Προοίμιον πρὸς Ἑρμόδωρον · Ἀνάλυσις καὶ Σύνθεσις

Πάππου Ἀλεξανδρέως Συναγωγῆς Ζ΄ (Chs. 1–3, ed. F. Hultsch, Vol. II, pp. 634–636)

[Ch. 1 · Hultsch II, p. 634] Ὁ καλούμενος ἀναλυόμενος τόπος, Ἑρμόδωρε τέκνον, κατὰ τὸ ὅλον ἁπλῶς εἰπεῖν, ἰδία τις ἐστὶν ὕλη παρεσκευασμένη μετὰ τὴν τῶν κοινῶν Στοιχείων ποίησιν τοῖς βουλομένοις ἀναλαμβάνειν ἐν τοῖς γραμμικοῖς δύναμιν εὑρετικὴν τῶν προτεινομένων αὐτοῖς προβλημάτων, καὶ εἰς τοῦτο μόνον χρήσιμος καθεστῶσα γέγραπται τρισὶν ἀνδράσιν, Εὐκλείδῃ τε τῷ στοιχειωτῇ καὶ Ἀπολλωνίῳ τῷ Περγαίῳ καὶ Ἀρισταίῳ τῷ πρεσβυτέρῳ, κατὰ ἀνάλυσιν καὶ σύνθεσιν προϊοῦσα.

[Ch. 1 · Hultsch II, pp. 634–636] Ἀνάλυσις τοίνυν ἐστὶν ὁδὸς ἀπὸ τοῦ ζητουμένου ὡς ὁμολογουμένου διὰ τῶν ἑξῆς ἀκολούθων ἐπί τι ὁμολογούμενον συνθέσει· ἐν μὲν γὰρ τῇ ἀναλύσει τὸ ζητούμενον ὡς γεγονὸς ὑποθέμενοι τὸ ἐξ οὗ τοῦτο συμβαίνει σκοπούμεθα καὶ πάλιν ἐκείνου τὸ προηγούμενον, ἕως ἂν οὕτως ἀναποδίζοντες καταντήσωμεν εἴς τι τῶν ἤδη γνωριζομένων ἢ τάξιν ἀρχῆς ἐχόντων· καὶ τὴν τοιαύτην ἔφοδον ἀνάλυσιν καλοῦμεν, οἷον ἀνάπαλιν λύσιν. ἐν δὲ τῇ συνθέσει ἐξ ὑποστροφῆς τὸ ἐν τῇ ἀναλύσει καταληφθὲν ὕστατον ὑποστησάμενοι γεγονὸς ἤδη, καὶ τὰ ἑπόμενα ἐκεῖ ἐνταῦθα προηγούμενα κατὰ φύσιν τάξαντες καὶ ἀλλήλοις ἐπισυνάψαντες, εἰς τέλος ἀφικνούμεθα τῆς τοῦ ζητουμένου κατασκευῆς· καὶ τοῦτο καλοῦμεν σύνθεσιν.

[Ch. 2 · Hultsch II, p. 636] διττὸν δέ ἐστιν τῆς ἀναλύσεως τὸ γένος, τὸ μὲν θεωρηματικὸν ζητοῦν τἀληθές, τὸ δὲ προβληματικὸν πορίζον τὸ προταθέν. […] τῶν δὲ προειρημένων τοῦ ἀναλυομένου βιβλίων ἡ τάξις ἐστὶν τοιαύτη· Εὐκλείδου Δεδομένων βιβλίον α΄, Ἀπολλωνίου Λόγου ἀποτομῆς β΄, Χωρίου ἀποτομῆς β΄, Διωρισμένης τομῆς β΄, Ἐπαφῶν β΄, Εὐκλείδου Πορισμάτων γ΄, Ἀπολλωνίου Νεύσεων β΄, Τόπων ἐπιπέδων β΄, Κωνικῶν η΄, Ἀρισταίου Τόπων στερεῶν ε΄, Εὐκλείδου Τόπων πρὸς ἐπιφανείᾳ β΄, Ἐρατοσθένους Περὶ μεσοτήτων β΄· γίνονται τὰ πάντα βιβλία λγ΄.