Extremes & Figure — Greek (Burnet OCT)

Παρμενίδης (145a–b) — Beginning, Middle, Extremes & Figure

Παρμενίδης (145a–b) — VI.2 Beginning, Middle, Extremes & Figure: Second Hypothesis (Parm. 145a–b)

Platonis Opera, Tomus II (Oxford, 1901; 2nd ed. 1910) · tlg0059.tlg009

f. Parm. 145b

μόρια; ἀνάγκη. ἀλλὰ μὴν τό γε περιέχον πέρας ἂν εἴη. πῶς δʼ οὔ; τὸ ἓν ἄρα ὂν ἕν τέ ἐστί που καὶ πολλά, καὶ ὅλον καὶ μόρια, καὶ πεπερασμένον καὶ ἄπειρον πλήθει. φαίνεται. ἆρʼ οὖν οὐκ, ἐπείπερ πεπερασμένον, καὶ ἔσχατα ἔχον; ἀνάγκη. τί δέ; εἰ ὅλον, οὐ καὶ ἀρχὴν ἂν ἔχοι καὶ μέσον καὶ τελευτήν; ἢ οἷόν τέ τι ὅλον εἶναι ἄνευ τριῶν τούτων; κἄν του ἓν ὁτιοῦν αὐτῶν ἀποστατῇ, ἐθελήσει ἔτι ὅλον εἶναι; οὐκ ἐθελήσει. καὶ ἀρχὴν δή, ὡς ἔοικεν, καὶ τελευτὴν καὶ μέσον ἔχοι ἂν τὸ ἕν. ἔχοι. ἀλλὰ μὴν τό γε μέσον ἴσον τῶν ἐσχάτων ἀπέχει· οὐ γὰρ ἂν ἄλλως μέσον εἴη. οὐ γάρ. καὶ σχήματος δή τινος, ὡς ἔοικε, τοιοῦτον ὂν μετέχοι ἂν τὸ ἕν, ἤτοι εὐθέος ἢ στρογγύλου ἤ τινος μεικτοῦ ἐξ ἀμφοῖν. μετέχοι γὰρ ἄν.ἆρʼ οὖν οὕτως ἔχον οὐκ αὐτό τε ἐν ἑαυτῷ ἔσται καὶ ἐν ἄλλῳ; πῶς; τῶν μερῶν που ἕκαστον ἐν τῷ ὅλῳ ἐστὶ καὶ οὐδὲν ἐκτὸς τοῦ ὅλου. οὕτω. πάντα δὲ τὰ μέρη ὑπὸ τοῦ