Prop. I.4: Πρῶτον θεώρημα ἰσότητος τριγώνων (Πλευρὰ-Γωνία-Πλευρά)¶
Euclid: [I.4]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 233–243; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
εἴτε τέμνοιεν ἀλλήλας, εἴτε ἡ ἑτέρα τὴν ἑτέραν, εἴθ᾽
ὁπωσοῦν ἄλλως ἔχοιεν θέσεως.
Ῥγχορ. 1ΠΙ, ἰβοοσ. 1. Ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς ταῖς δυσὶ πλευραῖς ἴσας ἔχῃ, ἑκατέ-
ραν ἑκατέρᾳ, ἔχει δὲ καὶ γωνίαν γωνίᾳ ἴσην·
τὴν ὑπὸ τῶν ἴσων πλευρῶν περιεχομένην, καὶ τὴν βάσιν τῇ βάσει ἴσην ἔξει καὶ τὸ τρίγωνον τῷ τριγώνῳ ἴσον ἔσται καὶ αἴ λοιπαὶ γωνίαι 9 “᾿ ΦὋ΄ »ο ταῖς λοιπαῖς γωνίαις ἴσαι ἔσονται, υφ᾽ ἂς αἴ ἴσαι πλευραὶ ὑποτείνουσιν.
Τοῦτο πρῶτον θεώρημα ἐν τῇ στοιχειώσει παρεἰλήφαμεν, τὰ δὲ πρὸ τούτου πάντα προβληματικὰ ἦν, τὸ μὲν πρῶτον Ϊ περὶ τὴν τῶν τριγώνων γένεσιν πραγματευόμενον, τὸ δὲ δεύτερον καὶ τρίτον ἴσην εὐθεῖαν ὥλλην ἄλλῃ πορίσασθαι προτιθέμενα, καὶ τούτῶν τὸ μὲν ἀπὸ τοὺ οὐχ ἴσου τὴν ἴσην ὑφίστατο, τὸ δὲ ἀπὸ τοὺ ἀνίσου κατὰ ἀφαίρεσιν τὸ ἴσον εὕρισκεν. τῆς οὖν ἰσοτήτος. ἣ τὸ πρώτιστον ἐστιν ἐν τῷ ποσῷ συμπτωμα, πεπορισμένης κατά τε τὸ τρίγωνον καὶ εὐθείας, τοῦτο πρῶτον ὅπερ ἐξεθέμεθα θεώρημα παραδέδωσιν ἐπ᾽ ἐκχείνοις. καὶ πῶς γὰρ ἔμελλεν μὴ προὑποστήσας τὰ τρίγωνα μηδὲ πορισάμενος τὴν γένεσιν
f. Friedlein 234 · p. 234αὐτῶν περὶ τῶν καθ᾽ αὑτὸ συμβεβηκότων αὐτοῖς διδάσκειν καὶ γωνιῶν τῶν ἐν αὐτοῖς ἰσότητος καὶ
πλευρῶν, πῶς δὲ ἂν ἔλαβεν πλευρὰς ἴσας πλευραῖς καὶ εὐθείας ἄλλαις εὐθείαις μὴ τοῦτο διαπραγματευ-
σάμενος προβληματικῶς καὶ μηχανησάμενος τὴν τῶν ἴσων εὐθειῶν εὕρεσιν; λεγέτω γὰρ εἰ τύχοι πρὸ τῆς ἐχείνων ποιήσεως, ὅτι ἐὰν δύο τρίγωνα τόδε τι τὸ σύμπτωμα ἔχῃ, ἕξει καὶ τόδε πάντως. ἄρα οὖν οὐ ῥάδιον παντὶ πρὸς αὐτὸν ἀπαντᾶν ἴσμεν γὰρ ὅλως,
εἰ συνίστασθαι δύναται τρίγωνον; ἐπαγέτω δὲ καὶ ὅτι κἂν τὰ δύο τρίγωνα τὰς δύο πλευρὰς ἴσας ἔχῃ ταῖς δύο πλευραῖς —.- οὐκ ἂν τις καὶ πρὸς τοῦτο διηπόρῃσεν, μήποτε οὐδὲ δυνατὸν εὐθείας ἀλλήλαις ἴσας εἷναι; καὶ μάλιστα ἐπὶ τῶν γεωμετρίας εἰδῶν, ἐν οἷς
οὐ πάντως ἀνισότητος οὔσης καὶ ἰσότης ἐστίν. μαθησόμεθα γοῦν ὅτι ἡ κερατοειδὴς ἀεὶ ἄνισος τῇ ὀξείᾳ καὶ οὐδέποτε ἴση, καὶ ἡ τοῦ ἡμικυκλίου ὡσαύτως. καὶ ἡ μετάβασις ἀπὸ τοῦ μείξονος ἐπὶ τὸ ἔλασσον οὐ πάντως διὰ τοῦ ἴσου γίνεται.
Ταῦτα τοίνυν ὁ στοιχειωτὴς προαναιρῶν καὶ τῶν τριγώνων τὴν σύστασιν παραδέδωκεν — κοινὴ γάρ
ἐστι τῶν τριῶν εἰδῶν — καὶ τὰς τῶν ἴσων εὐθειῶν γενέσεις καὶ ταύτας διττάς, τὴν μὲν γὰρ μὴ οὖσαν
f. Friedlein 235 · p. 235ὅλως ὑφίστησι, τὴν δὲ ἀπὸ τῆς ἀνίσου κατὰ ἀφαίρεσιν πορίζεται. καὶ τούτοις εἰκότως ἐπιφέρει τὸ θεώρημα, δι’ οὗ δείκνυται, πῶς τὰ τρίγωνα τὰ ἔχοντα δύο πλευρὰς δύο πλευραῖς ἴσας, ἑκατέραν ὁχατέρα καὶ τὴν γωνίαν τῇ γωνέᾳ ἴσην τὴν ὑπὸ τῶν ἴσων περιεχομένην ἀναφαίνεται καὶ τὴν βάσιν ἴσην ἔχοντα τῇ βάσει καὶ τὸ ἐμβαδὸν τῷ ἐμβαδῷ καὶ τὰς λοιπὰς γωνίας ταῖς λοιπαῖς ἴσας. τρία γάρ ἐστι τὰ δεικνύμενα, δύο δὲ τὰ διδόμενα περὶ τὰ τρίγωνα. δέδοται μὲν οὖν δύο πλευρῶν ἰσότης καὶ δύο πλευραί — καὶ δῆλον τὺ ὅτι τῷ λόγῳ δέδοται — καὶ γωνίας αὖ τῆς ὑπὸ τῶν ἴσων περιεχομένης πρὸς γωνίαν ἰσότης. ζητεῖται δὲ τρία, ἢ τῆς βάσεως πρὸς τὴν βάσιν ἰσότης ἢ τοῦ
τριγώνου πρὸς τὸ τρίγωνον ἢ τῶν λοιπῶν γωνιῶν πρὸς τὰς λοιπάς. ἐπειδὴ δὲ δυνατὸν ἦν τὰς μὲν δύο ιὉ πλευρὰς ἴσας ἔχειν ταῖς δύο ᾿ πλευραῖς, οὐ μέντοι τὸ θεώρημα ἀληθεύειν τῷ μὴ εἶναι ἑκατέραν ἑκατέρᾳ ἴσην, ἀλλὰ ἅμα ἀμφοτέρας, διὰ τοῦτο προσέθηκεν ἐν τοῖς δεδομένοις τὸ ἴσας εἷναι τὰς πλευρὰς οὐχ ἁπλῶς, ἀλλ᾽ ξδκατέραν ἑκατέρα. εἰ γὰρ ἔτυχεν τῶν τριγώνων Ὁ θάτερον ἔχον τὴν μὲν τῶν πλευρῶν τριῶν μονάδων, τὴν δὲ τεττάρων, τὸ δὲ ὑπόλοιπον τὴν μὲν πέντε, τὴν δὲ δυεῖν, ὀρθῆς οὔσης τῆς ὑπὸ τούτων περιεχομένης γωνίας, ἦσαν μὲν ἂν αἱ δύο ἅμα πλευραὶ ταῖς δύο ἴσαι — ἑπτὰ γὰρ καὶ αὗται καὶ ἐκεῖναι — οὐκ τὸ ἐδείκνυτο δὲ ἴσον τῷ τριγώνῳ τὸ τρίγωνον ὅπου μὲν γὰρ τὸ ἐμβαδόν ἐστιν ξξ, ὅπου δὲ πέντε, καὶ τὸ
f. Friedlein 236 · p. 236τοῦδε αἴτιον, ὅτι οὐχὶ καὶ ἑκατέρα ἴση ἐστὶν ἑκατέρᾳ. πολλσὶ γοῦν ἐν διανομαῖς τισι χωρίων τοῦτο μὴ παραφυλάξαντες τὸ μεῖξον λαβόντες χωρίον δικαίων ἀπηνέγχαντο δόξαν ὡς τὸ ἴσον ἑλόμενοι διὰ τὸ συναμφοτέρας τὰς περιεχούσας ἴσας εἶναι συναμφοτέραις. δεὶ τοίνυν καὶ ἑκατέραν ἑκατέρᾳ λαμβάνειν ἴσην καί, ὅπου ὧν ὁ στοιχειωτὴς τοῦτο προστιθῇ, ἐπισημαίνεσθαι ὡς οὐ μάτην προστίθησιν᾽ ἐπεὶ καὶ περὶ τῆς τῶν γωνιῶν ἰσότητος τῶν δεδομένων ἴσων διαλεγόμενος προσέθηκἂν τὸ τὴν ὑπὸ τῶν ἴσων περιεχομένην, ἵνα μὴ ἀδιορίστῶς φηθέντος τῶν πρὸς τὴν βάσιν τινὰς λάβωμεν γωνιῶν. καὶ μὴν καὶ τὴν βάσιν ἐπὶ τῶν τριγώνων, μηδεμιᾶς μέν πω προωνομασμένης, τὴν πρὸς τῇ ὄψει κειμένην πλευράν, τῶν δὲ δυεῖν ἤδη προειλημμένων, ι ἐξ ἀνάγκης τὴν λοιπὴν εἶναι βάσιν ὑποθετέον. διὸ καὶ ἐνταῦθα ὁ στοιχειωτὴς τὰς δύο προλαβὼν ἴσας ταῖς δύο πλευραῖς τὰς ὑπολοίπους βάσεις τῶν τριγώνῶν ἐκάλεσεν. τρίγωνον δὲ αὖ ἴσον τριγώνῳ λέγεται τηνικαῦτα, ἡνίκα ἂν τὸ ἐμβαδὸν αὐτῶν ἴσον ἧ. δυὺ νατὸν γὰρ τῶν περιμέτρων ἴσων ὑπαρχουσῶν διὰ τὴν ἀνισότητα τῶν γωνιῶν καὶ τὰ ἐμβαδὰ ἄνισα εἶναι. καλῶ δὲ ἐμβαδὸν αὐτὸ τὸ χωρίον τὸ ὑπὸ τῶν τοῦ τριγώνου πλευρῶν ἀπολαμβανόμενον, ὥσπερ δὴ περίμέτρον τὴν συγχειμένην ὶ γραμμὴν ἐκ τριῶν τριγωνι: κῶν πλευρῶν. ἄλλο οὖν ἑκάτερον καὶ δεῖ μετὰ τῆς τῶν περιμέτρων ἰσότητος κατὰ μίαν πλευρὰν καὶ τὰς
f. Friedlein 237 · p. 237γωνίας ἴσας εἶναι, εἰ μέλλοι καὶ τὸ ἐμβαδὸν εἶναι τῷ ἐμβαδῷ ἴσον. συμβαίνει δὲ ἐπέ τινων καὶ τῶν ἐμβαδῶν ἴσων ὄντων ἀνίσους εἶναι τὰς περιμέτρους καὶ τῶν περιμέτρων ἴσων οὐσῶν ἄνισα τὰ ἐμβαδά. ὃδυεἴν γοῦν ὄντων τριγώνων ἰσοσκελῶν, ὧν ἑχάτερον ἔχει τὰς ἴσας πλευρὰς ἀπὸ πέντε μονάδων, τῶν δὲ βάσεων τὸ μὲν ὀχτώ, τὸ δέ ξξ᾽ τούτων ὁ μὲν ἄπειρος γεωμετρίας εἴποι ἂν μεῖξον εἶναι τὸ ἔχον ὀχτὼ τὴν βάσιν. πᾶσα γὰρ ἔσται ἡ περίμετρος ὀκτωκαίδεκα. ὁ δ᾽ αὖ γεωμετρικὸς εἴποι ἂν ὅτι ἑκατέρου τὸ ἐμβα- ι0 ὁδόν ἐστι δώδεκα. καὶ ταῦτα ἀποδείξει κάθετον ἀγαγὼν ἐν ἑκατέρῳ τῶν τριγώνων ἀπὸ τῆς κορυφῆς καὶ ποιήσας ταύτην ἐπὶ θατέρῳ μέρει τῶν τῆς βάσεως τμημάτων. ἔστιν δὲ ὥσπερ ἐφην καὶ τῶν περιμέτρων ἰσαξομένων ἄνισα εἶναι τὰ χωρία. καὶ ἤδη τινὲς κοι- ι΄: νωνοὺς ἑαυτῶν ἐν διανομαῖς χωρίων παρεκρούσαντο διὰ τῆς κατὰ τὴν περίμετρον ἰσότητος μεῖξον λαβόντες χωρίον.
Βάσις δὲ αὖ ἴση λέγεται εἶναι βάσει καὶ ὅλως εὐθεῖα ἴση ἐστὶν ἄλλῃ εὐθείᾳ, ἐπειδὰν αὐτὼν τὰ πέθατα συναπτόμενα ὅλην ὅλῃ ποιήσει ἐφαρμόσαι. πᾶσα μὲν γὰρ εὐθεῖα ἐπὶ πᾶσαν ἐφαρμόττει. τῶν δὲ ἴσων καὶ κατὰ τὰ πέρατα γίνεται ἡ ἐφαρμογή. γωνία δὲ ἴση γωνίᾳ λέγεται ἡ εὐθύγραμμος τῇ εὐθυγράμμῳ, ὅταν μιᾶς τῶν περιεχουσῶν τὴν ἑτέραν πλευρῶν τιθεμένης
ὃ καὶ ρμοδὶ εἶναι δἀὰ, ὦ. ὅ Εἴρσυγαβ ἐγϊδηραϊοταπι δάάϊι
f. Friedlein 238 · p. 238ἐπὶ μέαν τῶν τῆς ἑτέρας καὶ ἡ λοιπὴ τῇ λοιπῇ ἐφαρμόξῃ. ὅταν δὲ ἡ λοιπὴ ἔξω πίπτῃ τῆς λοιπῆς, μείζων ἐστὶν ἡ γωνία, ἧς ἡ πλευρὰ ἔξω πέπτωκεν. ὅταν δὲ ἐντός, ἐλάσσων. ὅπου μὲν γὰρ περιλαμβάνει τὴν ἑτέραν, ὕπου δὲ περιλαμβάνεται ὑπ’ αὐτῆς. τὴν δὲ ἰσότητα τῶν γωνιῶν ληψόμεθα κατὰ τὴν ἐφάρμοσιν τῶν πλευρῶν ἐπὶ τῶν εὐθυγράμμων καὶ ἐπὶ τῶν ἄλλων τῶν ὁμοειδῶν, οἷον τῶν μηνοειδῶν, τῶν ᾿ϊ ξυστροεἰδῶν, τῶν ἀμφικύρτων. ἐπεὶ δυνατὸν καὶ ἴσας εἶναι
καὶ μὴ ἐφαρμόττειν ἀλλήλαις τὰς πλευράς. ἴση γάρ ἐστιν ἡ ὀρθὴ μηνοειδεῖ τινὶ γωνίᾳ, καὶ ἀδύνατον ἐφαρμόσαι ταῖς εὐθείαις τὰς περιφερείας. ἔτι τοίνυν ἐκεῖνο προληπτέον, ὅτι ὑποτείνειν λέγονται γωνίας αἴ πλευραὶ αἴ κατ᾽ ἀντικρὺ κείμεναι. πᾶσα γὰρ τρι1 γωνικὴ γωνία περιέχεται μὲν ὑπὸ δύο τῶν τοῦ τριγώνου πλευρῶν, ὑποτείνεται δὲ ὑπὸ τῆς λοιπῆς. διὸ καὶ ὁ γεωμέτρης τῷ καὶ τὰς γωνίας ἴσας εἶναι προσἔθηκεν τὸ ὑφ᾽ ἃς αἱ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἵνα μὴ νομίσωμεν ἀδιάφορον εἶναι οἵαν ποτὲ γωνίαν λα0 βεῖν καὶ ταύτην ἴσην εἰπεῖν τῇ τυχούσῃ τῶν λοιπῶν δύο τοῦ τριγώνου γωνιῶν. ἀλλὰ ἴσας λέγωμεν, ἃς ὑποτείνουσιν αἵ ἴσαι πλευραί, καὶ μὴν τῶν ἴσων πλευρῶν ἡ μὲν ὑποτείνει τὴν ἑτέραν. ἡ δὲ μία τῶν περιἐχουσῶν τὴν λοιπήν. Πρὸς μὲν οὖν τὴν σαφήνειαν τοῦ θεωρήματος τοσαῦτα προειλήφθω, πρὸς δὲ τὴν ἀπόδειξιν ἐκεῖνο
τῇ λοιπῇ οτη. Ἡ. 8 ὅτε σ, ὅταν Ὁ. 9. καὶ μὴ
ἴσας γ καὶ ἴσας 6. 16 τῶν τοῦ τριγώνου) τοῦ ἰτον ΜΠ.
f. Friedlein 239 · p. 239προλάβωμεν, ὅτι δύο εὐθεῖαι χωρίον οὐ περιέχουσι. τοῦτο γὰρ ὡς ὁμολογούμενον ὁ γεωμέτρης ἔλαβεν. εἰ γὰρ τὰ πέρατα, φησίν, ἐφαρμόσει τῶν βάσεων ἀλλήλοις, ἐφαρμόσουσι καὶ αἴ βάσεις, εἰ δὲ μή, δύο
φ φ Φ᾿ .« εὐθεῖαι χωρίον περιέξουσι. πόθεν οὐν, οτι τοῦτο
ἀδύνατον; ἔστωσαν δύο εὐθεῖαι περιέχουσαι χωρίον
αἴ αγβ αὃβ καὶ ἐκβεβλήσθωσαν ἐπ’ ἄπειρον. καὶ κέντρῳ
τῷ 8, διαστήματι δὲ τῷ αβ γεγράφθω κύκλος ὁ αεξ. ἐπεὶ οὖν διάμετρος ἡ αγβξ, ἡμίσεια τῆς περιφερείας ἐστὶν ἡ αεξ. πάλιν
ας ςω
ἐπεὶ διάμετρος ἡ αδβε, ἡμίσεια τῆς τοῦ κύχλου περιφερείας ἐστὶν ἡ αε. [περιφέρειαι] ἄρα ἴσαι εἰσὶν αἴ
αὲ αεΐξ, ὕπερ ἀδύνατον. οὐκ ἄρα δύο εὐθεῖαι χωρίον
περιέχουσιν, ὁ ὃ χαὶ ὁ στοιχειωτὴς εἰδὼς ἐν τῷ πρώτῳ τῶν αἰτημάτων ἔλεγεν, ἀπὸ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν, ὡς ἂν μιᾶς ἀεὶ δυναμένης εὐθείας ἐπιζευγνύναι τὰ δύο σημεῖα καὶ
οὐ δυεῖν. περιφέρειαι μὲν γὰρ πλείους ἐπιξευγνύουσιν »·
καὶ ἐπὶ τὰ αὐτὰ μέρη καὶ ἐπὶ τὰ ἐναντία. οὕτω γὰρ καὶ τὰ πέρατα τῆς διαμέτρου ἐπιξεύγνυται διὰ δύο
ὨΟΙΘΙΩ᾽ Ζ2, “δάνοσβδυὶδ οὐἱθοϊϊ θη), πῃ Ἰηδυρίηθ “ΘΟ; Βίγα-
ἩοΘπι· 8. 4 ἐφαρμόζξουσι 6. 10 κύκλος ὁ αθὲ γε-
γράφθω ΘΟ. 1· αβὲ 6, οἱ Η͂ γυῖπια πᾶ. 14 ἡ αβὲ 6. μὐν μά δδ ραν αὐ, Κη. 17]. 1 ἡ αε αβὲ ΜἩ γεῖταα ὔδηιυ,
αβε, αβξ 6, αἱ κε αεξ Κη. 11. 19 ἐπιξευγνῦσθαι Ο, ΠΥ ΔΕΙΣ, Ο. ἢ τὰ δύο σημεῖα… ἐπιξευγνύουσι οτα, σ.
f. Friedlein 240 · p. 240μὲν περιφερειῶν, μιᾶς δὲ εὐθείας. δυνατὸν δὲ καὶ ἐχτὸς τῶν ἡμικυκλίων καὶ ἐντὸς ἀπείρους γράψαι περιφερείας ] ἐπιξευγνυούσας τὰ δοθέντα σημεῖα. τὸ ὃὲ αἴτιον, ὅτε ἡ εὐθεῖα ἐλαχίστη ἐστὶν τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν. ἕν δὲ πανταχοῦ τὸ ἐλάχιστον καὶ ἀεὶ μέτρον γίνεται τῶν ἄλλων. ὥσπερ οὖν ἡ ὀρθὴ μία οὖσα μέτρον γίνεται τῆς ἀπειρίας τῶν ἄλλων γωνιῶν — διὰ γὰρ ταύτης κἀκείνας εὑρίσκομεν — οὕτω χαὶ ἡ εὐθεῖα συντελεῖ πρὸς τὴν καταμέτρησιν τῶν μὴ εὐθειῶν. Τοσαῦτα καὶ περὶ τούτων ὅτι δὲ ἡ σύμπασα τούτου τοῦ θεωρήματος ἀπόδειξις ἀπὸ κοινῶν ἐννοιῶν ἤρτηται καὶ ὡς αὐτοφυής ἐστι καὶ ἀπ᾿ αὐτῆς ὡρμημένη τῆς τῶν ὑποθέσεων ἐναργείας παντὶ καταφανές. διότε μὲν γὰρ ἴσαι εἰσὶν αἱ δύο πλευραὶ ταῖς δυσίν, ἑκατέρα ἑχατέρα, ἐφαρμόξουσιν ἀλλήλαις. διότι δὲ αἴ ὑπὸ τῶν ἴσων περιεχόμεναι γωνίαι ἴσαι, καὶ αὗται ἐφαρμόττουσι. τῆς δὲ γωνίας ἐπὶ τὴν γωνίαν ἁρμοξούσης καὶ τῶν πλευρῶν ἐπὶ τὰς πλευρὰς ἐφαρμόσει . χαὶ τὰ πέρατα κάτω τῶν πλευρῶν, εἰ δὲ ταῦτα, καὶ ἡ βάσις ἐφαρμόσει τῇ βάσει, εἰ δὲ αἱ τρεῖς ταῖς τρισί, καὶ ὅλον τὸ τρίγωνον τῷ τριγώνῳ καὶ πάντα πᾶσιν. ἡ ἄρα ἰσότης ἐν ὁμοειδέσιν ὀφθεῖσα τῆς ὕλης ἀποδείξεως αἰτία ἀνεφάνη. δύο γάρ ἐστιν ἐνταῦθα ἀξιώματα “5 συνεχτικὰ τῆς συμπάσης μεθόδου τοῦ προκειμένου θεωρήματος, ὃν μὲν ὅτι τὰ ἐφαρμόξοντα ἴσα ἀλλήλοις -α τοῦτο ἁπλῶς ἀληθὲς καὶ οὐδὲ ἑνὸς προσδιορισμοῦ
f. Friedlein 241 · p. 241δεόμενον, ᾧ χρῆται ὁ στοιχειωτὴς ἐπί τε τῆς βάσεως καὶ τοῦ ἐμβαδοῦ καὶ τῶν λοιπῶν γωνιῶν ταῦτα γάρ φησιν, διότι ἐφαρμόξει, ἴσα ἐστίν — ἕτερον δὲ ὅτι τὰ ἴσα ἐφαρμόξει ἀλλήλοις —- τοῦτο δὲ οὐκ ἐπὶ πᾶντῶν ἀληθές, ἀλλ᾽ ἐπὶ τῶν ὁμοειδῶν. ὁμοειδῆ δὲ λέγω οἷον εὐθεῖαν εὐθείᾳ καὶ περιφέρειαν περιφερείᾳ τοῦ αὐτοῦ κύκλου καὶ γωνίας γωνίαις ὑπὸ ὁμοίων ὁμοίως κειμένων περιεχομέναις. τούτων δὲ ὅτι τὰ δεδομένα ἴσα, ἐφαρμόξει ἀλλήλοις᾽ ὥστε εἶναι συνελόντι φάναι τὴν πᾶσαν ἀπόδειξιν τοιαύτην δέδοται ἴσα τάδε
τοῖσδε, πλευραὶ δύο δυσὶ καὶ γωνίαι αἱ ὑπ᾿ αὐτῶν περιεχόμεναι, καὶ ἐφαρμόττει ἀλλήλοις ταῦτα. εἰ δὲ ταῦτα ἐφαρμόττει ἀλλήλοις, καὶ ἡ βάσις τῇ βάσει καὶ πᾶντα πᾶσιν᾽ εἰ δὲ ἐφαρμόττει ταῦτα, καὶ ἴσα ἐστίν· εἰ ἄρα δέδοται ἴσα τάδε τοῖσδε, συναποδείκνυται καὶ ὅτι πάντα πᾶσιν ἴσα. καὶ οὗτος πρῶτος ἀναφαίνεται τρύπος τῆς γνώσεως τῶν ἴσων πάντη τριγώνων. ᾿4λλὰ περὶ μὲν τῆς ὕλης ἀποδείξεως τοσαῦτα᾽ Κάρπος δὲ ὁ μηχανικὸς ἐν τῇ ἀστρολογικῇ πραγματείᾳ τὸν περὶ τῶν προβλημάτων καὶ θεωρημάτων λόγον ἀνακινήσας — εἰ μὲν κατὰ καιρὸν ἢ μή, παρείσθω πρὸς τὸ παρόν — ἐμβαλὼν δὲ ὅμως εἰς τὴν
8– σα ἐστίν… ἐφαρμόξει οπν. ἢ, ὅ δέ ταῦτα λέγω (,
f. Friedlein 242 · p. 242τούτων διάκρισιν τῇ τάξει πρότερον τὸ προβληματικὸν γένος εἶναί φησι τῶν θεωρημάτων. τὰ γὰρ ὑποκείμενα, περὶ [ἃ] τὰ συμπτώματα ξητεῖται, διὰ τῶν προβλημάτων ἀνευρίσκεσθαι. καὶ τοῦ μὲν προβλήματος τὴν πρότασιν ἁπλὴν εἶναι καὶ πάσης ἐντέχνου συνἐσεῶς ἀπροσδεὰᾶ — τόδε γάρ τι φανερῶς ποιῆσαι παρακελεύεται᾽ συστήσασθαι τὸ ἰσόπλευρον τρίγωνον, ἢ δύο δοθεισῶν εὐθειῶν τῇ ἐλάσσονι ἀπὸ τῆς μείξονος ἴσην ἀφελεῖν. τί γὰρ τούτων ἀσαφὲς καὶ περιεἰργασμένον; — τοῦ δὲ θεωρήματος ἐργώδη καὶ πολλῆς δεομένην ἀκριβείας καὶ ἐπιστημονικῆς κρίσεως, ἵνα μήτε πλεονάξουσα φαίνηται μήτ᾽ ἐλλείπουσα τῆς ἀληθείας, οἷον δὴ καὶ τοῦτο πρώτιστον ὃν τῶν θεωρημάτων. καὶ ἐπὶ μὲν τῶν προβλημάτων μία τις ἔστιν ὁδὸς ἡ διὰ τῆς ἀναλύσεως εὑρημένη κοινή, καθ᾽ ἣν προιόντες δυνάμεθα κατορθοῦν. οὕτω γὰρ τὰ ἀσαφέστερα θηρᾶται τῶν προβλημάτων. ἐπὶ δὲ τῶν θεωρημάτων δύσληπτος ἡ μεταχείρησις, ὡς μέχρις ἡμῶν, φησί, μηδένα δύνασθαι κοινὴν παραδοῦναι μέθοδον τῆς τούτων εὑρέσεως, ὥστε καὶ διὰ τὴν ῤῥαστώνην
ἁπλούστερον ἂν εἴη τὸ προβληματικὸν γένος. τούτων ὃξ διωρισμένων ..Διὰ ταῦτα ἄρα, φησί, καὶ ἐν τῇ στοιχειώσει τὰ προβλήματα προηγεῖται τῶν θεωρημάτῶν, καὶ ἀπὸ τούτων ἡ στοιχείωσις ἄρχεται, καὶ τὸ
f. Friedlein 243 · p. 243διότι τὸ πέμπτον ἐξ αὐτῶν δείκνυται, ἀλλ᾽ ὅτι, καὶ εἰ μηδὲν τῶν πρὸ αὐτοῦ δεῖται πρὸς τὴν ἀπόδειξιν, ἔδει πρωτεύειν ἐχεῖνα, διότι προβλήματα ἦν, τοῦτο δὲ θεώρημα. παντελῶς γὰρ ἐπὶ τούτου ταῖς κοιναῖς ἐννοίαις] χρῆται καὶ τρόπον τινὰ τὸ αὐτὸ τρίγωνον ἐν διαφόροις λαμβάνει τόποις κείμενον. καὶ γὰρ ἡ ἐφαρμογὴ καὶ ἡ ἀπὸ ταύτης ἰσότης δεικνυμένη παντάπασιν ἔχεται τῆς αἰσθητῆς καὶ ἐναργοῦς ὑπολήψεως. ἀλλ᾽ ὅμως καὶ τοιαύτης οὔσης τῆς τοῦ πρώτου θεωρήματος ἀποδείξεως εἰκότως προηγήσατο τὰ προβλήματα. διότι το καθόλου τὴν προηγουμένην ἐκεῖνα τάξιν ἔλαχεν.·
Καὶ ἴσως τῇ μὲν τάξει τὰ προβλήματα πρὸ τῶν θεωρημάτων ἐστὶ καὶ μάλιστα τοῖς ἀπὸ τῶν περὶ τὰ αἰσθητὰ στρεφομένων τεχνῶν ἀνιοῦσιν Ϊ ἐπὶ θεωρίαν. τῇ δὲ ἀξίχ τὰ θεωρήματα προυπάρχει τῶν προβλη- 1 μάτων. καὶ ἔοικεν ἡ ὕλη γεωμετρία, καθ᾽ ὃ μὲν συνἅπτει ταῖς πολλαῖς τεχναῖς, ἐνεργεῖν προβληματικῶς, καθ᾽ ὃ δὲ τῇ πρώτῃ ἐπιστήμῃ γειτνιᾷ, θεωρηματικῶς ἀνάγεσθαι ἀπὸ τῶν προβλημάτων ἐπὶ τὰ θεωρήματα, ἀπὸ δευτέρων ἐπὶ πρῶτα καὶ [ἐκ] τεχνικωτέρων εἰς ἐπιστημονικώτερα. μάταιον οὖν τὸν Γεμῖνον αἰτιᾶσθαι ὡς τὸ θεώρημα τελειότερον εἶναι τοῦ προβλήματος λέγοντα. καὶ γὰρ αὐτὸς ὁ Κάρπος τοῖς προβλήμασι τὸ προηγεῖσθαι κατὰ τὴν τάξιν ἀποδέδωκεν, ὁ δὲ Γεμῖνος κατὰ τὴν τελειοτέραν ἀξίαν. καὶ μὴν καὶ περὶ τοῦ τετάρτου θεωρήματος εἴπομεν, ὅπως τρόπον τινὰ δεῖται τῶν πρὸ αὐτοῦ προβλημάτων, ἐν οἷς καὶ τῶν τριγώνων τὰς γενέσεις καὶ τῆς ἰσότητος τὴν εὕρεσιν ἐμάθομεν.
ἀ ἐπὶ τούτοις αΘ. ὅ ἐν διαφόροις ἀοῖ. ποῖ. ὦ. 18 θεω-