2. Τόπος ἐπὶ πλείους γραμμὰς καὶ τὸ κεντροβαρικὸν θεώρημα (Hultsch II, pp. 678–682)¶
Πάππου Ἀλεξανδρέως Συναγωγῆς Ζ΄, κεφ. λϛ΄–μβ΄ (Hultsch II, pp. 678–682)
[Chs. 37–42 · Hultsch II, pp. 678–682] Καθόλου δὲ ἐπὶ πλειόνων γραμμῶν ὁ τόπος ζητεῖται διὰ τῶν συγκειμένων λόγων […] Τὰ δὲ τέλεια γεννώμενα σχήματα ἐκ περιφορᾶς ἐπιπέδων περὶ ἄξονα λόγον ἔχει πρὸς ἄλληλα τὸν συγκείμενον ἔκ τε τοῦ τῶν περιφερομένων χωρίων καὶ τοῦ τῶν εὐθειῶν τῶν ἐπὶ τοὺς ἄξονας ὁμοίως ἀγομένων ἀπὸ τῶν ἐν αὐτοῖς κέντρων τοῦ βάρους· τὰ δὲ ἀτελῆ ἐκ τοῦ τῶν περιφερομένων χωρίων καὶ τοῦ τῶν περιφερειῶν ἃς ἐποίησεν τὰ ἐν αὐτοῖς κέντρα τοῦ βάρους.