f. Friedlein 294 · p. 294

Prop. I.14: Ἀντίστροφον τῶν ἐφεξῆς γωνιῶν εἰς εὐθεῖαν

Euclid: [I.14]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 294–298; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

Τοῦτο τὸ θεώρημα τοῦ ἀποδειχθέντος ἐστὶν ἀντίστροφον. ἕπεται γὰρ ἀεὶ τὰ ἀντίστροφα τοῖς προηγουμένοις θεωρήμασιν. ἐκείνου τοίνυν συστήσαντος εὐθεῖαν ἐπ᾽ εὐθείας καὶ δείξαντος ὅτι τὰς ἐφεξῆς ἢ δύο ὀρθὰς ποιεῖ ἢ δύο ὀρθαῖς ἴσας, τοῦτο λαμβάνει

μὲν πρὸς εὐθείᾳ τινὶ δύο γιγνομένας ὀρθάς, ] δείκνυσι

f. Friedlein 295 · p. 295

ὃδ ὅτι μία ἐστὶν εὐθεῖα ἡ ταῦτα ποιοῦσα πρὸς τῇ εἰρημένῃ εὐθείᾳ. τὸ τοίνυν ἐν ἐκείνῳ δεδομένον ἐν τούτῳ ζητεῖται καὶ δείχνυται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. οὕτω γὰρ φιλεῖ τὰ ἀντίστροφα δείκνυσθαι τῶν θεωρημάτων. ἐν δέ γε τοῖς προβλήμασι καὶ προηγουμένας ἐπιδέχεται κατασκευάς.

Ἔξεστι δὲ κἀν τούτῳ τὴν ἀκροτάτην ἀχρίβειαν καὶ ἀνυπέρβλητον τῆς ἐπιστημονικῆς ἑρμηνείας ὁρᾶν.

πρῶτον μὲν γὰρ εἰπὼν Ἐὰν πρός τινι εὐθθεία προστίθησιν καὶ τῷ πρὸς αὐτῇ σημείφ. τί γάρ, εἰ το δύο περάτων ὄντων τῆς εὐθείας ἡ μὲν ἀπὸ τοῦ ἑτέρου ἤχθη, ἡ δὲ ἀπὸ τοῦ λοιποῦ, καὶ δύο ἐποίουν ὀρθαῖς ἴσας τὰς πρὸς τῇ εὐθείᾳ γωνίας; ἀρα διὰ τοῦτο ἐπ᾽ εὐθείας εἷναι ἠδύναντο; καὶ πῶς αἴ ἀπὸ διαφό ρων τῆς αὐτῆς εὐθείας ἠγμέναι σημείων; διὰ δὴ τοῦτο ιτὅ προσέθηκεν τὸ καὶ τῷ πρὸς αὐτῇ σημείῳ ἀμφοτέφας πρὸς ἑνὶ σημείῳ κεῖσθαι βουλόμενος. δεύτερον δέ, ἐπειδὴ καὶ πρὸς τῷ αὐτῷ τῆς εὐθείας εἶναι σημείῳ τὰς ἀγομένας δυνατὸν ἦν καὶ μὴ εἶναι ἐφεξῆς — μυρίας γὰρ εὐθείας πρὸς ἑνὶ σημείῳ λαβεῖν ἐνδέχεται - προσέθηκεν τὸ δύο εὐθεῖαι ἑξῆς. τρίτον δέ, ἐπεὶ τὸ ἑξῆς καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐφ᾽ ἑκάτερα θεωρεῖται, τὰς δὲ ἐπὶ τὰ αὐτὰ μέρη κειμένας ἑξῆς ἐπ᾿ εὐθείας ἀλλήλαις ἀδύνατον εἶναι, τοῦτο μὲν ἀπἔφησεν, παρέσχεν δὲ ἡμῖν ἐννοεῖν ὅτι ἐφ᾽ ἑκάτερα ληπτέον τῇ θέσει τὰς ἐφεξῆς. αὗται γὰρ δυνήσονται

f. Friedlein 296 · p. 296

εὐθείᾳ δύο εὐθεῖαι ἐπὶ τὰ αὐτὰ μέρη αἱ βγ βὸ. αὗται τοίνυν ἑξῆς μέν εἰσιν ἀλλήλαις· ἄλλη γὰρ αὐτῶν οὐκ ἔστιν εὐθεῖα μεταξύ. ταῦτα δὲ ἦν ἐφεξῆς, ὧν μηδέν ἐστιν ὅμοιον μεταξύ. καὶ γὰρ κίονας τού.Ὑ τοὺυς ἐφεξῆς λέγομεν, ὧν μή ἐστιν

ἄλλη κίων ἐν μέσῳ᾽ καίτοι γε ἀήρ

ἐστι πάντως μέσος, ἀλλ᾽ οὐδὲν ὁμο-

γενὲς μεταξύ. διὰ δὴ οὖν τὸ ἐπὶ τὰ

αὐτὰ μέρη κεῖσθαι τὸ ἐπ᾽ εὐθείας δ᾽ οὐκ ἔχουσιν, εἰ καὶ δύο ποιοῦσι γω-

νίας ὀρθαῖς ἴσας τὰς πρὸς τῇ αβ γωνίας. κωλύει γὰρ οὐδὲν μιᾶς μὲν εἶναι καὶ τρίτου τὴν ὑπὸ αβδ, τοῦ

δὲ λοιποῦ διμοίρου τὴν ὑπὸ αβγ.

15 ] Τοσαῦτα περὶ τῆς προτάσεως· ἐν δὲ τῇ κατασχευῇ χρῆται ἑνὶ αἰτήματι τῷ δευτέρῳ τῷ πᾶσαν εὐθεῖαν πεπερασμένην ἐπ᾽ εὐθείας ἐκβάλλειν αἰτουμένῳ, καθάπερ ἐν τῇ ἀποδείξει τῷ πρὸ τούτου θεωρήματι, καὶ δυσὶν ἀξιώμασι, τῷ τε τὰ τῷ αὐτῷ ἴσα

0 [καὶ ἀλλήλοις ἴσα] καὶ τῷ ἐὰν ἀπὸ ἴσων ἴσα ἀφαιρεθῇ τὰ λοιπὰ εἶναι ἴσα, πρὸς δὲ τὴν τοῦ ἀδυνάτου συναγωγήν, ὅτι τὸ ὅλον τοῦ μέρους μεῖζόν ἐστιν. ἦν δὲ καὶ ἴσον μιᾶς τῆς κοινῆς γωνίας ἀφῃρημένης, ὕπερ ἐστὶν ἀδύνατον.

f. Friedlein 297 · p. 297

Ὅτι δὲ ἄρα δυνατὸν πρὸς τῇ αὐτῇ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθείας ἑξῆς κειμένας ἐπὶ τὰ αὐτὰ μέντοι μέρη δύο ποιεῖν ὀρθαῖς ἴσας τὰς πρὸς τῇ μιᾷ εὐθείᾳ γωνίας, δείξομεν οὕτως, ὥσπερ Πορφύριος. ἔστω τις εὐθεῖα ἢ αβ καὶ σημεῖον τὸ τυχὸν ἐπ᾽ αὐτῆς τὸ γ, καὶ τῇ αβ ἤχθω πρὸς ὀρθὰς ἡ γδ, καὶ τετμήσθω δίχα ἡ ὑπὸ ὃγβ τῇ γε, καὶ ἀπὸ τοῦ ε κάθετος ἡ εβ, καὶ · ἐκβεβλήσθω ἡ εβ, καὶ κείσθω τῇ εβ ἴση ἡ βξ, καὶ ἐπεζεύχθω ἡ γξ ἐπεὶ οὖν

ἴση ἡ εβ τῇ βξ, κοινὴ δὲ ἡ βγ καὶ γωνίας ἴσας περι-

ἔχουσιν — ὀρθαὶ γάρ εἰσιν —, βάσις ἄρα ἡ εγ βάσει ιὉ

τῇ γξ ἴση καὶ πάντα δὴ πᾶσιν. ἡ ἄρα ὑπὸ εγβ γωνία ἴση τῇ ὑπὸ ἔγβ᾽ ἡμίσεια δὲ ὀρθῆς ἡ ὑπὸ εγβ — δίχα γὰρ τέτμηται ὀρθὴ τῇ ἐγ — ἡμέσεια ἄρα ὀρθῆς ἐστιν ἡ ὑπὸ ξἔγβ’ μιᾶς ἄρα καὶ ἡμισείας ὀρθῆς ἐστιν

ἡ ὑπὸ δγξ᾽ ἐστὶν δὲ καὶ ἡ ὑπὸ δγε ἡμίσεια ὀρθῆς· Ὁ

πρὸς τῇ γὸ ἄρα εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ

ὁ τὸ δοίθ ευχὸν οι. Ο. 14 κοινὴ δέ ἐστιν ἡ βγ Ο.} ἴσας οι. Μ. 18 τέμνεται α. ἢ ὀρθῆ ΜΗ. τῇ ξγ]) ἡ ἐγξσ,

οοττ. (. ἢ ἡμίσεια “τὰ ἡμισείας ὀρθῆς Μ. ιθὴ ὑπὸ ἔγβ᾽

f. Friedlein 298 · p. 298

γ δύο εὐθεῖαι ἑξῆς κεῖνται ἐπὶ τὰ αὐτὰ μέρη αἴ γε γξ ποιοῦσαι δύο ὀρθαῖς ἴσας γωνίας, ἡμίσειαν μὲν ἡ γε, μίαν δὲ καὶ ἡμίσειαν ἡ γξ. ἵν᾽ οὖν μὴ ξητῶμεν

ἀδύνατα, πῶς αἴ γε γξ, ποιοῦσαι τὰς πρὸς τῇ ὃγ 6 γωνίας δύο ὀρθαῖς ἴσας, ἀλλήλαις εἰσὶν ἐπ᾽ εὐθείας,

προσέθηκεν ὁ γεωμέτρης τὸ μὴ ἐπὶ τὰ αὐτὰ μέρη.

δεῖ τοίνυν ἐφ᾽ ἑκάτερα τῆς εὐθείας κεῖσθαι τὰς ποι-

οὔσας πρὸς αὐτὴν δυσὶν [ ὀρθαῖς ἴσας τὰς γωνίας,

ἀφ᾽ ἑνὸς μὲν ὡρμημένας σημείου, φερομένας δὲ τὴν 1ὼὸ μὲν ἐπὶ τάδε τὴν δὲ ἐπ᾽ ἐκεῖνα τῆς εὐθείας.