f. Friedlein 244 · p. 244

Prop. I.5: Ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι (Πάππος)

Euclid: [I.5]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 244–251; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

Προκείσθω δὲ νῦν καὶ ὅτι ὡς μὲν ἐν θεωρήμασιν ἁπλούστατόν ἐστι καὶ ἀρχοειδέστατον. ἀπ᾽ αὐτῶν γὰρ ὡς εἰπεῖν μόνων αὐτοφυῶς δείκνυται τῶν πρώτων ἐννοιῶν. σύμπτωμα δὲ τι περὶ τὰ τρίγωνα φαινόμε-

γον τὰ ἔχοντα τὰς δύο πλευρὰς ταῖς δίο πλευραῖς ἴσας καὶ τὰς ὑπ᾽ αὐτῶν περιεχομένας γωνίας ἀποδεικνύον εἰκότως μετὰ τὰ προβλήματα τέτακται, δι᾽ ὧν τὰ ὑποκείμενα τῷ συμπτώματι τούτῳ καὶ ὅλως τὰ δεδομένα κατεσκευάζξετο.

Ῥτορ. Υ͂, ἰῃθου. 11. Τῶν ἰσοσκελῶν τριγώνων αἵ πρὸς τῇ βάσει γωνίαι ἴσαι εἰσίν᾽ καὶ προσἐκβληθεισῶν τῶν ἴσων εὐθειῶν αἱ ὑπὸ τὴν

βάσιν γωνίαι ἴσαι εἰσί.

Τῶν θεωρημάτων τὰ μέν ἐστιν ἁπλᾶ, τὰ δὲ σύνιόθετα. λέγω δὲ ἁπλᾶ μέν, ὅσα κατὰ τὰς ὑποθέσεις καὶ κατὰ τὰ συμπεράσματα ἀδιαίρετά ἐστιν, ἕν ἔχοντα τὸ δεδομένον καὶ τὸ ζητούμενον ἕν᾽ οἷον εἰ οὕτως ἔλεγεν ὁ στοιχειωτής᾽ πᾶν τρίγωνον ἰσοσκελὲς ἴσας ἔχει τὰς πρὸς τῇ βάσει γωνίας — σύνθετα δὲ τὰ ἐκ γυ πλειόνων ἢ τὰς ὑποθέσεις ἔχοντα συγκειμένας ἢ τὰ συμπεράσματα τῆς ὑποθέσεως οὔσης ἁπλῆς ἢ καὶ ἀμφότερα. καὶ τούτων τὰ μέν ἐστι συμπεπλεγμένα, τὰ ὃὲ ἀσύμπλεκτα. ἐστὶ δὲ ἀσύμπλεκτα μέν, ὅσα σύνθετα ὄντα μὴ δύναται διαιρεῖσθαι εἰς ἁπλᾶ θεωρήὁ ματα, ὥσπερ τὸ τέταρτον. ἐν ἐκείνῳ γὰρ καὶ τὸ δεδομένον σύγκειται καὶ τὸ ἑπόμενον, ἀλλ᾽ οὐ δύναται

f. Friedlein 245 · p. 245

διαιρεθῆναι τὸ δεδομένον εἰς ἁπλᾶ καὶ ποιήσασθαι θεωρήματα. οὐ γάρ, ἐὰν ἴσας ἔχῃ μόνας τὰς πλευρὰς τὰ τρίγωνα ἣ μόνην τὴν πρὸς τῇ κορυφῇ γωνίαν, συμβαίνει τὰ λοιπά. συμπεπλεγμένα δέ, ὅσα διαιρεῖται εἰς ἁπλᾶ, οἷον ἐκεῖνο τὸ θεώρημα᾽ τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα τὸν αὐτὸν ἔχει λόγον ταῖς βάσεσι. δυνατὸν Ϊ γὰρ καὶ διελόντα εἰπεῖν᾽ τὰ τρίγωνα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος τὸν αὐτὸν ἔχει λόγον ταῖς βάσεσι, καὶ ἐπὶ τῶν παραλληλογράμμων ὁμοίως. πάντων δὲ τῶν συνθέτων τὰ μὲν κατὰ τὸ συμπέρασμα συντίθεται ἀπὸ τῆς αὐτῆς ὑποθέσεως ὁρμηθέντα, τὰ δὲ κατὰ τὰς ὑποθέσεις ἔχει τὴν σύνθεσιν καὶ τὸ αὐτὸ πάσαις ἐπάγει συμπέρασμα, τὰ δὲ κατὰ τὸ συμπέρασμα καὶ τὰς ὑποθέσεις συνθετά ἐστι. κατὰ μὲν οὖν τὸ συμπέρασμα ἐνταῦθα (9) σύνθεσίς ἐστιν. ἐπὶ τούτου γὰρ τοῦ θεωρήματος τρία ἐστὶ τὰ συναγόμενα᾽ ὅτι αἱ βάσεις ἴσαι. ὅτι τὰ τρίγωνα ἴσα, ὅτι αἴ λοιπαὶ γωνίαι ἴσαι, ὑφ᾽ ἃς αἴ ἴσαι

πλευραὶ ὑποτείνουσιν — κατὰ δὲ τὰς ὑποθέσεις ἐπὶ τοῦ κοινοῦ τῶν τριγώνων καὶ παραλληλογράμμων θεωρήματος, τῶν ὑπὸ τὸ αὐτὸ ὕψος ὄντων — κατ᾽ ἀμφότερα δὲ ὡς ἐπ᾽ ἐκείνου· αἵ διάμετροι τῶν κύκλων καὶ τῶν ἐλλείψεων τά τε χωρία διχὰ διαιροῦσι καὶ τὰς περιεχούσας τὰ χωρία γραμμάς. τῶν δὲ συμπεπλεγμένῶν τὰ μέν ἐστι καθολικά, τὰ δὲ ἐκ τῶν ἐπὶ μέρους συνάγει τὸ καθόλου. ἐὰν γὰρ εἴπωμεν, ὅτι ἡ διάμετρος τὸν κύκλον καὶ τὴν ἔλλειψιν καὶ τὰ παραλληλό-

f. Friedlein 246 · p. 246

γραμμα διαιρεῖ, ἕκαστον μὲν τῶν συμπεπλεγμένων οἱ καθόλου λαμβάνομεν, τὸ δὲ ἐκ πάντων καθόλου ποιοὔμεν, ἐὰν δὲ εἴπωμεν᾽ ἐν κύκλῳ πᾶσαι αἴ διὰ τοῦ κέντρου διχοτομοῦσιν ἀλλήλας καὶ τὰς τῶν τμημάτων πάντων γωνίας ἴσας ποιοῦσι, καθόλου λέγομεν. ἐπὶ γοῦν τῆς ἐλλείψεως οὔτε πᾶσαι αἴ τῶν τμημάτων γωνίαι ἴσαι εἰσίν, ἀλλὰ μόνων τῶν ὑπὸ τοῦ ἄξονος γινομένων. ὅλως δὲ τὰς συνθέσεις ταύτας ἐμηχανήσαντο οἵ γεωμέτραι διά τε τὴν συντομίαν καὶ διὰ τὰς ἀναλύσεις. πολλὰ γὰρ ἀσύνθετα μὲν ὄντα οὐκ ἀναλύεται, συντεθέντα δὲ μόνως εὐοδίαν παρέχει πρὸς τὴν ἐπὶ τὰς ἀρχὰς ἀνάλυσιν. Τούτων δὴ προτεθεωρημένων τὸ πέμπτον θὲεὥρημα σύνθετον πάντως ῥητέον καὶ κατ᾽ ἀμφότερα σύν θετον, κατά τε τὸ δεδομένον καὶ κατὰ τὸ ξητούμένον, ἃ καὶ ὁ στοιχειωτὴς ἐνδεικνύμενος ὃν ὃν αὐτὸ ἐμέρισεν καὶ χωρὶς ἑκάτερα παρέθετο τὰ διδόμενα καὶ τὰ ζητούμενα, τῶν ἰσοσκελῶν εἰπὼν αἵ πρὸς τῇ βάσει ἴσαι, καὶ πάλιν ἑξῆς καὶ προσεκβληθεισῶν τῶν ἴσων 0 αἱ ὑπὸ τὴν βάσιν ἴσαι. οὐ γὰρ δύο δεῖ νομέξειν εἶναι θεωρήματα, ἀλλ᾽ ἕν, σύνθετον δὲ ὃν καὶ κατὰ τὸ δεδομένον καὶ χατὰ τὸ ζητούμενον. καὶ τῶν συγκειμένων ἑκάτερον τέλειον καὶ ἀληθές, διὸ καὶ ἡ ἀνάλυσις ἀληθὴς ἀφ᾽ ἑκατέρου. εἴτε γὰρ αἵ πρὸς τῇ :Ὁ βάσει ἴσαι, ἰσοσκελὲς τὸ τρίγωνον, εἴτε αἱ ὑπὸ τὴν

f. Friedlein 247 · p. 247

βάσιν, ἴσαι εὐθεῖαι προσεκβέβληνται καὶ τὸ Ϊ τρίγωνον ἰσοσκελές. ἀλλ᾽ ὁ στοιχειωτὴς πρὸς μὲν τὸ τὰς πρὸς τῇ βάσει γωνίας ἴσας εἶναι ποιήσεται τὴν ἀντιστροφήν, πρὸς δὲ τὸ τὰς ὑπὸ τὴν βάσιν ἴσας οὐκέτι. καίτοι καὶ τοῦτο ἀληθές.

Τούτου μὲν οὖν τὴν αἰτίαν ὕστερον λέξομεν, νῦν ὁὲ ἐκεῖνο πρῶτον ζητήσωμεν, δι’ ἣν αἰτίαν ὅλως τοῦτο προσαπέδειξεν τὸ τὰς ὑπὸ τὴν βάσιν ἴσας εἶναι. οὐδαμῶς γὰρ τούτῳ χρήσεται πρὸς ἄλλων ἢ κατασκευὴν ἢ ἀπόδειξιν προβλημάτων ἢ θεωρημάτων. ἄχρηστον οὖν ἐσόμενον τί ἔδει παρεμβάλλειν τῷ θεὠρήματι τούτῳ; ῥητέον δὴ πρὸς ταύτην τὴν ζήτησιν, ὕτε καὶ εἰ μηδαμοῦ χρῆσθαι μέλλοι τῷ καὶ τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσχελῶν γωνίας ἴσας εἷναι, ἀλλὰ πρός γε τὰς τῶν ἐνστάσεων ἀνατροπὰς καὶ τὰς διαλύσεις τῶν ἀντιπιπτόντων τοῖς θεωρήμασιν ἔσται τοῦτο χρήσιμον. ἐπιστημονικὸν δὲ καὶ τεχνικὸν προοικονομεῖσθαι τὰς λύσεις τῶν μαχομένων τοῖς ῥηθήσεσθαι μέλλουσι καὶ τῶν ἀπαντήσεων προκαταβάλλεσθαι τὰς ἀφορμάς, ἵνα μὴ μόνον αἱ τῶν ἀληθῶν ἀποδείξεις διὰ τῶν προαποδεδειγμένων, ἀλλὰ καὶ οἵ τοῦ ψεύδους ἔλεγχοι δι᾿ ἐκείνων γένονται. καὶ λάβοις ἂν καὶ ἐκ τούτου πρὸς ῥητορικὴν ὄφελος τῆς ἐν γεωμετρίᾳ τάἕξεως. ὁ γὰρ καὶ ἐν ἐκείνοις τοῖς λόγοις τοῦτο δυνάμενος ποιῆσαι καὶ προιδεῖν τὰ μαχόμενα τοῖς ἐφεξῆς κεφαλαίοις καὶ πρὸ τῆς ἐκείνων μεταχειρήσεως ὡς δὴ

f. Friedlein 248 · p. 248

πάρεργον ἄλλοις προηγουβένοις συγκατασκευάσαι τὰς λύσεις αὐτῶν, οὗτος ἀσφαλεστάτην ἂν μάλιστα μέθοδον προέσταιτο τῶν ἀγώνων. τοῦτο τοίνυν καὶ ὁ στοιχειωτὴς ἔργῳ διδάσκων ἡμᾶς πρὸ τῶν θεωρημάτῶν, οἷς τὰ ἀντιπίπτοντα διαλύσομεν τῷ νῦν δεικνυμένῳ χρώμενοι, συναποδείχνυσιν τὸ καὶ τὰς ὑπὸ τὴν βάσιν τῶν ἰσοσκελῶν γωνίας ἴσας εἷναι καὶ προευτρεπίζει τὸν τοῦ ψεύδους ἐπ᾽ ἐκείνων ἔλεγχον. ἔσται. δὲ προιοῦσιν δῆλον ὅτι καὶ ἐπὶ τοῦ ἑβδόμου θεωρήματος

ιὸ καὶ ἐπὶ τοῦ ἐνάτου τὰς φερομένας ἐνστάσεις ἀπὸ τούτου διαλύσομεν. ἐκ δὴ τούτου φανερὸν καὶ δι’ ἣν αἰτίαν οὐκ ἀντέστρεψεν καὶ ἀπὸ τούτου τὸ ἔχτον, ὡς οὐδὲ τούτου προηγουμένην ἔχοντος χρείαν, ἀλλὰ κατὰ συμβεβηκὸς ἡμῖν πρὸς τὴν ὅλην ἐπιστήμην συνιὸ τελοῦντος. Εἰ δέ τις ἡμᾶς ἀπαιτοίη καὶ μὴ προσεχβάλλοντας τὰς ἴσας εὐθείας ἀποδεικνύναι τῶν ἰσοσκελῶν ἴσας

τὰς πρὸς τῇ βάσει γωνίας — οὐ γὰρ χρῆναι διὰ τῶν ὑπὸ τὴν βάσιν ἀποδεικνύναι καὶ ταύτας ἴσας — τρό-

90 πον τινὰ μεταθέντες τὴν κατασκευὴν καὶ τὰς ἔξω ποιἥσαντες ἐντὸς τοῦ ἰσοσκελοῦς δείξομεν τὸ προκείμενον.

ἔστω γὰρ ἰσοσκελὲς τὸ αβγ καὶ εἰλήφθω σημεῖον τυχὸν ἐπὶ τῆς αβ τὸ ὃ, καὶ ἀπὸ τῆς ἂγ ἴση τῇ αὃ ἡ αε καὶ ἐπεξεύχθωσαν αἴ βε ὃγ δε. ἐπεὶ οὖν ἴση ἡ

f. Friedlein 249 · p. 249

αβ τῇ ἂγ καὶ ἡ αὃ τῇ ἷ αε καὶ γωνία ἡ α κοινή, ἔσται καὶ ἡ βε ἴση τῇ ὃγ καὶ αἷ λοιπαὶ γωνίαι ταῖς λοιπαῖς, ὥστε ἡ ὑπὸ αβε τῇ ὑπὸ «

αγὸ ἴση ἐστίν. πάλιν ἐπεὶ ἡ ὃβ

ἴση τῇ ἐγ καὶ ἡ βε τῇ ὃγ καὶ γωνία ἡ ὑπὸ ὃὅβε τῇ ὑπὸ εγὸ ἴση,

καὶ ἡ δὲ βάσις κοινή, καὶ πάντα

ἴσα πᾶσιν, ὥστε ἡ μὲν ὑπὸ εδβ “ 7 ἴση τῇ ὑπὸ δεγ, ἡ δὲ ὑπὸ δεβ ἴση τῇ ὑπὸ εδὃγ. ἐπεὶ οὖν ἡ ὑπὸ εδβ ἴση τῇ ὑπὸ δεγ, ὧν ἀφήρηνται ἴσαι τὸ αἴ ὑπὸ δεβ εὃγ, λοιπαὶ ἄρα αἱ ὑπὸ βὸγ γεβ ἴσαι εἰσίν. εἰσὶν δὲ καὶ αἱ βὸ ὃγ πλευραὶ ἴσαι ταῖς γε εβ

ἑκατέρα ἑκατέρᾳ καὶ ἡ βγ κοινὴ βάσις, καὶ πάντα ἄρα πᾶσιν, ὥστε καὶ αἴ λοιπαὶ γωνίαι, ὑφ᾽ ἃς αἵ ἴσαι πλευραὶ ὑποτείνουσιν, ἴσαι εἰσίν. ἴση ἄρα ἡ ὑπὸ δβγυ τῇ ὑπὸ εγβ’ ὑποτείνει γὰρ τὴν μὲν ὑπὸ δβγ ἡ ὃγ, τὴν δὲ ὑπὸ εἐγβ ἡ εβ. τῶν ἄρα ἰσοσκελῶν αἱ πρὸς τῇ βάσει ἴσαι καὶ μὴ προσεκβληθεισῶν τῶν ἴσων εὐθειῶν.

Ἔτι δὲ συντομώτερον ἀποδείκνυσιν ὁ Πάππος ᾿

μηδεμιᾶς προσθήκης δεηθεὶς οὕτως ἔστω τὸ αβγ

9—10 ἐπεὶ οὖν ἡ ὑπὸ δὲεβ ἴση τῇ ὑπὸ 5δγ Ο,, οοττ. Ὁ.

f. Friedlein 250 · p. 250

ἰσοσκελὲς καὶ ἴση ἡ αβ τῇ αγ. νοήσωμεν οὖν τοῦτο

τὸ ἕν ὡς δύο τρίγωνα, καὶ λέγωμεν οὕτως᾽ ἐπεί ἐστι

  • καὶ ἢ αβ ἴση τῇ αγ καὶ ἡ αγ τῇ αβ, δύο αἱ αβ αγ ἴσαι δυσὶ ταῖς

ἂν αβ καὶ ἡ ὑπὸ βαγ ἴση τῇ ὑπὸ γαβ, ἡ αὐτὴ γάρ, ἔστιν ἄρα 2 γ αὶ πάντα πᾶσιν ἴσα, ἡ μὲν βγ

τῇ βγ, τὸ δὲ αβγ τρίγωνον τῷ «βγ, ἡ δὲ ὑπὸ αβγ τῇ ὑπὸ αγβ καὶ ἡ ὑπὸ αγβ τῇ

᾿. ὑπὸ αβγ γωνία᾽ ὑπὸ γὰρ ταύτας αἵ ἴσαι πλευραὶ

ὑποτείνουσιν αἴ αβ αγ᾽ τῶν ἄρα ἰσοσκελῶν αἴ πρὸς τῇ βάσει ἴσαι. καὶ ἔοικεν τὸν τρόπον τοῦτον τῆς ἀποδείξεως εὑρεῖν κατανοήσας ὅτι καὶ ὁ στοιχειωτὴς ἐπὶ τοῦ τετάρτου θεωρήματος ἑνώσας τὰ δύο τρέγωνα 1 καὶ ἐφαρμόσας ἀλλήλοις καὶ ἐκ δυοῖν ὃν ἀποτελέσας οὕτως αὐτῶν τὴν ἰσότητα τὴν κατὰ πάντα τεθέαται. κατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ἡμᾶς δυνατὸν ἐν τῷ ἕνὶ τούτῳ παρὰ τὴν λῆψιν τὰ δύο τρίγωνα θεωροῦντας ἀποδεικνύναι τὴν ἰσότητα τῶν πρὸς τῇ βάσει γωνιῶν. ψ0 Τῷ μὲν οὖν Θαλῇ τῷ παλαιῷ πολλῶν τε ἄλλων εὑρέ σεως ἕνεκα καὶ τοῦδε τοῦ θεωρήματος χάρις. λέγεται γὰρ δὴ πρῶτος ἐκεῖνος ἐπιστῆσαι καὶ εἰπεῖν, ὡς ὥρα παντὸς ἰσοσκελοῦς αἱ πρὸς τῇ βάσει γωνίαι

ὦ ἐπεί ἐστιν ἡ αβ 6. 4 δύο δὴ αἱ αν αβ 6. ἃ. τῷ αβγ τριγώνῳ 6. 9. αβγ… αβγ… αβγ… αβγ α. 10–11 ὑπὸ γὰρ… αβ ἂγ οπ. δ. [0 αὐτῶν μὲν ἰσό-

τητα αὶ 19 τὴν βάσιν (Ὁ.

f. Friedlein 251 · p. 251

ἴσαι εἰσίν, ἀρχαϊκώτερον δὲ τὰς ἴσας ὁμοίας προσεἰρηκέναι. μειξόνως δὲ ἄν τις ἀγασθείη τῶν νεωτέρων τοὺς ἀποδείξαντας ἔτι καθολικώτερον — ὧν ἐστι καὶ Γεμῖνος — τὰς ἀφ᾽ ἑνὸς σημείου προσπιπτούσας εὐθείας ἴσας ἐπὶ μίαν ὁμοιομερῆ γραμμὴν ἴσας γωνίας ποιούσας, ὥστ᾽ εἴτε εὐθεῖαν ἔχοι βάσιν εἴτε περιφέρειαν εἴτε ἕλικα κυλινδρικήν, ἴσας αὐτῶν εἶναι τὰς πρὸς τῇ βάσει γωνίας. τούτῳ γὰρ ὁ Γεμῖνος τῷ θεωρήματι χρώμενος δείκνυσιν, ὅτι μόναι τρεῖς εἰσι γραμμαὶ καὶ οὐ πλείους αἴ ὁμοιομερεῖς εὐθεῖα καὶ περιφερὴς καὶ ἡ περὶ κύλινδρον ἕλιξ. καὶ τοῦτό ἐστι τὸ κυρίως καθόλου ᾧ πρώτῳ τὸ σύμπτωμα ὑπάρχει, καθάπερ δὴ καὶ τὸ τὰς δύο τῆς λοιπῆς μείξους ἔχειν τριγώνῳ παντὶ δειχθήσεται καθ᾽ αὑτὸ ὑπάρχον. οὐκ ἔστιν ἄρα καθόλου τοῦ ἰσοσκελοῦς, εἰ καὶ παντὶ αὐτῷ ὑπάρχει τὸ τὰς πρὸς τῇ βάσει γωνίας ἴσας ἔχειν, ἀλλὰ τῶν πρὸς ὁμοιομερῆ γραμμὴν προσπιπτουσῶν εὐθειῶν. ἐχείναις γὰρ πρώτως ὑπάρχει τὸ ἴσας ὑποτείνειν γωνίας.

Ῥχον. Υ͂Ι, ἔθου. 1Π. ᾿ξὰν τριγώνου αἱ δύο γωνίαι ἴσαι ὦσιν καὶ αἱ ὑπὸ τὰς ἴσας γωνίας ὑποτείνουσαι πλευραὶ ἴσαι εἰσί.

Τοῦτο τὸ θεώρημα δύο ταῦτα ἐπεδείξατο πρώτι-

στον τῶν θεωρημάτων τήν τε ἀντιστροφὴν καὶ τὴν