f. Friedlein 277 · p. 277

Prop. I.10: Διχοτομία πεπερασμένης εὐθείας

Euclid: [I.10]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 277–280; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

Πρόβλημα καὶ τοῦτο πεπερασμένην μὲν εὐθεῖαν ὑποτιθέμενον, ἐπειδὴ κατ᾽ ἀμφότερα ἄπειρον οὐδαμῶς

ἐστιν ὁρίσαι, τῆς δὲ κατὰ θάτερα μόνον ἀπείρου, ὅπουπερ ἂν ληφθῇ σημεῖον, εἰς ἄνισα ἡ τομὴ γίνεται· μείξων γὰρ ἐξ ἀνάγκης ἡ ἐφ᾽ ἃ ἡ ἄπειρος τῆς λοιπῆς πεπερασμένης οὔσης. λείπεται οὖν ἐπ’ ἄμφω πεπερασμένην λαμβάνειν τὴν δίχα τέμνεσθαι μέλλουσαν. ἴσως δ᾽ ἄν τινες ἐκ τούτου ) κινούμενοι τοῦ προβλή-

f. Friedlein 278 · p. 278

ματος ὑπονοήσειαν ὅτι προείληπται παρὰ τοῖρ γεωμέτραις ὡς ὑπόθεσις τὸ μὴ εἶναι τὴν γραμμὴν ἐξ ἀμερῶν. εἰ γὰρ εἴη, ἢ ἐκ περιττῶν ἐστιν ἡ πεπερασμένη ἢ ἐξ ἀρτίων. ἀλλ᾽ εἰ ἐκ περιττῶν, ἔοικεν καὶ τὸ ἀμερὲς τέμνεσθαι δίχα τῆς εὐθείας τεμνομένης, ἐπεὶ θάτερον αὐτῆς μέρος ἐκ πλειόνων ἀμερῶν ὑπάρχον ἔσται μεῖξον τοῦ λοιποῦ. οὐκ ἄρα δυνατὸν ἔσται τὴν δοθεῖσαν εὐθεῖαν δίχα τεμεῖν, εἴπερ ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ μὴ ἐξ ἀμερῶν, ἐπ᾽’ ἄπειρον διαἱρεῖται. ἔοικεν οὖν, φασίν, ὡμολογῆσθαι τοῦτο καὶ εἶναι ἀρχὴ γεωμετρικὴ τὸ μέγεθος τῶν εἰς ἄπειρον εἶναι διαιρουμένων. ἡμεῖς δέ γε τὸ τοῖ Γεμίνου πρὸς ταῦτα ἐροῦμεν, ὅτι τὸ μὲν διαιρετὸν εἶναι τὸ συνεχὲς κατὰ κοινὴν ἔννοιαν οἵ γεωμέτραι προλαμβάτὸ νουσιν. τοῦτο γὰρ εἷναί φαμεν συνεχὲς τὸ ἐκ μερῶν συνημμένων ὑφευτώς. πάντως δὲ τοῦτο καὶ διαιρεῖσθαι δυνατόν. ὅτι δὲ καὶ ἐπ᾽ ἄπειρον διαιρεῖται τὸ συνεχὲς οὐ προειλήφασιν ἀλλ᾽ ἀποδεικνύουσιν ἐκ τῶν οἰκείων ἀρχῶν. ὅταν γὰρ δεικνύωσιν ὅτι ἔστιν τὸ ἀσύμμετρον ἐν τοῖς μεγέθεσι καὶ οὐ πάντα σύμμετρα ἀλλήλοις, τί ἄλλο δεικνύναι φήσει τις αὐτοὺς ἢ ὅτι πᾶν μέγεθος εἰς ἀεὶ διαιρεῖται καὶ οὐδέποτε ἥξομεν εἰς τὸ ἀμερές, ὃ ἐστι κοινὸν μέτρον τῶν μεγεθῶν ἐλάχιστον. τοῦτο οὖν ἀποδεικτόν ἐστιν, ἐκεῖνο δὲ ἀξίωμα, ὅτι πᾶν συνεχὲς διαιρετόν, ὥστε καὶ ἡ πεπερασμένη γραμμὴ συνεχὴς διαιρετή ἐστιν. καὶ ἀπὸ ταύτης τῆς

θ ἐπι θάτερον Ἡ. 1 ἐστὶ ΟΘ.ςἁἩ 10 φησὶν ο Ι ὁμολογεῖσθαι Ὁ. 11 ἀρχὴν γεω δτρικὴν σ. 18 ἐνταῦθα Ὁ, πρὸς ταῦτα Ο6. 14 προσλαμβάνουσι Θ. 16 συνημμένον ΗἮ, ἐροπέθηςι8᾽ 8, “οοηθηυϊδ᾽ Ζ, [[ὑ ἐστῶς Ἡ, ὑφεστός Ο. 11τὸ

f. Friedlein 279 · p. 279

ἐννοίας ὁ στοιχειωτὴς διχοτομεῖ τὴν πεπερασμένην εὐθεῖαν, ἀλλ᾽ οὐχ ὡς προλαμβάνων ὅτι εἰς ἄπειρον

διαιρετή ἐστιν. οὐ γὰρ ταὐτὸν διαιρετὸν εἶναί τι καὶ ἐπ᾿ ἄπειρον διαιρετόν. ἐλέγχοιτο δ᾽ ἂν διὰ τοῦ προ-

βλήματος τούτου καὶ ὁ Ξενοκράτειος λόγος ὁ τὰς ὁ

ἀτόμους εἰσάγων γραμμάς. ὅλως γὰρ δἰ ἔστι γραμμή, ἢ εὐθεῖά ἐστι καὶ δυνατὸν αὐτὴν δίχα τε] μεῖν, ἢ περιφερὴς καὶ μείζων ἐστὶν εὐθείας τινός — πᾶσα γὰρ περιφερὴς πάντως ἔχει τινὰ εὐθεῖαν ἐλάσσονα — ἢ μικτὴ καὶ πολλῷ πλέον αὕτη διαιρετή ἐστιν. εἴπερ ἐξ ἁπλῶν ἐστι διαιρετῶν.

᾿4λλὰ ταῦτα μὲν εἰς ἄλλην ἀναβεβλήσθω θεωρίαν. τέμνει δὲ δίχα τὴν πεπερασμένην εὐθεῖαν ὁ γεωμέτρης εἰς μὲν τὴν κατασκευὴν τῷ πρώτῳ καὶ τῷ ἐνάτῳ χρώμενος, εἰς δὲ τὴν ἀπόδειξιν τῷ τετάρτῳ μόνῳ. διὰ γὰρ τῶν γωνιῶν δείκνυσιν ἴσας τὰς βάσεις. ᾿4πολλώνιος δὲ ὁ Περγαῖος τέμνει τὴν δοθεῖσαν εὐθεῖαν πεπερασμένην δίχα τοῦτον τὸν τρόπον. ἔστω, φησίν,

ἡ αβ εὐθεῖα πεπερασμένη, ἣν δεῖ δίχα τεμεῖν, καὶ

ὦ α, διαστήματι δὲ τῷ αβ γεγράφθω κύκλος,

καὶ πάλιν κέντρῳ τῷ β, διαστήματι δὲ τῷ βα ἕἔτερος κύκλος, καὶ ἐπεξζεύ-

f. Friedlein 280 · p. 280

ἐπεξεύχθωσαν γὰρ αἴ γα γβ — ἑκατέρα γὰρ ἴση τῇ αβ, κοινὴ δὲ ἡ γδ, καὶ ἡ δα τῇ δβ ἴση διὰ τὰ αὐτά· ἡ ἄρα ὑπὸ αγὸδ γωνία ἴση τῇ ὑπὸ βγδ, ὥστε δίχα

τέτμηται ὁ αβ διὰ τὸ τέταρτον. τοιαύτη τίς ἐστιν καὶ

Ὁ ἡ κατὰ ᾿4πολλώνιον τοῦ προκειμένου προβλήματος ἀπόδειξις, ἀπὸ μὲν τοῦ ἰσοπλεύρου τριγώνου καὶ αὐτὴ ληφθεῖσα, ἀντὶ δὲ τοῦ λαβεῖν δίχα τεμνομένην τὴν πρὸς τῷ γ γωνίαν δεικνύουσα ὅτι δίχα τέτμηται διὰ τὴν ἰσότητα τῶν βάσεων. πολλῷ δὴ οὖν κρείττων ἡ

τοῦ στοιχειωτοῦ ἀπόδειξις καὶ ἁπλουστέρα καὶ ἀπὸ τῶν ἀρχῶν.

χορ. ΧΙ, ὑγόθὶ 1. Τῇ δοθείσῃ εὐθείᾳ ἀπο τοῦ πρὸς αὐτῇ δοθέντος σημείου πρὸς ὀρθὰς γωνίας εὐθεῖαν γραμμὴν ἀγαγεῖν.

1ὅ Εἴτε πεπερασμένην κατ᾿ ἀμφότερα τὴν εὐθεῖαν λάβοιμεν, εἴτε κατ᾽ ἀμφότερα ἄπειρον, εἴτε ὡδὶ μὲν ἄπειρον, ὧδὶ δὲ πεπερασμένην καὶ τὸ σημεῖον ἐπ᾽ αὐτῆς, τοῦ γεωμέτρου προχωρεῖ ἡ κατασκευὴ τοῦ προκειμένου προβλήματος. κἂν γὰρ ἐπ᾽ ἄχρας τῆς 0 εὐθείας ἦ τὸ δοθὲν σημεῖον, προσεκβάλλοντες τὴν εὐθεῖαν τὰ αὐτὰ ποιήσομεν. δῆλον δὲ ὅτι τὸ μὲν σημεῖον ἐνταῦθα τῇ θέσει δέδοται ἐπὶ τῆς εὐθείας κείμενον μοναχῶς κατὰ τὴν θέσιν, ἡ δὲ εὐθεῖα κατὰ τὸ

4 τέμνεται ΟΘὄ. 8. τέμνεται ΟΘ. 10 καὶ δείο ἁπλουστέρα