Ἥρωνος Κατοπτρικά — Διʼ Ἐλαχίστων Ἀνάκλασις

f. Schmidt 368 · p. 368

Πρὸς ἴσας γὰρ γωνίας ἑαυταῖς κλῶνται αἱ εὐθεῖαι αἱ ἀπὸ τῆς ὄψεως πρὸς τὰ κάτοπτρα καὶ τὰ ὁρώμενα φερόμεναι. διὰ τί οὖν μὴ καὶ πρὸς ἀνίσους γωνίας κλῶνται; ἐροῦμεν οὖν πρὸς τοῦτο, ὅτι ἡ φύσις οὐδὲν μάτην ἐργάζεται οὐδὲ ματαιοπονεῖ· εἰ δὲ μὴ βούλεται ματαιοπονεῖν, εὔδηλον ὅτι διʼ ἐλαχίστων ὁρᾷ καὶ οὐ διὰ μακρῶν περιόδων. ἐλαχίστων δὲ οὐσῶν τῶν πρὸς ἴσας γωνίας κλωμένων εὐθειῶν τῶν πρὸς ἀνίσους γωνίας κλωμένων εὐθειῶν, διὰ τοῦτο πρὸς ἴσας γωνίας ἡ ἀνάκλασις γίνεται, καὶ οὐ πρὸς ἀνίσους.

Ὅτι δὲ ἐλάττους εἰσὶν αἱ πρὸς ἴσας γωνίας κλώμεναι εὐθεῖαι τῶν πρὸς ἀνίσους γωνίας κλωμένων εὐθειῶν, δείκνυσιν Ἥρων ὁ μηχανικὸς ἐν τοῖς αὑτοῦ Κατοπτρικοῖς καὶ ὁ Πτολεμαῖος ἐν τοῖς Ὀπτικοῖς τοῦτον τὸν τρόπον.

Ἔστω γὰρ κάτοπτρον ἐπίπεδον τὸ ΑΒ, ὄψις δὲ τὸ Γ, ὁρώμενον δὲ τὸ Δ· καὶ προσπιπτέτω ἀπὸ τῆς ὄψεως, ἤγουν τοῦ Γ, ἐπὶ τὸ Ε σημεῖον τοῦ κατόπτρου ἡ ΓΕ, καὶ ἀνακλάσθω ἐπὶ τὸ ὁρώμενον τὸ Δ ἡ ΕΔ ποιοῦσα ἴσην γωνίαν τὴν πρὸς τῷ Α τῇ πρὸς τῷ Β. πάλιν δὲ ἀπὸ τοῦ αὐτοῦ Γ προσπιπτέτω ἐπὶ τὸ Ζ σημεῖον τοῦ κατόπτρου ἡ ΓΖ, καὶ ἀνακλάσθω ἐπὶ τὸ αὐτὸ ὁρώμενον τὸ Δ ἡ ΖΔ ποιοῦσα ἄνισον γωνίαν τὴν πρὸς τῷ Α τῇ πρὸς τῷ Β. λέγω ὅτι ἐλάττους εἰσὶν αἱ πρὸς ἴσας γωνίας ἀνακλώμεναι εὐθεῖαι, ἤγουν αἱ ΓΕ, ΕΔ, τῶν πρὸς ἀνίσους γωνίας ἀνακλωμένων εὐθειῶν, ἤγουν τῶν ΓΖ, ΖΔ.

Ἤχθω γὰρ ἀπὸ τοῦ Δ ἐπὶ τὸ ΑΒ κάτοπτρον κάθετος ἡ ΔΗ, καὶ ἐκβεβλήσθω ἐπʼ εὐθείας μέχρι τοῦ Κ, ὥστε ἴσην εἶναι τὴν ΗΚ τῇ ΔΗ, καὶ ἐπεζεύχθωσαν αἱ ΕΚ, ΖΚ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΗ τῇ ΗΚ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Η γωνίαι, κοινὴ δὲ πλευρὰ ἡ ΕΗ, δύο δὴ αἱ ΔΗ, ΗΕ δυσὶ ταῖς ΚΗ, ΗΕ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ, καὶ γωνία ἡ ὑπὸ ΔΗΕ γωνίᾳ τῇ ὑπὸ ΚΗΕ ἴση· βάσις ἄρα ἡ ΕΔ βάσει τῇ ΕΚ ἴση ἐστίν, καὶ γωνία ἡ ὑπὸ ΔΕΗ γωνίᾳ τῇ ὑπὸ ΚΕΗ ἴση. ἀλλὰ μὴν ἡ ὑπὸ ΔΕΗ τῇ ὑπὸ ΓΕΑ ἐστὶν ἴση διὰ τὴν ὑπόθεσιν· καὶ ἡ ὑπὸ ΓΕΑ ἄρα τῇ ὑπὸ ΚΕΗ ἐστὶν ἴση· κατὰ κορυφὴν ἄρα εἰσίν, ὥστε μία ἐστὶν εὐθεῖα ἡ ΓΕΚ.

Πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ ΔΗ τῇ ΗΚ, κοινὴ δὲ ἡ ΖΗ καὶ ὀρθαὶ αἱ πρὸς τῷ Η γωνίαι, ἴση ἐστὶ καὶ ἡ ΖΔ τῇ ΖΚ. ἐπεὶ οὖν παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζονές εἰσι πάντη μεταλαμβανόμεναι, τοῦ ΓΖΚ ἄρα τριγώνου αἱ δύο πλευραὶ αἱ ΓΖ, ΖΚ μείζονές εἰσι τῆς ΓΚ. ἀλλὰ τῇ μὲν ΖΚ ἴση ἐστὶν ἡ ΖΔ, τῇ δὲ ΓΚ ἴσαι εἰσὶν αἱ ΓΕ, ΕΔ, ἐπειδὴ ἡ ΕΚ τῇ ΕΔ ἐδείχθη ἴση. αἱ ΓΖ, ΖΔ ἄρα τῶν ΓΕ, ΕΔ μείζονές εἰσιν· ἐλάττους ἄρα αἱ πρὸς ἴσας γωνίας ἀνακλώμεναι εὐθεῖαι τῶν πρὸς ἀνίσους. ὅπερ ἔδει δεῖξαι.

Hero Catoptrica Prop. 4 — Variational Shortest-Path Proof of the Law of Reflection [ A B ]: y = 0 [ D F ]: x - 10 = 0 [ C K ]: 9*x + 9*y - 36 = 0 [ E D ]: -6*x + 6*y + 24 = 0 / C E /: |seg| = 3*sqrt(2) / E D /: |seg| = 6*sqrt(2) / E K /: |seg| = 6*sqrt(2) / C Z /: |seg| = 3*sqrt(5) / Z D /: |seg| = 3*sqrt(5) / Z K /: |seg| = 3*sqrt(5) / D H /: |seg| = 6 / H K /: |seg| = 6 A = (0, 0) B = (12, 0) C = (1, 3) D = (10, 6) Z = (7, 0) H = (10, 0) K = (10, -6) E = (4, 0) A B C D Z H K E