Round & Straight — Greek (Burnet OCT)¶
Παρμενίδης (137d–138a) — Round Equidistance & Optical Straightness
Παρμενίδης (137d–138a) — VI.1 Round Equidistance & Optical Straightness: First Hypothesis (Parm. 137d–138a)¶
Platonis Opera, Tomus II (Oxford, 1901; 2nd ed. 1910) · tlg0059.tlg009
f. Parm. 138aοὕτως τὸ ἓν πολλὰ εἴη ἀλλʼ οὐχ ἕν. ἀληθῆ. δεῖ δέ γε μὴ πολλὰ ἀλλʼ ἓν αὐτὸ εἶναι. δεῖ. οὔτʼ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν. οὐ γάρ.οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτʼ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη. ὀρθῶς. καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου. πῶς δʼ οὔ; ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει. ἄπειρον. καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ στρογγύλου οὔτε εὐθέος μετέχει. πῶς; στρογγύλον γέ πού ἐστι τοῦτο οὗ ἂν τὰ ἔσχατα πανταχῇ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχῃ. ναί. καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ. οὕτως. οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι. πάνυ μὲν οὖν. οὔτε ἄρα εὐθὺ οὔτε περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει. ὀρθῶς.
καὶ μὴν τοιοῦτόν γε ὂν οὐδαμοῦ ἂν εἴη· οὔτε γὰρ ἐν ἄλλῳ οὔτε ἐν ἑαυτῷ εἴη. πῶς δή; ἐν ἄλλῳ μὲν ὂν κύκλῳ που ἂν περιέχοιτο ὑπʼ ἐκείνου ἐν ᾧ ἐνείη, καὶ πολλαχοῦ ἂν αὐτοῦ ἅπτοιτο πολλοῖς· τοῦ δὲ ἑνός τε καὶ ἀμεροῦς καὶ κύκλου μὴ μετέχοντος ἀδύνατον πολλαχῇ κύκλῳ ἅπτεσθαι. ἀδύνατον. ἀλλὰ μὴν αὐτό γε ἐν ἑαυτῷ ὂν κἂν ἑαυτῷ εἴη περιέχον οὐκ ἄλλο ἢ αὑτό, εἴπερ καὶ ἐν