Κεφάλαιον ιαʹ · Κανόνιον τῶν ἐν κύκλῳ εὐθειῶν¶
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΜΑΘΗΜΑΤΙΚΗΣ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ¶
Transcribed directly from J. L. Heiberg's Teubner edition (Syntaxis Mathematica, Pars I, Leipzig, 1898, pp. 47–48).
ιαʹ. Κανονίων ἔκθεσις (Heiberg I, pp. 47–48)¶
[p. 47] Ἵνα δὲ καὶ πρὸς τὴν ἐν τοῖς κατὰ μέρος χρείαν ἑτοίμως ἔχωμεν τὰς τῶν εὐθειῶν πηλικότητας προεκκειμένας, κανονία ὑποτάξομεν ἀνὰ στίχους μεʹ διὰ τὸ σύμμετρον, ὧν τὰ μὲν πρῶτα μέρη περιέξει τὰς πηλικότητας τῶν περιφερειῶν καθ’ ἡμιμοίριον παρηυξημένας, τὰ δὲ δεύτερα τὰς τῶν παρακειμένων ταῖς περιφερείαις εὐθειῶν πηλικότητας ὡς τῆς διαμέτρου τῶν ρκʹ τμημάτων ὑποκειμένης, τὰ δὲ τρίτα τὸ λʹ μέρος τῆς καθ’ ἕκαστον ἡμιμοίριον τῶν εὐθειῶν παραυξήσεως, ἵνα τὴν κατὰ μίαν ἑξάδα μοίρας, τουτέστι κατὰ ἓν πρῶτον ἑξηκοστὸν τῆς περιφερείας γινομένην ἐπίδοσιν ἔχοντες μέσην καὶ ἀδιάφορον πρὸς τὸ ἀκριβὲς ῥᾳδίως ἀναλογιζώμεθα τὰς μεταξὺ τῶν ἡμιμοιρίων ἐμπιπτούσας μορίων πηλικότητας.
[p. 48] Εὐκατανόητον δ’, ὅτι διὰ τῶν αὐτῶν καὶ προκειμένων θεωρημάτων, κἂν ἐν δισταγμῷ γενώμεθα γραφικῆς ἁμαρτίας περί τινα τῶν ἐν τῷ κανονίῳ παρακειμένων εὐθειῶν, ῥᾳδίαν ποιησόμεθα τήν τε ἐξέτασιν καὶ τὴν ἐπανόρθωσιν ἤτοι ἀπὸ τῆς ὑπὸ τὴν διπλασίονα τῆς ἐπιζητουμένης ἢ τῆς πρὸς ἄλλας τινὰς τῶν δεδομένων ὑπεροχῆς ἢ τῆς τὴν λείπουσαν εἰς τὸ ἡμικύκλιον περιφέρειαν ὑποτεινούσης εὐθείας.