Prop. I.9: Διχοτομία εὐθυγράμμου γωνίας¶
Euclid: [I.9]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 270–277; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ἐροῦμεν ὅτι τῆς πρὸς τῇ κορυφῇ γωνίας ἴσης ἀποδειχθείσης εἵπετο καὶ τὸ πάντα εἶναι πᾶσιν ἴσα διὰ τὸ τέταρτον. τοῦτο οὖν ἔδει μόνον καθ᾽ αὑτὸ ἀποδεικνύναι, τὰ δ᾽ ἄλλα ὡς ἑπόμενα λαμβάνειν.
Ἔοικεν δὲ τὴν ἰσότητα τῶν πρὸς ταῖς κορυφαῖς γωνιῶν ἥ τε τῶν περιεχουσῶν πλευρῶν τὰς γωνίας καὶ ἡ τῶν βάσεων ἰσότης ποιεῖν. οὔτε γὰρ ἀνίσων οὐσῶν τῶν βάσεων αἷ αὐταὶ γωνίαι μένουσι τῶν περιἐχουσῶν ὑποκειμένων, ἀλλὰ τῆς βάσεως ἐλαττουμένης
συνελασσοῦται ἡ γωνία καὶ αὐξομένης συναύξεται, οὔτε τῶν αὐτῶν βάσεων οὐσῶν, τῶν δὲ πλευρῶν ἀνισαζομένων μένει ἡ γωνία. ἀλλ᾽ ἑλασσουμένων μὲν αὔξεται, αὐξανομένων δὲ ἐλασσοῦται. πάσχουσι γὰρ ἐναντίον πάθος αἴ γωνίαι ταῖς περιεχούσαις. καὶ
1 γὰρ ἐπὶ τῆς αὐτῆς βάσεως εἰ νοήσειας εἰς τὸ κάτω διελκομένας τὰς πλευράς, αὐτὰς μὲν ἐλαττοῖς, αὔξεις ὃ τὴν γωνίαν τὴν ὑπ᾽ αὐτῶν περιεχομένην καὶ πλείω ποιεῖς αὐτῶν τὴν ἀπ’ ἀλλήλων διάστασιν, εἰ δὲ ἀνἀγομένας καὶ προσθήκην δεχομένας, ἐλαττοῖς τὴν γω-
320 νίαν, ἣν περιλαμβάνουσι. συμπίπτουσι γὰρ ἐπὶ πλέον τῆς κορυφῆς αὐτῶν πορρωτέρω γινομένης τῆς βά-
σεως. ἀσφαλὲς οὖν λέγειν καὶ τὴν βάσιν τὴν αὐτὴν οὖσαν καὶ τὰς πλευρὰς ἴσας ὑπαρχούσας τὴν ἰσότητα τῆς γωνίας ἀφορίζξειν.
f. Friedlein 271 · p. 271χορ. Υ̓ἼΠΠ]Ι, ὑγοόῦὶ]ὶ. ΠΠΠ. Τὴν δοθεῖσαν εὐθύγραμμον γωνίαν δέχα τεμεῖν. .
Τοῖς προβλήμασιν ἀναμίγνυσι τὰ θεωρήματα καὶ τοῖς θεωρήμασι συμπλέχει τὰ προβλήματα καὶ δι᾽ ἀμφοτέρων τὴν ὅλην συμπεραίνει στοιχείωσιν τότε μὲν τὰ ὑποκείμενα ποριζόμενος, τότε δὲ τὰ περὶ αὐτὰ συμπτώματα Ϊ θεωρῶν. δείξας τοίνυν διὰ τῶν πρόσθεν καὶ περὶ ἕν τρίγωνον τῇ ἰσότητι τῶν πλευρῶν ἑπομένην τὴν ἰσότητα τῶν γωνιῶν καὶ ἀνάπαλιν, καὶ περὶ δύο τρίγωνα ὡσαύτως, πλὴν ὅτι τῆς ἀντιστροφῆς ὁ τρόπος διαφέρων ἦν ἐπί τε τοῦ ἑνὸς τριγώνου καὶ τοῖν δυοῖν, μέτεισιν ἐπὶ τὰ προβλήματα καὶ ἐπιτάττει τὴν δοθεῖσαν γωνίαν εὐθύγραμμον δίχα τεμεῖν. καὶ δῆλον ὅτι δέδοται μὲν ἐνταῦθα κατὰ τὸ εἶδος ἡ γωνία. εὐθύγραμμος γὰρ εἴρηται καὶ οὐχ ἡ τυχοῦσα. τὸ γὰρ πᾶσαν γωνίαν δίχα τεμεῖν οὐχ ἔστιν κατὰ στοιχείωσιν, ὅπου καὶ ἀμφισβητήσιμον, εἰ καὶ δυνατὸν πᾶσαν διχοτομῆσαι γωνίαν. τὴν γὰρ κερατοειδῇ γωνίαν εἰ δυνατὸν δίχα διελεῖν ἀπορήσειας ἄν.
᾿φωρισταί γε μὴν καὶ ὁ λόγος τῆς τομῆς, καὶ
τοῦτο πάλιν εἰκότως, τὸ γὰρ εἰς τὸν τυχόντα λόγον διελεῖν ἐκβαίνει τὴν παροῦσαν παρασκευήν, οἷον εἰς τρία ἴσα ἢ τέτταρα ἢ πέντε. τὴν μὲν γὰρ ὀρθὴν τρίχα τεμεῖν δυνατὸν ὀλίγοις χρησάμενον τῶν ἑξῆς, τὴν δὲ
ὀξεῖαν ἀδύνατον μὴ ἐπ᾽’ ἄλλας μεταβάντα γραμμᾶς, 55
f. Friedlein 272 · p. 272αἵ τοῦ μικτοῦ εἰσιν εἴδους. δηλοῦσι δὲ οἵ πρόθεσιν ποιησάμενοι ταύτην τὴν δοθεῖσαν εὐθύγραμμον γωνίαν τρέχα τεμεῖν. Νικομήδης μὲν γὰρ ἐκ τῶν κογχοειδῶν γραμμῶν, ὧν καὶ τὴν γένεσιν καὶ τὴν τάξιν καὶ τὰ συμπτώματα παραδέδωκεν, αὐτὸς εὕρετὴς ὧν τῆς ἰδιότητος αὐτῶν, πᾶσαν εὐθύγραμμον γωνίαν ἐτριχοτόμησεν. ἕτεροι δὲ ἐκ τῶν Ἱππίου καὶ Νικομήδους τετραγωνιζουσῶν πεποιήχασι τὸ αὐτό, μικταῖς καὶ οὗτοι χρησάμενοι γραμμαῖς ταῖς τετραγωνιξούσαις. ἄλλοι δὲ ἐκ τῶν ᾿ἀρχιμηδείων ἑλίκων ὁρμηθέντες εἰς τὸν δοθέντα λόγον ἔτεμον τὴν δοθεῖ-
σαν εὐθύγραμμον γωνίαν᾽ ὧν τὰς ἐπινοίας δυσθεωρήτους οὔσας τοῖς εἰσαγομένοις παραλείπομεν ἐν τῷ παρόντι. μᾶλλον γὰρ ἂν κατὰ καιρὸν ἐξετάσαιμεν ἴσως ἐν τῷ τρίτῳ βιβλίῳ τοῦ στοιχειωτοῦ τὴν δοθεῖσαν περιφέρειαν δίχα τέμνοντος. καὶ γὰρ ἐκεῖ ὁ αὐτὸς τρόπος τῆς ξητήσεως μὴ δίχα μόνον, ἀλλὰ καὶ τρίχα τεμεῖν, καὶ ἀπὸ τῶν αὐτῶν γραμμῶν αἱ ἐπιβολαὶ τοῖς παλαιοῖς γεγόνασι τῆς εἰς τρία ἴσα πάσης 80 περιφερείας διαιρέσεως. εἰκότως ἄρα καὶ ὁ μεμνημένος [Ὁ] εὐθείας καὶ περιφερείας, τὰ δὲ ἐκ τούτων ὑφιστάμενα κατὰ μίξιν εἴδη δυσεξέλικτα ὄντα καὶ δυσαρίθμητα μὴ περιεργαξόμενος πάσας τὰς τοιαύτας ξητήσεις παρίησιν, ὅσαι τῶν μικτῶν προσδέονται παρέδωκεν Ο, παραδέδωκεν (. ὃ εὐπεποιήκασι Ο.
f. Friedlein 273 · p. 273γραμμῶν, ἐπὶ τῶν πρωτίστων καὶ ἁπλουστάτων εἰδῶν καὶ τὰ ἐκ τούτων μόνων ἢ πορίζεσθαι δυνάμενα ἢ θεωρεῖσθθαι προτιθεὶς εἰς ζήτησιν᾽ ὁποῖον δὴ καὶ τὸ νῦν προκείμενόν ἐστι πρόβλημα τὸ τὴν δοθεῖσαν ! εὐθύγραμμον γωνίαν δίχα τεμεῖν. χρῆται γὰρ ἐν τούτῳ πρὸς μὲν τὴν κατασκευὴν αἰτήματι ἑνὶ καὶ τῷ πρώτῳ καὶ τρίτῳ θεωρήματι, πρὸς δὲ τὴν ἀπόδειξιν τῷ ὀγδόῳ μόνῳ θεωρήματι. δεῖται γὰρ πάντως ἀποδείξεως καὶ τὰ προβλήματα, ὡς καὶ πρότερον εἴπομεν, καὶ τὸ ἐπιστημονικὸν ἀπὸ ταύτης προσλαμβάνει. Ἴσως δ᾽ ἄν τινες ἐνσταῖεν τῷ γεωμέτρῃ τὸ συνἐστάμενον ἰσόπλευρον ἐπ᾽ αὐτοῦ λέγοντες τὴν κορυφὴν οὐκ ἐντὸς ἔχειν τῶν δύο εὐθειῶν, ἀλλ᾽ ἥτοι ἐπὶ τῆς ἑτέρας ἢ καὶ ἐκτὸς ἀμφοτέρων, γίγνεσθαι δὲ σαφὲς τὸ λεγόμενον διὰ τῶν στοιχείων. ἔστω γωνία ἡ ι5
ὑπὸ βαγ, ἣν δεῖ διχοτομῆσαι, καὶ α ἐπὶ τῆς αβ σημεῖον τὸ β καὶ ἴση τῇ βα ἡ γα καὶ ἐπεξεύχθω ἡ βγ καὶ ἐπὶ ταύτης ἰσόπλευρον τρίγωνον τὸ βγδ. τοῦτο δὴ τὸ ὃ σημεῖον γυ ἢ μεταξὺ ἔσται τῶν αβ ἂγ εὐθειῶν ἢ ἐπὶ τῆς αβ ἢ ἐπὶ τῆς αγ ἢ ἐκτὸς ἑκατέρας. ὁ μὲν οὖν στοιχειωτὴς μεταξὺ ἔλαβεν αὐτό, καὶ διὰ τοῦτο κωλύοντες καὶ τὴν
ἀπόδειξιν ἐμποδίξοντές φασιν ἢ ἐπὶ τῆς ἑτέρας αὐτὸ 0
f. Friedlein 274 · p. 274κεῖσθαι τῶν εὐθειῶν ἢ καὶ ἐκτὸς ἀμφοτέρων. κείσθω τοίνυν ἐπὶ τῆς αβ τὸ δ, ὥστε εἶναι ἰσόπλευρον τὸ βγὸ. ἴση ἄρα ἡ ὃβ τῇ ὃγ καὶ αἱ πρὸς τῇ βάδει ἴσαι ἡ ὑπὸ γβὸ καὶ ἡ ὑπὸ βγδ, μείξων ἄρα ὅλη ἡ ὑπὸ ὃ βγε τῆς ὑπὸ γβὸ γωνίας. πάλιν ἐπεὶ ἴση ἡ βα τῇ γα, ἰσοσκελὲς τὸ αβγ καὶ ἴσας ἕξει τὰς ὑπὸ βγ βάσιν.
ἴση ἄρα ἡ ὑπὸ βγε τῇ ὑπὸ γβδ. ἦν δὲ καὶ μείξων, ὅπερ ἀδύνατον. οὐκ ἄρα δύναται ἡ τοῦ ἰσοπλεύρου
κορυφὴ ἐπὶ τῆς εὐθείας εἶναι τῆς αβδ. ὁμοίως δείξομὲν ὅτι οὐδὲ ἐπὶ τῆς αγε. κείσθω οὖν ἐκτὸς ἀμ-
φοτέρων, εἰ δυνατόν. ἐπεὶ οὖν ἴση ἡ βὸ τῇ γὸ, ἴσαι αἴ πρὸς τῇ βάσει ἡ ὑπὸ βγὸ καὶ ἡ ὑπὸ γβδ. μείζων ἄρα ἡ ὑπὸ βγὸ τῆς ὑπὸ γβε. πόλλῳ ἄρα μείξων ἡ ὑπὸ βγξ τῆς ὑπὸ γβε. ἀλλὰ καὶ ἴση, εἶ γὰρ ὑπὸ τὴν βγ βάσιν τοῦ
αβγ ἰσοσκελοῦς, ὅπερ ἐστὶν ἀδύνα-
τον. οὐκ ἄρα τὸ ὃ σημεῖον ἔξω κείσεται ᾿ κατὰ ταῦτα τὰ μέρη τῶν δύο εὐθειῶν. ὁμοίως δὴ δείξομεν ὅτι οὐδὲ κατὰ τὰ
ἕτερα. καὶ ὁρᾷς πάλιν ὅτι τὸν ἔλεγχον πεποιήμεθα
f. Friedlein 275 · p. 275τῶν ἐνστάσεων προσχρώμενοι τῷ τὰ ἰσοσκελῆ τρίγωνα τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας ἔχειν. τοῦτο ἐκεῖνο, ὃ καὶ πρότερον ἐλέγομεν ὅτι πολλὰ τῶν τῇ ἐπιστήμῃ μαχομένων σαθρὰ καὶ εὐέλεγκτα διὰ τούτου δείκνυται τοῦ θεωρήμα [τος καὶ ὡς ταύτην ἀποπληροῖ τῷ γεωμέτρῃ τὴν χρείαν.
Εἰ δὲ λέγοι τις τόπον μὴ εἰδέναι ὑπὸ τὴν βγ βάσιν, δέον ἔσται συστήσασθαι τὸ ἰσόπλευρον ἐπὶ τὰ
αὐτὰ ταῖς βα αγ. ἀνάγκη τοίνυν ἢ αὐταῖς ταῖς βὰ αγ τὰς συνισταμένας ἐφαρμόξειν, εἴπερ καὶ αὐταὶ ἴσαι τὸ τῇ γβ, ἢ ἐκτὸς αὐτῶν πίπτειν, εἰ αὐταὶ ἐλάσσους τῆς βγ, ἢ ἐντός, εἰ μείξους αἵ βα αγ τῆς βγ. ἐφαρμοξέτωσαν πρῶτον, καὶ ἰσόπλευρον αὐτὸ τὸ βαγ, καὶ σημεῖον Ἷ ἐπὶ τῆς αβ τὸ ὃ, καὶ ἀπὸ τῆς Σ 1 αγ τῇ αὃ ἴση ἀφῃρήσθω ἡ κε, καὶ ἐπεζεύχθωσαν αἵ δε, βε, 2 γ γὸ, αξ. ἐπεὶ οὖν ἴση ἡ αβ τῇ ἂν καὶ ἡ αὃ τῇ ἀε, δύο αἱ βα ἀε δυσὶν ἴσαι ταῖς γα αδ, καὶ τὴν αὐτὴν γωνίαν περιέχουσιν, ὥστε καὶ πάντα ἴσα πᾶσιν καὶ ἡ ὑπὸ δβε γωνία ἴση τῇ ὑπὸ
εγδ, ἴση δὲ καὶ ἡ ὃβ τῇ ἐγ καὶ ἡ βε τῇ γὸ, καὶ
Ὡ τῇ βάσει Ἡ, 6. 8 καὶ οἴη. Ο, αἀᾶ. Ο6. 71: εἰδέναι) εἶναι
f. Friedlein 276 · p. 276πάντα ἄρα πᾶσιν, ὥστε καὶ ἡ ὑπὸ δεβ γωνία ἴση τῇ ὑπὸ εὃγ, ὑπὸ γὰρ ταύτας αἵ ἴσαι πλευραὶ ὑποτείνουσιν. ἴση ἄρα καὶ ἡ δ τῇ εξ διὰ τὸ ἕκτον. ἐπεὶ οὖν ἡ ἀε ἴση τῇ αὃ καὶ ἡ αξ κοινὴ καὶ ἡ δ τῇ ξε ἴση [Ὁ], τέτμηται ἡ ὑπὸ δαε γωνία εἰς ἴσα, ὅπερ ἔδει ποιῆσαι.
εἰ δὲ ἐχτὸς πίπτοιεν τῶν βα αγ εὐθειῶν αἵ τοῦ ἰσοἃ πλεύρου τριγώνου πλευραί, ἔστωσαν αἴ βὸ ὃγ καὶ ἐπιξευχθεῖσα ἡ δα ἐκβεβλήσθω ἐπὶ το ε. ἐπεὶ οὖν ἴσαι αἱ βὸ ὃγ, κοινὴ δὲ ἡ 2 ᾽ δα, καὶ αἴ βα αγ ἴσαι, καὶ ἡ ὑπὸ βδα γωνία ἴση τῇ ὑπὸ γδα
διὰ τὸ ὄγδοον. πάλιν ἐπεὶ αἱ βὸ ὃγ ἴσαι καὶ ἡ δὲ κοινὴ γωνίας ἴσας περιέχουσιν, ὡς δέδεικται. ἴση καὶ ἡ βὲ τῇ ἐγ βάσει διὰ τὸ τέταρτον. [ ἐπεὶ οὖν ἡ αβ κ τῇ αγ ἴση καὶ ἡ αε κοινή, καὶ ἡ
ὑπὸ βαε γωνία ἴση τῇ ὑπὸ γαε. ὅπερ ἔδει δεῖξαι. εἰ δὲ ἐντὸς τῶν βα αγ πίπτοιεν αἱ τοῦ ἰσοπλεύρου τριγώνου πλευραί, ὡς αἵ
βὸ ὃγ, ἐπεξεύχθω πάλιν ἡ αὃ.
7 ἐπεὶ οὖν ἴση ἐστὶν ἡ βα τῇ ἂ7
2 ταῦταις Ἡ, ταύτης ΟΘ. 4 τῇ οὖ αδ οι. Ἢ, δ Απῖθ [6 τέτμη-
ται οχοϊαϊι ΠΟΥΤΡΡΡΕῚ καὶ ἡ ὑπὸ δαξ ἐμ τῇ ὑπὸ ταΐ καὶ.
Βι τα Μ. 6 αἵ τοῦ) αὐτοῦ τοῦ Ο, αἴ ε 10 κοινὸν Οὗ, ἃ τὸ ΛΜ.
κοινὴ Ο. 14 ὡς) οὐ Μι 11 γὰ 21 ΠΡ μον σ.
f. Friedlein 277 · p. 277καὶ ἡ αὃ κοινή, βάσις δὲ ἡ βδ βάσει τῇ γδ ἴση ἐστίν, καὶ ἡ γωνία ἄρα ἡ ὑπὸ βαδ γωνίᾳ τῇ ὑπὸ γαὸδ ἴση διὰ τὸ ὄγδοον. δίχα ἄρα τέμνεται ἡ πρὸς τῷ α γωνία, ὕπως ἂν συνιστῆται τὸ ἰσόπλευρον.
᾿Α4λλ᾽ ἐπειδὴ καὶ ταύτας συνεκεφαλαιωσάμεθα, τῶν ἑξῆς ἐχώμεθα θεωρημάτων τοιοῦτον προστιθέντες περὶ τοῦ δεδόσθαι τὴν γωνίαν ὅτι τετραχῶς δύναται δίδοσθαι᾽ καὶ γὰρ θέσει, ὡς ὅταν λέγωμεν πρὸς τῇδε τῇ εὐθείᾳ καὶ τῷδε τῷ σημείῳ κεῖσθαι τὴν γωνίαν καὶ εἶναι δεδομένην αὐτὴν οὕτως — καὶ εἴδει, οἷον τὸ ὅταν ὀρθὴν λέγωμεν ἢ ὀξεῖαν ἢ ἀμβλεῖαν ἢ ὅλως εὐθύγραμμον ἢ μικτήν — καὶ λόγῳ, ὅταν διπλασίαν λέγωμεν τῆςδε καὶ τριπλασίαν ἢ ὅλως μείζονα καὶ ἐλάσσονα — καὶ μεγέθει, ὥσπερ ὅταν τρίτον ὀρθῆς λέγωμεν. ἡ δὲ νῦν κατὰ τὸ εἶδος δέδοται μόνον.
Χ, ὑγοόῦὶ]. Υ. Τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην δίχα τεμεῖν.