f. Friedlein 298 · p. 298

Prop. I.15: Κατὰ κορυφὴν γωνίαι καὶ Πόρισμα περὶ τεσσάρων ὀρθῶν

Euclid: [I.15]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 298–305; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

ΧΥ͂, ἰβοοσ. ΥἼΠ1. Ἐὰν δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας τὰς κατὰ κορυφὴν γωνίας ἴσας ἀλλήλαις ποιοῦσι.

Τὰς ἐφεξῆς γωνίας τῶν κατὰ κορυφὴν διαφέρειν φαμέν· τῶν μὲν γὰρ ἡ γένεσις κατὰ τὴν τομὴν γίνεται τῶν δύο εὐθειῶν, τῶν δὲ τῆς ἑτέρας μόνον περὶ τὴν ἑτέραν διαιρουμένης. ἐὰν γὰρ ἢ εὐθεῖα αὐτὴ μὲν ἄτμητος, τέμνουσα δὲ τῷ ἑαυτῆς πέρατι ἐκείνην δύο ποιῇ γωνίας, ταύτας καλοῦμεν ἐφεξῆς, ἐὰν δὲ ὑπ᾽ ἀλλήλων

  1. τμηθῶσι δύο εὐθεῖαι κατὰ κορυφὴν ἀποτελοῦνται γωνίαι. καλοῦνται δὲ οὕτως, ὅτι τὰς κορυφὰς εἰς ταὐτὸ συμβαλλούσας ἔχουσι σημεῖον. κορυφαὶ δὲ αὐτῶν τὰ σημεῖα, πρὸς ἃ συναγόμενα τὰ ἐπίπεδα τὰς γωνίας ποιεῖ.

4 ἀδύνατον α΄, 6–Ἴ προσέθηκεν …. τῆς εὐθείας

f. Friedlein 299 · p. 299

Τοῦτο τοίνυν τὸ θεώρημα δείκνυσιν, ὅτι δύο εὐθειῶν ἀλλήλας τεμνουσῶν αἴ κατὰ κορυφὴν γωνίαι ἴσαι εἰσίν, εὑρημένον μὲν, ὡς φησὶν Εὔδημος ὑπὸ Θαλοῦ πρώτου, τῆς δὲ ἐπιστημονικῆς ἀποδείξεως ἠξιωμένον παρὰ τῷ στοιχειωτῇ. δείκνυται δὲ οὐκ ἐκ πάντων τῶν κεφαλαίων. ἡ μὲν γὰρ κατασκευὴ ἐκλέλοιπεν ἐνταῦθα, ἡ δὲ ἀπόδειξις, ἣν πάντως ἀναγκαῖον ὑπάρχειν, ἤρτηται τοῦ τρισκαιδεκάτου θεωρήματος, προσχρῆται δὲ καὶ ἀξιώμασι δυοῖν, ὧν τὸ μέν ἐστι τὰ

τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα, τὸ δὲ ἐὰν ἀπὸ ἴσων

ἴσα ἀφαιρεθῇ τὰ λοιπὰ ἴσα ἐστίν.

᾿Αλλὰ τὸ μὲν Εὐκλείδιον θεώρημα φανερόν· ἀντιστρέφει δὲ τῷ θεωρήματι ἄλλο τοιοῦτον· ἐὰν πρός τινι εὐθείᾳ εὐθεῖαι μὴ ἐπὶ τὰ αὐτὰ μέρη ληφθεῖσαι

ποιῶσι τὰς κατὰ κορυφὴν γωνίας ἴσας, ἐπ᾽ εὐθείας ι5

ἔσονται ἀλλήλαις αἴ εὐθεῖαι. ἔστω γάρ τις εὐθεῖα ἡ αβ καὶ ἐπ᾽ αὐτῆς [ τυχὸν σημεῖον κα: τὸ γ, καὶ πρὸς τῷ γ δύο εὐθεῖαι αἴ γὃ γε μὴ ἐπὶ τὰ αὐτὰ μέρη εἰλήφθωσαν ἴδας ποιοῦσαι τὰς

ὑπὲ αγὸ βγε γωνίας· λέγω ὅτι

ἐπ᾽ εὐθείας εἰσὶν αἴ γὸ γε. ἐπεὶ ἕ

γὰρ ἡ γὸ ἐπὶ τὴν αβ ἐφέστηκεν, δύο ὀρθαῖς ἴσας ποιεῖ τὰς ὑπὸ ὃγα δγβ᾽ ἀλλ᾽ ἡ ὑπὸ δγα ἴση ἐστὶν

δ–Θ. Ἢ ἰπ πιαιρίηθ: ση. ὅτε οὐκ ἐκ πάντων δείκνυται

τοῦτο τὸ θεώρημα τῶν κεφαλαίων. 8 εἴρηται Ο, ἸΤΉταΙ σ.

f. Friedlein 300 · p. 300

τῇ ὑπὸ βγε’ αἵ ἄρα ὑπὸ ὃγβ βγε δύο ὀρθαῖς ἴσαι εἰσίν. Ϊ ἐπεὶ οὖν πρός τινι εὐθείᾳ τῇ βγ δύο εὐθεῖαι ἑξῆς αἱ γὸδ γε οὐκ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἐφεξῆς γωνίας δύο ὀρθαῖς ἴσας ποιοῦσιν, ἐπ᾽ εὐθείας εἰσὶν ἀλλήλαις αἱ γὃ γε. δέδεικται οὖν τὸ ἀντίστροφον τῷ προκειμένῳ θεωρήματι᾽ ἔοικεν δὲ ὁ γεωμέτρης αὐτὸ παραλιπεῖν ὡς ῥάδιον κατὰ τὴν αὐτὴν ἔφοδον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύναι καὶ τοῦτο, καθ᾽ ἣν τὸ πρὸ αὐτοῦ δεδείχαμεν. τῶν γὰρ αὐτῶν ὑποκειμένων λέγω, ὅτι ἐπ᾿ εὐθείας ἐστὶν ἡ γὸ τῇ γε. εἰ γὰρ μή ἐστιν, εἰλήφθω τῇ γὸ ἐπ᾽ εὐθείας ἡ γξ. ἐκεὶ

οὖν δύο εὐθεῖαι τέμνουσιν ἀλλή-

ἐξ τρυο

λας αἱ αβ δξ τὰς κατὰ κορυφὴν γωνίας ποιοῦσιν ἴσας· ἴσαι ἄρα εἰσὶν αἱ ὑπὸ αγὸ βγξ᾽ ἀλλ᾽ ἦσαν ἴσαι καὶ αἱ ὑπὸ αγὸ βγε᾽ ἡ ἄρα ξ ) ὑπὸ βγε ἴση τῇ ὑπὸ βγξ, ἡ μείξων τῇ ἐλάσσονι, ὅπερ ἀδύνατον:

f. Friedlein 301 · p. 301

τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ καὶ διὰ τῆς δεικτικῆς ἐφόδου κατεσκευάσαμεν.

Ἔοικεν δὲ τοῦτο τὸ πεντεκαιδέκατον θεώρημα τῇ ὁμοιομερεέᾳ τῶν εὐθειῶν καὶ τῇ ἐπ᾽ ἄκρον τάσει θαρ-

ρεῖν, διότι τὰς οὕτως ἐχούσας γραμμὰς καὶ φερομένας ὁ

δι᾿ ἀλλήλων ἀναγκαῖον ὁμοίας ἔχειν τὰς κλίσεις πρὸς ἀλλήλας ἐφ᾽ ἑκάτερα καὶ τὰς αὐτάς. αἱ γοῦν περιφέρειαι καὶ ὅλως αἱ μὴ εὐθεῖαι τέμνουσαι ἀλλήλας τὰς κατὰ κορυφὴν γωνίας οὐ ποιοῦσιν ἐξ ἀνάγκης ἴσας, ἀλλὰ ποτὲ μὲν ἴσας, ποτὲ δὲ ἀνίσους. ἐὰν γὰρ δύο ἴσοι κύκλοι διὰ τῶν κέντρων τέμνωσιν ἀλλήλους ἢ καὶ μὴ διὰ τῶν κέντρων, τὰς μηνοειδεῖς γωνίας ἴσας ποιοῦσι κατὰ κορυφὴν οὔσας, ἀλλ᾽ οὐκέτι τὰς λοιπάς, τήν τε ἀμφίχυρτον καὶ τὴν ἀμφίχοιλον, ἀλλὰ μείξω τὴν ἑτέραν. ἐπὶ δὲ τῶν εὐθειῶν ἡ ἐπ᾽ ἄκρον τάσις ἴσην τῶν τῆς ἑτέρας τμημάτων ᾿ πρὸς τὰ τὴς ἑτέρας τμήματα ποιεῖ τὴν ἀπόστασιν.

Ῥογίθιιἃ. Ἐκ δὴ τούτου φανερὸν ὅτι, ἐὰν δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας, τὰς τέτταρας γωνίας τέτταρσιν ὀρθαῖς ἴσας ποιοῦσιν.

Ἔν τι τῶν γεωμετρικῶν ἐστιν ὀνομάτων τὸ πόριόμα. τοῦτο δὲ σημαίνει διττόν καλοῦσι γὰρ πορίσματα καὶ ὅσα θεωρήματα συγκατασκευαζξεται ταῖς μη 2 ι ΑΙ ἢ - “ ἄλλων ἀποδείξεσιν, οἷον ἕρμαια καὶ κέρδη τῶν ξητουντῶν ὑπάρχοντα, καὶ ὅσα ζητεῖται μέν, εὑρέσεως δὲ χρήξει καὶ οὔτε γενέσεως μόνης οὔτε θεωρίας ἁπλῆς.

f. Friedlein 302 · p. 302

ὅτι μὲν γὰρ τῶν ἰσοσκελῶν αἴ πρὸς τῇ βάσει ἴσαι θεωρῆσαι δεῖ, καὶ ὄντων δὴ τῶν πραγμάτων ἐστὶν ἡ

τοιαύτη γνῶσις. τὴν δὲ γωνίαν δίχα τεμεῖν ἢ τρίγωνον συστήσασθαι ἢ ἀφελεῖν ἢ θέσθαι, ταῦτα πάντα ποίησίν τινος ἀπαιτεῖ, τοῦ δὲ δοθέντος κύχλου τὸ κέντρον εὑρεῖν, ἢ δύο δοθέντων συμμέτρων μεγεθῶν τὸ μέγιστον καὶ κοινὸν μέτρον εὑρεῖν, ἢ ὅσα τοιάδε, μεταξύ πώς ἐστι προβλημάτων καὶ θεωρημάτων. οὔτε γε γενέσεις εἰσὶν ἐν τούτοις τῶν ξητουμένων, ἀλλ᾽ 1ὸ εὑρέσεις, οὔτε θεωρία ψιλή. δεῖ γὰρ ὑπ᾽ ὄψιν ἀγαγεῖν καὶ πρὸ ὀμμάτων ποιήσασθαι τὸ ξητούμενον. τοιαὕτα ἄρα ἐστὶν καὶ ὅσα Εὐκλείδης πορίσματα γέγραφε, γ βιβλία πορισμάτων συντάξας. .4λλὰ περὶ μὲν τῶν τοιούτων πορισμάτων παρείσθω λέγειν, τὰ δὲ ἐν τῇ στοιχειώσει πορίσματα συνἀναφαίνεται μὲν ταῖς ἄλλων ἀποδείξεσιν, αὐτὰ δὲ προηγουμένης οὐ τυγχάνει ξητήσεως· οἷον καὶ τὸ νῦν προκείμενον. ἐξητεῖτο μὲν γάρ, εἰ δύο εὐθειῶν τεμνουσῶν ἀλλήλας αἴ κατὰ κορυφὴν γωνίαι ἴσαι εἰσί. τούτῳ ὧ ὁξ δεικνυμένῳ συναποδέδεικται τὸ καὶ τὰς τέτταρας γωνίας εἶναι τέτρασιν ὀρθαῖς ἴσας. ὅτε γὰρ ἐλέγομεν· Ἐ 4 ἔστωσαν εὐθεῖαι δύο αἴ αβ γὸ τέμνουσαι ἀλλήλας κατὰ τὸ ε σημεῖον᾽ ἐπεὶ οὖν ἡ αε ἐπὶ τὴν γὃ ἐφέστηκεν, ποιεῖ τὰς γ 4 Σἐἐφεξῆς ᾿ δυσὶν ὀρθαῖς ἴσας,

f. Friedlein 303 · p. 303

καὶ πάλιν ἐπεὶ ἡ βε ἐπὶ τὴν γδ ἐφέστηκεν, ποιεῖ τὰς ἐφεξῆς δυσὶν ὀρθαῖς ἴσας᾽ τότε συναπεδείκνυμεν τῷ ξητουμένῳ ὅτι αἱ περὶ τὸ ε σημεῖον γωνίαι τέτταρσιν ὀρθαῖς ἴσαι εἰσίν.

Ἐστὶν οὖν τὸ πόρισμα θεώρημα διὰ τῆς ἄλλου 6

προβλήματος ἢ θεωρήματος ἀποδείξεως ἀπραγματεύτως ἀναφαινόμενον. οἷον γὰρ κατὰ τύχην περιπίπτειν ἐοίκαμεν τοῖς πορίσμασιν᾽ οὐ γὰρ προθεμένοις οὐδὲ ξητήσασιν ἀπαντᾷ, ὅθεν αὐτὰ καὶ τοῖς ἑρμαίοις εἰκάσαμεν. καὶ ἴσως οἷ δεινοὶ τὰ μαθήματα κατ᾽ αὐτὴν αὐτοῖς ἔθεντο τὴν ἐπωνυμίαν ἐνδεικνύμενοι τοῖς πολλοῖς καὶ περὶ τὸ φαινόμενον κέρδος ἐπτοημένοις ὅτι ἄρα τὰ ἀληθὴ τοῦ θεοῦ δῶρα καὶ τὰ ἕρμαια ταῦτά ἐστιν, οὐχ οἷα ἐκείνοις δοκεῖ. ταῦτα γὰρ ὁ ἐν ἡμῖν πόρος ἀπογεννᾷ καὶ ἡ γόνιμος δύναμις τῆς ἐπιστήμης προσβάλλει ταῖς προηγουμέναις ξητήσεσιν εὐπορίας ἀφθόνους ! θεωρημάτων ἀναφαίνουσα.

Τὴν μὲν οὖν ἰδιότητα τῶν πορισμάτων τοιαύτην εἶναι λεκτέον. διαιρετέον δὲ αὐτὰ πρῶτον μὲν κατὰ

τὰς ἐπιστήμας — ἐστὶ γὰρ τὰ μὲν γεωμετρικὰ τὰ δὲ ἀριθμητικὰ τῶν πορισμάτων. τὸ μὲν γὰρ προκείμενον πόρισμα γεωμετρικόν ἐστι. τὸ δὲ ἐπὶ τέλει τοῦ δευτέ-

ρου θεωρήματος τοῦ ξ βιβλίου τῶν ἀριθμητικῶν — ἔπειτα δὲ κατὰ τὰ προηγουμένα ξητήματα — τὰ μὲν

1—2 καὶ παλιν …. ὀρθαῖς ἴσας οἱ. Ο. δ τοῦ ἀἄλλου ὦ. 10 μαθηματικά Ο. ᾿ κατὰ ταύτην Ο, κατ᾽ αὐτὴν 6.

f. Friedlein 304 · p. 304

γὰρ προβλήμασιν ἕπεται, τὰ δὲ θεωρήμασι᾽ τοῦτο μὲν γὰρ θεωρήματός ἐστι, τὸ δὲ ἐν τῷ δευτέρῳ βιβλίῳ κείμενον προβλήματος — τρίτον δὲ αὖ κατὰ τὰς δείἕξεις — τὰ μὲν γὰρ ταῖς δεικτικαῖς ἐφόδοις, τὰ δὲ ε ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς συγκατασκευάξεται· τὸ μὲν προκείμενον τῇ ἐπ᾽ εὐθείᾳ δείξει, τὸ δὲ τῷ πρώτῳ τοῦ τρίτου βιβλίου συναποδεδειγμένον τῇ εἰς ἀδύνατον ἀπαγωγῇ συνανεφάνη. πολλαχῶς δὲ καὶ ἄλλως τὰ πορίσματα διαιρεῖν δυνατόν ἀλλ᾽ ἡμῖν γε ἀρκέσει 1. καὶ ταῦτα πρὸς τι παρόν.

Τοῦτο δὲ τὸ πόρισμα, περὶ οὗ πρόκειται λέγειν, διδάσκον ἡμᾶς ὅτι ὁ περὶ ἕν σημεῖον τόπος εἰς τέτρασιν ὀρθαῖς ἴσας γωνίας διανέμεται, παρέσχεν ἀφορμὴν κἀκείνῳ τῷ παραδόξῳ θεωρήματι τῷ δεικνύντι

1 μόνα τρία ταῦτα πολύγωνα πληροῦν δυνάμενα τὸν περὶ ἕν σημεῖον ὅλον τόπον, τὸ ἐσόπλευρον τρίγωνον καὶ τὸ τετράγωνον καὶ τὸ ἐξάγωνον τὸ ἰσόπλευρον καὶ ἰσογώνιον. ἀλλὰ τὸ μὲν ἰσόπλευρον τρίγωνον ἑξάκις παραληφθέν — ἕξ γὰρ δίμοιρα ποιήσει τὰς

90 τέσσαρας ὀρθᾶς — τὸ δὲ ἐξάγωνον τρὶς γενόμενον — ἑκάστη γὰρ ἑξαγωνικὴ γωνία ἴση ἐστὶ μιᾷ ὀρθὴ καὶ τρίτῳ — τὸ δὲ τετράγωνον τετράκις — ἑκάστη γὰρ τετραγωνικὴ γωνία ὀρθή ἐστιν. ξξ οὖν ἰσόπλευρα τρίγωνα συννεύσαντα κατὰ τὰς γωνίας τὰς τέσσαρας ὁρ-

)5 θὰς συμπληροῖ ‘ καὶ τρία ἐξάγωνα καὶ τετράγωνα τέσσαρα. καὶ ἕκαστον δὲ τῶν ἄλλων πολυγώνων ὁπωσοῦν ἐπισυντυθέμενον κατὰ τὰς γωνίας ἢ ἐλλείπει τῶν τεσ-

f. Friedlein 305 · p. 305

σάρων ὀρθῶν ἢ πλεονάξει᾽ μόνα δὲ ταῦτα κατὰ τοὺς εἰρημένους ἀριθμοὺς ἐξισοῦται ταῖς τέτρασιν ὀρθαῖς. καί ἐστι τὸ θεώρημα τοῦτο Πυθαγόρειον.

Διὰ τοῦτο δὲ τὸ πόρισμα κἂν πλείους εὐθεῖαι

τῶν δυεῖν δι’ ἑνὸς σημείου τέμνωσιν ἀλλήλας, οἷον

τρεῖς ἢ τέτταρες ἢ ὁποσαιοῦν, αἴ γινόμεναι γωνίαι πᾶσαι τέτρασιν ὀρθαῖς ἴσαι δείκνυνται· μερίξονται γὰρ τὸν τεσσάρων τόπον. δῆλον δὲ ὅτι διπλασίους ἀεὶ γενήσονται τῶν εὐθειῶν αἵ γωνέαι᾽ καὶ οὕτω δύο μὲν εὐθειῶν τεμνουσῶν ἀλλήλας ἔσονται γωνίαι τέσσαρες ἴσαι τέτρασιν ὀρθαῖς, τριῶν δὲ ξξ γωνίαι, τεσσάρων δὲ ὀχτώ᾽ καὶ ἐπ᾽ ἄπειρον ὁμοίως. ἀεὶ γὰρ διπλασιάξεται μὲν τὸ πλῆθος τῶν εὐθειῶν. αἱ δὲ γωνίαι κατὰ μὲν τὸ πλῆθος αὔξονται, κατὰ δὲ τὸ μέγεθος ἐλασσοῦνται, διότι τὸ διαιρούμενον ἀεὶ ταὐτόν ἐστιν, αἴ τέσσαρες ὀρθαί.

Ργορ. ΧΥ͂Ι, μθοσ. ΥΠΠ]Ι. Παντὸς τριγώνου μιᾶς

πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώ-

νου γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον μείξων ἐστίν.

Ταύτην τὴν πρότασιν οἱ μὲν ἐλλειπῶς προενεγκάμενοι χωρὶς τοῦ μιᾶς πλευρᾶς προσεκβληθείσης ἀφορμὴν παρέσχον ἴσως μὲν καὶ ἄλλοις τισίν, αὐτὰρ καὶ Φιλίππῳ, καθάπερ φησὶν ὁ μηχανικὸς ἬἭρων, διαβολῆς. οὐ γὰρ πάντως, ἡ τρίγωνόν ἐστιν, καὶ ἐκτὸς ἔχει γωνίαν. ὅσοι δὲ περιγράφειν τὴν αἰτίασιν ταύ-

4–ὦ πληθὺς εὐθεῖαι τὰ ἐν δθυεὶν Ἡ, 6. 8 τὸν τῶν

τεσσάρων τόπον Ο. 17 Ἡ ἴὰ τοαγρὶηθ ἕξ. 20 μεῖξον Ἡ. 26 ἔχοι Τ.