Κεφάλαιον ιʹ · Περὶ τῆς πηλικότητος τῶν ἐν τῷ κύκλῳ εὐθειῶν¶
ΚΛΑΥΔΙΟΥ ΠΤΟΛΕΜΑΙΟΥ ΜΑΘΗΜΑΤΙΚΗΣ ΣΥΝΤΑΞΕΩΣ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ¶
Transcribed directly from J. L. Heiberg's Teubner edition (Syntaxis Mathematica, Pars I, Leipzig, 1898, pp. 31–46).
1. Περὶ τῆς πηλικότητος τῶν ἐν τῷ κύκλῳ εὐθειῶν (Heiberg I, pp. 31–35)¶
[p. 31] Πρὸς μὲν οὖν τὸ πρόχειρον τῆς χρείας κανονικὴν ἔκθεσιν ποιησόμεθα τῆς πηλικότητος αὐτῶν ἐφεξῆς τὴν μὲν περίμετρον διελόντες εἰς τξʹ τμήματα, παρατιθέντες δὲ τὰς μὲν περιφερείας κατὰ ἡμιμοίριον παρηυξημένας, τὰς δὲ καθ’ ἑκάστην περιφέρειαν εὐθείας ὑποτεινούσας, οἵων ἐστὶν ἡ διάμετρος τμημάτων ρκʹ διὰ τὸ περὶ τὸν ἀριθμὸν φανησόμενον ἐξ αὐτῶν εὔχρηστον· [p. 32] πρότερον δὲ δείξομεν, πῶς ἂν δι’ ὀλιγίστων καὶ τῶν αὐτῶν θεωρημάτων ἔφοδον ὡς ἔνι μάλιστα σύντομον καὶ μεθοδικὴν τῶν πηλικοτήτων αὐτῶν πορισαίμεθα, ἵνα μὴ ψιλῶς μόνον ἐκκειμένας ἔχωμεν τὰς τῶν εὐθειῶν πηλικότητας ἀνεπισκέπτους, ἀλλὰ καὶ τὴν ἐξέτασιν αὐτῶν καὶ τὴν διὰ τῶν γραμμῶν παραμυθίαν εὐμεταχείριστον ποιούμεθα. χρησόμεθα δὲ καθόλου ταῖς πραγματείαις κατὰ τὸν τῆς ἑξηκοστῆς τρόπον διὰ τὸ δύσχρηστον τῶν μοναριασμῶν …
Ἔστω γὰρ ἡμικύκλιον τὸ ΑΒΓ ἐπὶ διαμέτρου τῆς ΑΔΓ περὶ κέντρον τὸ Δ, καὶ ἀπὸ τοῦ Δ τῇ ΑΓ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΒ, καὶ τετμήσθω δίχα ἡ ΔΓ κατὰ τὸ Ε, καὶ ἐπεζεύχθω μὲν ἡ ΕΒ, κείσθω δὲ αὐτῇ ἴση ἡ ΕΖ, καὶ ἐπεζεύχθω ἡ ΖΒ· λέγω, ὅτι ἡ μὲν ΖΔ δεκαγώνου πλευρά ἐστιν, ἡ δὲ ΒΖ πενταγώνου.
[p. 33] ἐπεὶ γὰρ εὐθεῖα ἡ ΔΓ τέτμηται δίχα κατὰ τὸ Ε, καὶ πρόσκειται αὐτῇ τις εὐθεῖα ἡ ΔΖ, τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΕΔ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΖ τετραγώνῳ [Eucl. II, 6], τουτέστι τῷ ἀπὸ τῆς ΒΕ, ἐπειδήπερ ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΖ. ἀλλὰ τῷ ἀπὸ τῆς ΒΕ ἴσα ἐστὶ τά τε ἀπὸ τῶν ΕΔ, ΔΒ τετράγωνα [Eucl. I, 47]· κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς ΕΔ· λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΓΖ, ΖΔ ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΔΒ τετραγώνῳ, τουτέστι τῷ ἀπὸ τῆς ΔΓ. ὡς ἄρα ἡ ΓΖ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΔΖ· ἄκρον ἄρα καὶ μέσον λόγον τέτμηται ἡ ΓΖ κατὰ τὸ Δ [Eucl. VI def. 3].
ἐπεὶ οὖν ἡ τοῦ ἑξαγώνου πλευρὰ καὶ ἡ τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων ἐπ’ εὐθείας συντεθεῖσαι ποιοῦσι τὴν ὅλην ἄκρον καὶ μέσον λόγον τεμνομένην [Eucl. XIII, 9], καὶ ἔστιν ἡ ΓΔ ἐκ τοῦ κέντρου οὖσα ἴση τῇ τοῦ ἑξαγώνου πλευρᾷ [Eucl. IV, 15 coroll.], ἴση ἄρα ἐστὶ καὶ ἡ ΔΖ τῇ τοῦ δεκαγώνου πλευρᾷ. ὁμοίως δ’, ἐπεὶ ἡ τοῦ πενταγώνου πλευρὰ δύναται τήν τε τοῦ ἑξαγώνου καὶ τὴν τοῦ δεκαγώνου τῶν εἰς τὸν αὐτὸν κύκλον ἐγγραφομένων [Eucl. XIII, 10], δύναται δὲ καὶ ἐν τῷ ΒΔΖ ὀρθογωνίῳ τριγώνῳ ἡ ΒΖ τήν τε ΒΔ ἑξαγώνου οὖσαν πλευρὰν καὶ τὴν ΔΖ δεκαγώνου, ἴση ἄρα ἐστὶ καὶ ἡ ΒΖ τῇ τοῦ πενταγώνου πλευρᾷ.
[p. 34] ἐπεὶ οὖν, ὡς ἔφην, τὴν διάμετρον τοῦ κύκλου τμημάτων ρκʹ ὑποτιθέμεθα, φανερὸν ἐκ τῶν προκειμένων, ὅτι ἡ μὲν ΔΕ τμημάτων ἐστὶ λʹ ἡμίσεια οὖσα τῆς ἐκ τοῦ κέντρου καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον ϡ, ἡ δὲ ΒΔ τμημάτων ξʹ ἐκ τοῦ κέντρου οὖσα καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον ͵γχ, τὸ δ’ ἀπὸ τῆς ΕΒ τετράγωνον, τουτέστι τὸ ἀπὸ τῆς ΕΖ, ͵δφ, αὐτὴ δ’ ἡ ΕΖ τμημάτων ξζʹ δʹ νϵʹʹ ἔγγιστα, καὶ λοιπὴ ἄρα ἡ ΔΖ ἡ τοῦ δεκαγώνου πλευρὰ ὑποτείνουσα τὰς τριάκοντα ἓξ μοίρας τῆς περιφερείας τμημάτων λζʹ δʹ νϵʹʹ, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ. πάλιν δ’, ἐπεὶ ἡ μὲν ΔΖ τμημάτων ἐστὶ λζʹ δʹ νϵʹʹ καὶ τὸ ἀπ’ αὐτῆς τετράγωνον ͵ατοε δʹ ιεʹʹ, τὸ δ’ ἀπὸ τῆς ΔΒ τετράγωνον ͵γχ, ἃ συντεθέντα ποιεῖ τὸ ἀπὸ τῆς ΒΖ τετράγωνον ͵δϡοε δʹ ιεʹʹ, ἔσται καὶ ἡ ΒΖ τμημάτων ἔγγιστα οʹ λβʹ γʹʹ· καὶ ἔστιν ἄρα ἡ τοῦ πενταγώνου πλευρὰ ὑποτείνουσα μοίρας οβʹ τμημάτων οʹ λβʹ γʹʹ, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ. [p. 35] αὐτόθεν δὲ δῆλον, ὅτι καὶ ἡ μὲν τοῦ ἑξαγώνου πλευρὰ ὑποτείνουσα μοίρας ξʹ καὶ ἴση οὖσα τῇ ἐκ τοῦ κέντρου τμημάτων ἐστὶν ξʹ, ὁμοίως δ’, ἐπεὶ ἡ μὲν τοῦ τετραγώνου πλευρὰ ὑποτείνουσα μοίρας ϟʹ δυνάμει διπλασίων ἐστὶ τῆς ἐκ τοῦ κέντρου, ἡ δὲ τοῦ τριγώνου ὑποτείνουσα μοίρας ρκʹ δυνάμει τριπλασίων ἐστὶ καὶ αὐτὴ τῆς ἐκ τοῦ κέντρου … ἔσται ἡ μὲν τὰς ϟʹ μοίρας ὑποτείνουσα εὐθεῖα τμημάτων πδʹ ναʹ ιʹʹ ἔγγιστα, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ, ἡ δὲ τὰς ρκʹ μοίρας τῶν αὐτῶν ργʹ νϵʹ κγʹʹ.
2. Θεώρημα Πτολεμαίου περὶ ἐγγεγραμμένου τετραπλεύρου (Heiberg I, pp. 36–37)¶
[p. 36] Εἰλημμένων δὴ τούτων ἐφεξῆς ἂν εἴη τὸ κατὰ τὸν ἑξῆς ἐκτεθησόμενον διορισμὸν ἀκόλουθον ἐκθέσθαι λῆμμα χρησιμώτατον ὂν εἰς τὰ ἐπὶ μέρους·
Ἔστω γὰρ κύκλος, ἐν ᾧ τετράπλευρον ἐγγεγράφθω τυχὸν τὸ ΑΒΓΔ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΓ, ΒΔ. δεικτέον, ὅτι τὸ ὑπὸ τῶν ΑΓ, ΒΔ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ συναμφοτέροις τοῖς ὑπὸ τῶν ἀπέναντίον, τῷ τε ὑπὸ τῶν ΑΒ, ΔΓ καὶ τῷ ὑπὸ τῶν ΑΔ, ΒΓ.
κείσθω γὰρ τῇ ὑπὸ ΑΒΕ γωνίᾳ ἴση ἡ ὑπὸ ΔΒΓ γωνία. [p. 37] ἐὰν οὖν κοινὴν προσθῶμεν τὴν ὑπὸ ΕΒΔ, ἔσται καὶ ἡ ὑπὸ ΑΒΔ γωνία τῇ ὑπὸ ΕΒΓ γωνίᾳ ἴση. ἔστιν δὲ καὶ ἡ ὑπὸ ΒΔΑ γωνία τῇ ὑπὸ ΒΓΕ ἴση· ἐπὶ γὰρ τῆς αὐτῆς περιφερείας [Eucl. III, 21]· ἰσογώνιον ἄρα ἐστὶ τὸ ΑΒΔ τρίγωνον τῷ ΒΓΕ τριγώνῳ. ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΓ πρὸς τὴν ΓΕ, οὕτως ἡ ΒΔ πρὸς τὴν ΔΑ [Eucl. VI, 4]· τὸ ἄρα ὑπὸ τῶν ΒΓ, ΑΔ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΔ, ΓΕ [Eucl. VI, 16]. πάλιν ἐπεὶ ἴση ἐστὶν ἡ μὲν ὑπὸ ΑΒΕ γωνία τῇ ὑπὸ ΔΒΓ γωνίᾳ, ἡ δὲ ὑπὸ ΒΑΕ τῇ ὑπὸ ΒΔΓ [Eucl. III, 21], ἰσογώνιον ἐστι τὸ ΑΒΕ τρίγωνον τῷ ΒΓΔ τριγώνῳ. ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΒΑ πρὸς τὴν ΑΕ, οὕτως ἡ ΒΔ πρὸς τὴν ΔΓ [Eucl. VI, 4]· τὸ ἄρα ὑπὸ τῶν ΒΑ, ΔΓ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΒΔ, ΑΕ [Eucl. VI, 16]. ἐδείχθη δὲ καὶ τὸ ὑπὸ τῶν ΒΓ, ΑΔ ἴσον τῷ ὑπὸ τῶν ΒΔ, ΓΕ· καὶ ὅλον ἄρα τὸ ὑπὸ τῶν ΑΓ, ΒΔ [Eucl. II, 1] ἴσον ἐστὶ συναμφοτέροις τῷ τε ὑπὸ τῶν ΑΒ, ΔΓ καὶ τῷ ὑπὸ τῶν ΑΔ, ΒΓ· ὅπερ ἔδει δεῖξαι.
3. Ὑπεροχή, Ἡμίσεια Περιφέρεια καὶ Σύνθεσις (Heiberg I, pp. 38–42)¶
[p. 38] Τούτου δὴ προεκκειμένου ἔστω ἡμικύκλιον τὸ ΑΒΓΔ ἐπὶ διαμέτρου τῆς ΑΔ, καὶ ἀπὸ τοῦ Α διήχθωσαν δύο εὐθεῖαι αἱ ΑΒ, ΑΓ, καὶ δεδόσθω ἑκατέρας αὐτῶν τὸ μέγεθος τῷ τὴν προκειμένην διάμετρον εἶναι τμημάτων ρκʹ, καὶ ἐπεζεύχθω ἡ ΒΓ· λέγω, ὅτι καὶ αὕτη δέδοται. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΔ, ΓΔ· δῆλον δή, ὅτι καὶ αὗται δοθήσονται διὰ τὸ τῶν εἰς τὸ ἡμικύκλιον παραπληρωματικῶν εἶναι. ἐπεὶ οὖν ἐν κύκλῳ τετράπλευρόν ἐστι τὸ ΑΒΓΔ, τὸ ὑπὸ τῶν ΑΒ, ΓΔ μετὰ τοῦ ὑπὸ τῶν ΑΔ, ΒΓ ἴσον ἐστὶ τῷ ὑπὸ τῶν ΑΓ, ΒΔ. … καὶ διὰ τοῦτο λοιπὸν ἡ ΒΓ εὐθεῖα ὑποτείνουσα τὰς ιβʹ μοίρας τμημάτων ἔσται ιβʹ λβʹ λϛʹʹ, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ.
[p. 39] Ἔστω δὴ πάλιν προκείμενον δοθείσης τῆς ἐν τῷ κύκλῳ εὐθείας εὑρεῖν τὴν ὑπὸ τὸ ἥμισυ τῆς αὐτῆς περιφερείας ὑποτείνουσαν. καὶ ἔστω ἡμικύκλιον τὸ ΑΒΓ ἐπὶ διαμέτρου τῆς ΑΓ, καὶ δεδόσθω ἡ ΓΒ εὐθεῖα, καὶ τετμήσθω ἡ περιφέρεια δίχα κατὰ τὸ Δ … [p. 40] καὶ ὡς ἄρα ἡ ΑΓ πρὸς τὴν ΓΔ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΓΖ· τὸ ἄρα ὑπὸ τῶν ΑΓ, ΓΖ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΓΔ τετραγώνῳ. ἀλλὰ δέδοται ἡ ΓΖ ἡμίσεια οὖσα τῆς ΕΓ ὑπεροχῆς τῆς τε ΑΓ διαμέτρου καὶ τῆς ΑΒ ὑποτεινούσης τὸ λεῖπον εἰς τὸ ἡμικύκλιον· δοθήσεται ἄρα καὶ ἡ ΓΔ εὐθεῖα ὑποτείνουσα τὸ ἥμισυ τῆς προκειμένης ΒΓ περιφερείας. καὶ αὐτόθεν διὰ τούτου τοῦ θεωρήματος δοθήσονται ἑξῆς αἱ πλεῖσται κατὰ τὰ ἡμίση τῶν προειλημμένων λαμβανόμεναι, ὡς ἀπὸ μὲν τῆς τῶν ιβʹ μοιρῶν ἥ τε ὑπὸ τὰς ϛʹ μοίρας ὑποτείνουσα καὶ ἡ ὑπὸ τὰς γʹ καὶ ἡ ὑπὸ τὴν α ∠ʹ καὶ ἡ ὑπὸ τὸ ἥμισυ καὶ τέταρτον· εὑρίσκομεν δὲ ἐκ τῶν ἐπιλογισμῶν τὴν μὲν ὑπὸ τὰς ϛʹ μοίρας τοιούτων ϛʹ ιϛʹ μθʹʹ ἔγγιστα, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ, τὴν δὲ ὑπὸ τὰς γʹ τῶν αὐτῶν γʹ ηʹ κηʹʹ, τὴν δὲ ὑπὸ τὴν α ∠ʹ μοῖραν αʹ λδʹ ιεʹʹ, τὴν δὲ ὑπὸ τὸ ∠ʹ δʹ τῶν αὐτῶν οʹ μζʹ ηʹʹ. …
[p. 42] τὸ μέντοι δοθείσης εὐθείας, ὡς τῆς τὴν α ∠ʹ μοῖραν ὑποτεινούσης, εὑρίσκειν τὴν τὸ τρίτον τῆς αὐτῆς περιφερείας ὑποτείνουσαν οὐδαμῶς γίνεται διὰ τῶν γραμμῶν· ἐπεὶ κἂν ἐνταῦθα εἴχομεν ἐξ ἑτοίμου τὴν τὸ ἡμιμοίριον ὑποτείνουσαν.
4. Λῆμμα Ἀνισότητος καὶ ἡ τὴν αʹ μοῖραν ὑποτείνουσα (Heiberg I, pp. 43–46)¶
[p. 43] Προεκθησόμεθα οὖν πάλιν λῆμμα βραχὺ τοιοῦτον· ἐὰν γὰρ εἰς κύκλον διαχθῶσιν ἄνισοι δύο εὐθεῖαι, ἡ μείζων πρὸς τὴν ἐλάσσονα ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ἐπὶ τῆς μείζονος εὐθείας περιφέρεια πρὸς τὴν ἐπὶ τῆς ἐλάσσονος.
ἔστω γὰρ κύκλος ὁ ΑΒΓΔ, καὶ διήχθωσαν ἐν αὐτῷ δύο εὐθεῖαι ἄνισοι, ἐλάσσων μὲν ἡ ΑΒ, μείζων δὲ ἡ ΒΓ· λέγω, ὅτι ἡ ΓΒ πρὸς τὴν ΒΑ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΒΓ περιφέρεια πρὸς τὴν ΒΑ περιφέρειαν. τετμήσθω γὰρ ἡ ὑπὸ ΑΒΓ γωνία δίχα τῇ ΒΔ, καὶ ἐπεζεύχθωσαν ἥ τε ΑΕΓ καὶ αἱ ΑΔ, ΓΔ … [p. 45] καὶ ὡς μὲν ἡ ΓΕ πρὸς ΕΑ, οὕτως ἡ ΓΒ πρὸς ΒΑ [Eucl. VI, 3], ὡς δὲ ἡ ὑπὸ ΓΔΒ γωνία πρὸς τὴν ὑπὸ ΒΔΑ, οὕτως ἡ ΓΒ περιφέρεια πρὸς τὴν ΒΑ περιφέρειαν [Eucl. VI, 33]· καὶ ἡ ΓΒ ἄρα εὐθεῖα πρὸς τὴν ΒΑ εὐθεῖαν ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΓΒ περιφέρεια πρὸς τὴν ΒΑ περιφέρειαν. …
[p. 46] ὥστε, ἐπεὶ τῶν αὐτῶν ἐδείχθη καὶ μείζων καὶ ἐλάσσων ἡ τὴν μίαν μοῖραν ὑποτείνουσα εὐθεῖα, καὶ ταύτην δηλονότι ἕξομεν τοιούτων αʹ βʹ νʹʹ ἔγγιστα, οἵων ἐστὶν ἡ διάμετρος ρκʹ, καὶ διὰ τὰ προδεδειγμένα καὶ τὴν ὑπὸ τὸ ἡμιμοίριον, ἥτις εὑρίσκεται τῶν αὐτῶν οʹ λαʹ κεʹʹ ἔγγιστα.