Prop. I.16: Τριγώνου ἡ ἐκτὸς γωνία μείζων ἑκατέρας τῶν ἐντός¶
Euclid: [I.16]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 305–310; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
σάρων ὀρθῶν ἢ πλεονάξει᾽ μόνα δὲ ταῦτα κατὰ τοὺς εἰρημένους ἀριθμοὺς ἐξισοῦται ταῖς τέτρασιν ὀρθαῖς. καί ἐστι τὸ θεώρημα τοῦτο Πυθαγόρειον.
Διὰ τοῦτο δὲ τὸ πόρισμα κἂν πλείους εὐθεῖαι
τῶν δυεῖν δι’ ἑνὸς σημείου τέμνωσιν ἀλλήλας, οἷον
τρεῖς ἢ τέτταρες ἢ ὁποσαιοῦν, αἴ γινόμεναι γωνίαι πᾶσαι τέτρασιν ὀρθαῖς ἴσαι δείκνυνται· μερίξονται γὰρ τὸν τεσσάρων τόπον. δῆλον δὲ ὅτι διπλασίους ἀεὶ γενήσονται τῶν εὐθειῶν αἵ γωνέαι᾽ καὶ οὕτω δύο μὲν εὐθειῶν τεμνουσῶν ἀλλήλας ἔσονται γωνίαι τέσσαρες ἴσαι τέτρασιν ὀρθαῖς, τριῶν δὲ ξξ γωνίαι, τεσσάρων δὲ ὀχτώ᾽ καὶ ἐπ᾽ ἄπειρον ὁμοίως. ἀεὶ γὰρ διπλασιάξεται μὲν τὸ πλῆθος τῶν εὐθειῶν. αἱ δὲ γωνίαι κατὰ μὲν τὸ πλῆθος αὔξονται, κατὰ δὲ τὸ μέγεθος ἐλασσοῦνται, διότι τὸ διαιρούμενον ἀεὶ ταὐτόν ἐστιν, αἴ τέσσαρες ὀρθαί.
Ργορ. ΧΥ͂Ι, μθοσ. ΥΠΠ]Ι. Παντὸς τριγώνου μιᾶς
πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώ-
νου γωνία ἑκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον μείξων ἐστίν.
Ταύτην τὴν πρότασιν οἱ μὲν ἐλλειπῶς προενεγκάμενοι χωρὶς τοῦ μιᾶς πλευρᾶς προσεκβληθείσης ἀφορμὴν παρέσχον ἴσως μὲν καὶ ἄλλοις τισίν, αὐτὰρ καὶ Φιλίππῳ, καθάπερ φησὶν ὁ μηχανικὸς ἬἭρων, διαβολῆς. οὐ γὰρ πάντως, ἡ τρίγωνόν ἐστιν, καὶ ἐκτὸς ἔχει γωνίαν. ὅσοι δὲ περιγράφειν τὴν αἰτίασιν ταύ-
4–ὦ πληθὺς εὐθεῖαι τὰ ἐν δθυεὶν Ἡ, 6. 8 τὸν τῶν
τεσσάρων τόπον Ο. 17 Ἡ ἴὰ τοαγρὶηθ ἕξ. 20 μεῖξον Ἡ. 26 ἔχοι Τ.
f. Friedlein 306 · p. 306την ἠθέλησαν. μετὰ τῆς ἐκκειμένης προσθήκης ταύτην παραδεδώκασιν συνήθους οὔσης τῷ γνεωμέτρῃ. καὶ γὰρ ἐν τῷ πέμπτῳ θεωρήματι τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσκελῶν γωνίας ἴσας ἀποδεῖξαι βουλόμενος
6 προσέθηκεν ὅτι καὶ προσεκβληθεισῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν βάσιν γωνίαι ἴσαι εἰσίν. καὶ εἰ παρ᾽ ἄλλοις οὖν ἐλλειπὴς ἦν, ἀλλὰ παρὰ τῷ στοιχειωτῇ τὸ πλῆρες ἔχουσα γέγραπται.
Τί δ᾽ οὖν φησιν ἡ πρότασις ὅτι παντὸς τριγώνου ιῦ εὖ μίαν τινὰ τῶν πλευρῶν προσεκβάλοις τὴν ἐκτὸς αὐτοῦ συνισταμένην γωνίαν εὑρήσεις μείζονα τῶν ἐντὸς καὶ ἀπεναντίον ἑκατέρας; ἀμφοτέραις μὲν γὰρ ἴση δειχθήσεται μικρὸν ὕστερον, ἑκατέρας δὲ μείζων ἐκ τούτου δείκνυται. καὶ ἀναγκαίως πρὸς τὰς ἀπεναντίον αὐτὴν ᾿ συνέκρινεν ἀλλ᾽ οὐ πρὸς τὴν ἐφεξῆς. αὕτη μὲν γὰρ καὶ ἴση δύναται εἷναι καὶ ἐλάσσων αὐτῆς, ἐχείνων δὲ ἑκατέρας μείζων [ἡ ἐχτὸς] ἐκ παντός. ἐὰν γοῦν ὀρθογώνιον ἢ τὸ τρίγωνον καὶ νοήσῃς ἐκβαλλομένην μίαν τῶν περὶ τὴν ὀρθήν, ἡ ἐκτὸς ἴση ἔσται τῇ ἐφεξῆς· ἐὰν δὲ ἀμβλυγώνιον ἡ, ἔσται δυνατὸν τὴν ἐντὸς μείξονα εἶναι τῆς ἐκτός. ἀλλὰ πρὸς τὰς ἀπεναντίον — τῶν γὰρ ἐντὸς τοῦ τριγώνου μία μέν
ἐστιν ἡ ἐφεξῆς αὐτῇ, δύο δὲ ἀπεναντίον — τούτων οὖν ἑκατέρας μείξων ἡ ἐκτός, ἀλλ᾽ οὐ τῆς ἐφεξῆς αὐτῇ κειμένης.
ἔστ.
f. Friedlein 307 · p. 307Ἤδη δέ τινες συνάπτοντες τὰ δύο θεωρήματα τοῦτό τε καὶ τὸ ἑξῆς ἀποδεικνύμενον οὕτω προφέρονται τὴν πρότασιν Παντὸς τριγώνου μιᾶς πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ τριγώνου γωνία ἑἕκατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον μείξων ἐστί. καὶ δύο ὁποιαιοῦν τῶν ἐντὸς γωνιῶν δύο ὀρθῶν ἐλάσσονές εἰσιν. ἔχουσι δὲ ἀφορμὴν τῆς συμπλοκῆς τῶν θεωρημάτων, ἐπειδὴ καὶ αὐτὸς ὁ γεωμέτρης ἑξῆς ἐπὶ τῶν ἴσων οὕτως ἐποίησε· Παντὸς τριγώνου ἡ ἐκτὸς γωνία δύο ταῖς ἐντὸς καὶ ἀπεναντίον ἴση, καὶ αἷ τρεῖς τοῦ τριγώνου γωνίκι δύο ὀρθαῖς εἰσιν ἴσαι. κἀνταῦθα τοίνυν ἀξιοῦσιν ἐν τοῖς ὁμοίοις συμπλέκειν τὰ ξητούμενα καὶ ποιεῖν τὴν πρότασιν σύνθετον. καὶ δῆλον ὅτι τὸ μὲν προκείμενον εἰς ἀπόδειξιν ἔσται σύνθετον, τὸ δὲ δεδομένον, εἰ μὲν μετὰ τῆς εἰρημένης προσθήκης ἐχφέροιτο, καὶ «αὐτὸ σύνθετον - δεῖ γὰρ δύο νοεῖν. τρίγωνον ὑποκείμενον καὶ μίαν πλευρὰν ἐκβεβλημένην - εἰ δὲ ἄνευ ταύτης [9], δυνάμει μὲν σύνθετον. κατ᾽ ἐνέργειαν δὲ ἁπλοῦν. πάντως γάρ, κἂν μὴ προσκέηται, δεῖ συμπαραλαμβάνειν καὶ τοῦτο ὡς δεδομένον. αὐτῷ γὰρ τῷ τὴν ἐχτὸς ὑποθέσθαι γωνίαν ὡς οὖσαν τὴν πλευρὰν ὡς ἐκβεβλημένην παρείληφεν.
Τοσαῦτα περὶ τούτων λάβοιμεν δ᾽ ἂν ἀπὸ τοῦ 3:
προχειμένου θεωρήματος ὅτι ἀπὸ τοῦ αὐτοῦ σημείου
ἢ τοῦτό τε] τὸ, τε παρὸν “ἰ, τῆς τότε (. 4 προεκχβληθείσης Ο. Ἴ ἐπειδὴ δὲ , ἐπειδὴ καὶ ὁ. 10 δὲ δπὶο δεδομένον οἴη. ! εἰ μὴ σα. 19 ἄνευ ταύτης] ἐν ταύτῃ Ἥ. 8,. αἴ,· »ἷῃθ Ἰκο ᾽ς, ἴω ᾿δο᾽ 2. 21 κἂν μὴ προσχκεηταε οι. (᾽, κα. σ. 2 αὐτὸ γὰρ τῷ 4, αὐτὸ γὰρ τὸ Ὁ. 28 ὡς «ἰἴο ἐκβεβλημένον ὁ, Ο. 31 πρυείληφε δ΄, παρείληφε Ὁ.
f. Friedlein 308 · p. 308τρεῖς εὐθείας ἴσας ἐπὶ τὴν αὐτὴν εὐθεῖαν προσπίπτειν ἀδύνατον. ἔστωσαν γὰρ ἀπὸ τοῦ ἑνὸς σημείου τρεῖς · αἱ αβ ἂγ αὃ ἴσαι ἐπὶ τὴν βὸ εὐθεῖαν ἠγμέναι. ἐπεὶ οὖν ἴση 6 ἡ αβ τῇ αἀγ, ἴσαι εἰσὶν αἱ πρὸς τῇ βάσει γωνίαι, ἡ ἄρα ὑπὸ
αβγ ἴση τῇ ὑπὸ αγβ. ] πάλιν “4 ν ., ἐπεὶ ἴση ἡ αβ τῇ αὃ, ἴση ἡ ὑπὸ αβὸ τῇ ὑπὸ αὃβ. ἦν δὲ ιοτῇ ὑπὸ αβγ ἴση ἡ ὑπὸ αγβ γωνία’ ἡ ἄρα ὑπὸ αγβ ἴση τῇ ὑπὸ αδβ, ἡ ἐκτὸς τῇ ἐντὸς καὶ ἀπεναντίον, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἀπὸ τοῦ αὐτοῦ σημείου τρεῖς εὐθεῖαι ἴσαι ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀχθήσονται. Διὰ τοῦδε δὲ τοῦ θεωρήματος κἀκεῖνο ἀποδείξομὲν ὅτι, ἐὰν εἰς δύο εὐθείας εὐθεῖα ἐμπίπτουσα τὴν ἐχτὸς γωνίαν ἴσην ποιῇ τῇ ἐντὸς καὶ ἀπεναντίον, οὐ ποιήσουσι τρίγωνον αἱ εὐθεῖαι οὐδὲ συμπεσοῦνται,
ὦ ἐπεὶ ἔσται αὐτὴ καὶ μείζων καὶ ἴση ὅπερ ἀδύνατον. οἷον
ἔστωσαν αἵ αβ γὸὃδ εὐθεῖαι καὶ εἰς αὐτὰς ἡ βε ἐμπεσοῦσα ποιείτω ἴσας τὰς ὑπὸ αβὸ
γδε. οὐ συμπεσοῦνται δὴ
,Ἕ)} ὃ Ἑ αἱ αβ γδ. εἰ γὰρ συμπε-
f. Friedlein 309 · p. 309σοῦνται μενουσῶν τῶν ἴσων γωνιῶν ἔσται ἡ ὑπὸ γδε,
τῇ ὑπὸ αβὸ ἴση, ἐκτὸς οὖσα καὶ μείζων τῆς ἐντὸς καὶ ἀπεναντίον. ἀνάγκη ἄρα, εἰ συμπίπτουσιν, μηκέτι μένειν ἴσας τὰς γωνίας, ἀλλὰ ἐκ παντὸς αὔξεσθαι τὴν
πρὸς τῷ ὃ. εἴτε γὰρ μενούσης ἀκινήτου τῆς αβ νοήσειας κινουμένην ἐπ’ αὐτὴν τὴν γδ, ἵνα συμπέσωσι, πλείονα ποιεῖς διάστασιν κατὰ τὴν γδὲε γωνίαν — ὅσῳ γὰρ πρόσεισιν ἡ γὸ τῇ αβ, τοσούτῳ μᾶλλον ἀφίσταται τῆς δὲ — εἴτε μενούσης τῆς γὸ νοήσειας κινουμένην ἐπ᾽ αὐτὴν τὴν αβ, ἐλάττονα ποιήσεις τὴν το αβὸ γωνίαν — ἅμα γὰρ ἐπὶ τὴν γὸ φέρεται καὶ ἐπὶ τὴν βὸ – εἴτε καὶ ἄμφω κινουμένας ποιήσειας πρὸς ἀλλήλας, τὴν μὲν αβ εὑρήσεις ὡς ἐπὶ τὴν βὸ φερομένην καὶ συνάγουσαν τὴν γωνίαν, τὴν δὲ γὸ τῆς δὲ ἀφισταμένην διὰ τὴν ἐπὶ τὴν αβ κίνησιν καὶ αὔξουσαν ι5 τὴν ὑπὸ γδε γωνίαν. ἐξ ἀνάγκης ἄρα εἴ γε τρίγωνον
ἔσται καὶ συμπεσοῦνται αἵ αβ γὸ, καὶ μείξων ἡ ἐχτὸς ἔσται γωνία τῆς ἐντὸς καὶ ἀπεναντίον᾽ ἢ γὰρ τῆς ἐντὸς μενούσης αὔξεται ἡ ἐκτός, ἢ τῆς ἐκτὸς μενούσης
f. Friedlein 310 · p. 310ἑλασσοῦται ἡ. ἐντός, ἤἥ, εἰ (Ὁ) καὶ ἡ ἐντὸς συνάγεται,
καὶ ἡ ἐκτὸς ἐπὶ πλέον διίσταται. αἰτία δὲ τούτων ἡ κίνησις τῶν εὐθειῶν. τῆς μὲν ἐφ᾽ ἃ ποιεῖ τὴν ἐντὸς γωνίαν κινουμένης ἐπὶ ταῦτα. τῆς δὲ ἐφ᾽ ἃ ποιεῖ τὴν
ἐκτὸς γωνίαν ἀπὸ τούτων φερομένης. καὶ ἔχεις ἐκ τούτων ᾿ συλλογίξεσθαι, πῶς αἴ γενέσεις τῶν πραγμάτῶν ὑπ᾽ ὄψιν ἡμῖν τὰς ἀληθινὰς ἄγουσι τῶν ξητουμένων αἰτίας.