ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὴν ἐκτὸς γωνίαν τῇ ἐντὸς καὶ ἀπεναντίον καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἴσην ποιῇ ἢ τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας, ] παράλληλοι ἔσονται εὐθεῖαι.
Τὸ μὲν πρὸ τούτου θεώρημα τὰς μὴ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας λαμβάνον, ἐντὸς δὲ τῶν εὐθειῶν κειμένας, ἴσας ἀλλήλαις ἐδείκνυ παραλλήλους οὔσας τὰς εὐθείας, τοῦτο δὲ τὰς λοιπὰς δύο ὑποθέσεις προστίθησιν, ὧν ἡ μὲν τὰς γωνίας μερίζει κατὰ τὸ ἐντὸς καὶ ἐκτός, ἡ δὲ ἀμφοτέρας ἐντὸς ὑποτίθεται καὶ δείκνυσι τὸ αὐτὸ συμπέρασμα. δόξειεν δ᾽ ἂν ἀτόπως ὁ στοιχειωτὴς τὰ θεωρήματα μερίσαι. δέον γὰρ ἦν ἢ τὰς τρεῖς ὑποθέσεις διαλαβεῖν καὶ ποιῆσαι τρία θεωρήματα, ἢ εἰς ἕν συνάγειν πάσας θεώρημα, ὥσπερ ἐποίησεν ὁ Ιεραπολίτης Α ἰγείας ὁ τὴν ἐπιτομὴν γράψας τῶν στοιχείων, ἢ διελεῖν εἰς δύο βουλόμενον εὔτακτον ποιήσασθαι τὴν διαίρεσιν καὶ χωρὶς μὲν
λαβεῖν τὰς ὑποθέσεις, ἐφ᾽ ὧν ἴσαι εἰσὶν αἴ γωνίαι, χωρὶς δὲ ἐκείνην, ἐφ᾽ ἧς δύο ὀρθαῖς εἰσιν ἴσαι. νῦν
f. Friedlein 362 · p. 362δὲ ἐν ἑνὶ μὲν θεωρήματι τὰς ἐναλλὰξ ἴσας ὑπέθετο, ἐν ἑνὶ δὲ τὴν ἐχτὸς [ἴσην τῇ ἐντὸς] καὶ τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας. τί οὖν τὸ αἴτιον τῆς τοιαύτης διαιρέσεως; εἰ οὖν πρὸς τὴν ἰσότητα τῶν γωνιῶν ἀπέβλεψεν τὴν πρὸς ἀλλήλας ἢ τὴν πρὸς τὰς δύο ὀρθάς, οὐδὲ ταύτῃ ᾿ διέστησε τὰ προκείμενα θεωρήματα ἀπ᾽ ἀλλήλων, ἀλλὰ πρὸς ἐκεῖνο τὸ τὰς γωνίας ἢ ἐπὶ τὰ αὐτὰ μέρη λαμβάνεσθαι ἢ μὴ ἐπὶ τὰ αὐτά. τὸ μὲν γὰρ πρὸ τούτου τὰς μὴ ἐπὶ τὰ αὐτὰ παρελάμβανε —- τοιαῦται γὰρ αἴ ἐναλλάξ — τοῦτο δὲ τὰς ἐπὶ τὰ αὐτά, ὡς καὶ ἐκ τῆς προτάσεως δῆλον. ᾿4λλ᾽ ὅπως μὲν ὁ στοιχειωτὴς δείκνυσιν ὅτι δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν ἐντὸς αἵ εὐθεῖαι παράλληλοί εἶσι, φανερὸν ἐκ τῶν γεγραμμένων. Πτολεμαῖος δὲ ἐν οἷς ἀποδεῖξαι προέθετο τὰς ἀπ᾽ ἐλαττόνων ἢ δύο ὀρθῶν ἐκβαλλομένας συμπίπτειν, ἐφ᾽ ἃ μέρη εἰσὶν αἴ τῶν δύο ὀρθῶν ἐλάσσονες, τοῦτο πρὸ πάντων δεικνὺς τὸ θεώρημα τὸ δυεῖν ὀρθαῖς ἴσων ὑπαρχουσῶν τῶν ἐντὸς παραλλήλους εἶναι τὰς εὐθείας οὕτω πως δείκνυσιν. ἔστωσαν δύο
εὐθεῖαι αἱ αβ γὸ, καὶ τεμνέτω τις αὖὐ-
τὰς εὐθεῖα ἡ εζηθ,
ὥστε τὰς ὑπὸ βζξη
8ὅ καὶ ὑπὸ ξηδ γωνίας δύο ὀρθαῖς ἴσας ποιεῖν. λέγω ὅτι παραλληλοί εἰσιν αἴ εὐθεῖαι, τουτέστιν ἀσύμπτωτοί εἰσιν. εἰ γάρ δυ-
f. Friedlein 363 · p. 363νατόν, συμπιπτέτωσαν ἐκβαλλόμεναι αἱ βξ ηὃ κατὰ τὸ κ. ἐπεὶ οὖν εὐθεῖα ἡ ηξ ἐφέστηκεν ἐπὶ τὴν αβ, δύο ὀρθαῖς ἴσας ποιεῖ τὰς ὑπὸ αζη βζξη γωνίας. ὁμοίως δέ, ἐπεὶ ἡ ηξ ἐφέστηκεν ἐπὶ τὴν γὸ, δύο ὁρθαῖς ἴσας ποιεῖ τὰς ὑπὸ γηξ δηξ γωνίας. αἷ τέσσα- ὁ φὲς ἄρα αἱ ὑπὸ αξη βζη γηξ δηξ τέτρασιν ὀρθαῖς ἴσαι εἰσίν, ὧν αἴ δύο αἴ ὑπὸ βξη ξηὸ δύο ὀρθαῖς ὑπόκεινται ἴσαι. λοιπαὶ ἄρα αἱ ὑπὸ αξη γηξ καὶ αὗται δύο ὀρθαῖς ἴσαι. εἰ οὖν αἱ ξβ ηδ δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν ἐντὸς ἐκβαλλόμεναι συνέπεσον κατὰ τὸ κ, τ καὶ αἴ ξα ἣγ ἐκβαλλόμεναι συμπεσοῦνται. δύο γὰρ ὀρθαῖς καὶ αἱ ὑπὸ αξη γηξ ἴσαι εἰσίν. ἢ γὰρ κατ᾽ ἀμφότερα συμπεσοῦνται αἷ εὐθεῖαι, ἢ κατ᾽ οὐδέτερα,
εἴπερ καὶ αὗται κἀκεῖναι δύο ὀρθαῖς εἰσιν ἴσαι. συμπιπτέτωσαν οὖν αἴ ξα ἢγ κατὰ τὸ Δ. αἴ ἄρα λαβκ τ
λγδκ εὐθεῖαι χωρίον περιέχουσιν, ὅπερ ἀδύνατον. οὐκ ἄρα δυνατόν ἐστιν δύο ὀρθαῖς ἴσων οὐσῶν τῶν ἐντὸς συμπίπτειν τὰς εὐθείας. παράλληλοι ἄρα εἰσίν.
f. Friedlein 364 · p. 364Ῥγορ. ΧΧΥΠΠΙῚ, ἰμοου. ΧΧ. Ἡ εἰς τὰς παραλλήλους εὐθείας εὐθεῖα ἐμπίπτουσα τάς τε ἐναλλὰξ ἴσας ποιεῖ καὶ τὴν ἐκτὸς τῇ ἐντὸς [καὶ ἀπεναντίον καὶ ἐπὶ τὰ αὐτὰ μέρη ἴσην καὶ τὰς · ἐντὸς] καὶ ἐπὶ τὰ αὐτὰ μέρη δύο ὀρθαῖς ἴσας.
Τοῦτο τὸ θεώρημα ἀμφοτέροις ἀντιστρέφει τοῖς προειρημένοις θεωρήμασι. τὸ γὰρ ἐν ἑκατέρῳ ξητούμενον ὑπόθεσιν ποιεῖται, τὰ ἐν ἐκείνοις δεδομένα δεικνύναι προτίθεται. καὶ δεῖ μεμνῆσθαι καὶ τῆς τοι-
αὕτης τῶν ἀντιστροφῶν διαφορᾶς, ὅτι πᾶν τὸ ἀντιστρέφον ἢ ἕν ἑνὶ ἀντιστρέφει, ὡς τῷ πέμπτῳ τὸ ἕκτον, ἢ πλείοσιν ἕν, ὡς τὸ νυνὶ προκείμενον τοῖς πρὸ αὖτοῦ. ἐν δὲ τούτῳ τῷ θεωρήματι πρῶτον ὁ στοιχειωτὴς ἐχρήσατο τούτῳ τῶν αἰτημάτων τῷ ἐὰν εἰς δύο ι εὐθείας εὐθεῖα ἐμπίπτουσα τὰς ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνίας δύο ὀρθῶν ἐλάσσονας ποιῇ, συμπίπτειν τὰς εὐθείας ἐκβαλλομένας, ἐφ᾽ ἃ μέρη εἰσὶν αἱ τῶν δύο ὀρθῶν ἐλάσσονες, ὅπερ ἐξηγούμενοι τὰ πρὸ τῶν θεωρημάτων ἐλέγομεν, 40) ὡς οὐ παρὰ πάντων τοῦτο συγκεχώρηται εἶναι ἀναποδείχτως. ὁμολογούμενον. καὶ πῶς γὰρ ἂν εἴη τοιοὕὔτον, οὗ τὸ ἀντίστροφον ὡς ἀποδεικτὸν ἐν τοῖς θεωρήμασιν ἀναγέγραπται; τὸ γὰρ παντὸς τριγώνου δύο τὰς ἐντὸς γωνίας ὁποιασοῦν ἐλάσσους εἶναι δύο ὀρ4: θῶν ἀντίστροφόν ἐστι τῷ αἰτήματι τούτῳ ἐπεὶ καὶ συνεύειν τὰς εὐθείας ἀεὶ μᾶλλον καὶ μᾶλλον ἐκβαλλο-