Ἥρωνος Ὅροι τῶν Γεωμετρίας Ὀνομάτων

f. Hultsch 7 · p. 7

α΄. Σημεῖον (Heiberg §1 / Hultsch p. 7 §1–2): Σημεῖόν ἐστιν, οὗ μέρος οὐθέν, ἢ πέρας ἀδιάστατον ἢ ὅρος γραμμῆς, ἀσώματον καὶ ἀμερὲς καὶ ἀμέγεθες, θέσιν μόνην ἔχον, νοητῇ μόνῃ ἐπιβολῇ καταληπτόν.

β΄. Γραμμή (Heiberg §2 / Hultsch p. 7 §3): Γραμμή ἐστι μῆκος ἀπλατὲς ἢ τὸ πρῶτον ἐν μεγέθει ὑπόστασιν λαμβάνον ἢ τὸ καθʼ ἓν διαστατὸν καὶ διαιρετόν· γίνεται δὲ σημείου ῥυέντος ἄνωθεν κάτω ἐννοίᾳ τοῦ συνεχοῦς, περιορίζεται δὲ ὑπὸ σημείων αὐτὴ οὖσα ἐπιφανείας πέρας.

δ΄. Εὐθεῖα γραμμή (Heiberg §4 / Hultsch p. 8 §5): Εὐθεῖα γραμμή ἐστιν ἥτις ἐξ ἴσου τοῖς ἐφʼ ἑαυτῆς σημείοις κεῖται ὀρθὴ οὖσα καὶ οἷον ἐπὶ τὰ πέρατα τεταμένη, ἢ γραμμὴ ἐλαχίστη τῶν τὰ αὐτὰ πέρατα ἐχουσῶν, ἢ ἥτις τῶν περάτων μενόντων αὐτὴ ὥσπερ ἐν τῷ αὐτῷ ἐπιπέδῳ στρεφομένη περὶ τὰ πέρατα ὡς περὶ πόλους ἀεὶ τὸν αὐτὸν ἐπέχει τόπον· πᾶσαι γὰρ αἱ τῆς εὐθείας μέρη ταῖς ἴσαις ἐφαρμόζει.

f. Hultsch 15 · p. 15

κζ΄ [Hultsch κθ΄]. Κύκλος (Heiberg §27 / Hultsch p. 15 §29): Κύκλος ἐστὶ σχῆμα ἐπίπεδον ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον, ἣ καλεῖται περιφέρεια, πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν. γίνεται δὲ κύκλος, ὅταν εὐθείας μενούσης ἐν τῷ αὐτῷ ἐπιπέδῳ τὸ μὲν ἓν πέρας μένῃ ἀκίνητον, τὸ δὲ ἕτερον κινούμενον περιενεχθῇ, ἕως ἂν εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ ὅθεν ἤρξατο φέρεσθαι· τὸ μὲν οὖν μένον πέρας κέντρον καλεῖται, ἡ δὲ ὑπὸ τοῦ ἑτέρου πέρατος γραφεῖσα γραμμὴ περιφέρεια.

ξζ΄ [Hultsch ξη΄]. Διάμετρος / Διαγώνιος (Heiberg §67 / Hultsch p. 22 §68): Διάμετρος δὲ εὐθυγράμμου καὶ τετραπλεύρου καὶ πολυγώνου ἐστὶν ἡ ἀπὸ γωνίας ἐπὶ τὴν ἀπεναντίον γωνίαν ἀγομένη εὐθεῖα· καλεῖται δὲ ἡ αὐτὴ καὶ διαγώνιος.

οϛ΄ [Hultsch οζ΄]. Σφαῖρα (Heiberg §76 / Hultsch p. 23 §77): Σφαῖρά ἐστι σχῆμα στερεὸν ὑπὸ μιᾶς ἐπιφανείας περιεχόμενον, πρὸς ἣν ἀφʼ ἑνὸς σημείου τῶν ἐντὸς τοῦ σχήματος κειμένων πᾶσαι αἱ προσπίπτουσαι εὐθεῖαι ἴσαι ἀλλήλαις εἰσίν· ἢ ὅταν ἡμικυκλίου μενούσης τῆς διαμέτρου περιενεχθὲν τὸ ἡμικύκλιον εἰς τὸ αὐτὸ πάλιν ἀποκατασταθῇ ὅθεν ἤρξατο φέρεσθαι, τὸ περιληφθὲν σχῆμα σφαῖρά ἐστιν.