Prop. I.34: Παραλληλογράμμων αἱ ἀπεναντίον πλευραὶ καὶ γωνίαι ἴσαι¶
Euclid: [I.34]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 389–393; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
καὶ γωνίαι ἴσαι ἀλλήλαις εἰσὶ καὶ ἡ διάμετρος αὐτὰ δίχα τέμνει.
Ἐκ τοῦ προειρημένου θεωρήματος ὑποστὰν ἤδη τὸ παραλληλόγραμμον λαβὼν θεωρεῖ τὰ περὶ αὐτὸ πρώτως ὑπάρχοντα καὶ τὰ χαρακτηριστικὰ τῆς ἰδίας
f. Friedlein 388 · p. 388αὐτοῦ συστάσεως. ἔστιν δὲ ταῦτα᾽ τὸ τὰς ἀπεναντίον πλευρὰς ἴσας εἶναι καὶ τὰς γωνίας τὰς ἀπεναντίον ἴσας, καὶ τὸ δίχα τέμνεσθαι ὑπὸ τῆς διαμέτρου τὰ χωρία. περὶ γὰρ τούτων εἴρηται τὸ καὶ ἡ διάμεδτρος αὐτὰ δίχα τέμνει, ὡς τὸ ἐμβαδὸν εἶναι τὸ διχοτομούμενον ὅλον, ἀλλὰ μὴ τὰς γωνίας, δι᾽ ὧν ἡ διάμετρος ἔρχεται. ταῦτα οὖν καθ᾽ αὑτὸ τοῖς παραλληλογράμμοις ὑπάρχει τὰ τρία᾽ ἡ τῶν ἀπεναντίον [γωνιῶν ἰσότης, ἡ τῶν ἀπεναντίον) πλευρῶν ἰσότης, 1. ἡ τῶν χωρίων κατὰ τὰς διαμέτρους διχοτομία. καὶ ὁρᾶς ὅπως ἀπὸ πάντων ἐθήρασε τὰς ἰδιότητας αὐτῶν, ἀπὸ τῶν πλευρῶν, ἀπὸ τῶν γωνιῶν, ἀπὸ τῶν ἐμβαδῶν. τεττάρων δὲ ὄντων παραλληλογράμμων, ἃ καὶ ἐν ταῖς ὑποθέσεσιν ὡρίσατο, τοῦ τετραγώνου, τοῖ 18 ἑτερομήκους, τοῦ ῥόμβου, τοῖ δομβοειδοῦς, ἄξιον ἐπισημήνασθθαι τοσοῦτον, ὅτι, εἰ μὲν τὰ τέσσαρα διαιροῦμεν κατὰ τὰ ὀρθογώνια, εὑρήσομεν οὐ μόνον τὰ χωρία διχοτομούσας τὰς διαμέτρους αὐτῶν, ἀλλὰ καὶ αὐτὰς ἴσας τὰς διαμέτρους ἐπὶ τῶν ὀρθῶν γωνιῶν — ἐπὶ δὲ τῶν μὴ τοιούτων ἀνίσους, καὶ εἴρηται ἐν τῷ πρὸ τούτου θεωρήματι — εἰ δὲ κατὰ τὰ ἰσόπλευρα, πάλιν εὑρήσομεν ἐν τοῖς ἰσοπλεύροις οὐ μόνον τὰ χωρία δίχα τεμνόμενα ὑπὸ τῶν διαμέτρων, ἀλλὰ καὶ τὰς γωνίας, δι’ ὧν αὐταὶ φέρονται. καὶ γὰρ ἐπὶ «τοῦ τετραγώνου καὶ ἐπὶ τοῦ ῥόμβου τὰς γωνίας αἴ διάμετροι διχοτομοῦσιν, οὐ τὰ χωρία μόνον, ἐπὶ δὲ τοῦ ἑτερομήχους καὶ τοῦ ῥομβοειδοῦς τὰ χωρία μόνον. .
f. Friedlein 389 · p. 389Ἔστω γὰρ τετράγωνον ἢ ῥόμβος τὸ αβγὸ καὶ διάμετρος ἡ αδ. ἐπεὶ οὖν αἵ αβ βὸ ἴσαι ταῖς ] αγΊ
γὸ – ἰσόπλευρα γάρ — καὶ αἴ γ
ὑπὸ αβὸ αγδ ἴσαι — ἀπεναντίον γάρ — καὶ ἡ βάσις κοινή, πάντα ἴσα πᾶσιν, ὥστε καὶ αἴ ὑπὸ βαγ
γὸδβ γωνίαι δίχα τέτμηνται. πάλιν ἔστω τὸ αὐτὸ ἑτερόμηκες ἢ 4 ς ῥομβοειδές. εἰ ουὖν δίχα τέμνεται
ἡ ὑπὸ γαβ, ἀλλ᾽ ἡ ὑπὸ γαῦ ἴση “ἢ 7 κ τῇ ὑπὸ αδβ, ἴση ἔσται καὶ ἡ ὑπὸ Ὡς βαὸ τῇ ὑπὸ αὃβ, ὥστε καὶ ἡ αβ 2 ᾿ τῇ βδ. ἀλλ᾽ εἰσὶν ἄνισοι. ὡς οὖν
συλλήβδην εἰπεῖν, ἐπὶ μὲν τοῦ τετραγώνου καὶ αἵ διάμετροι ἴσαι διὰ τὴν ὀρθότητα τῶν γωνιῶν καὶ αἶ γωνίαι δίχα τέμνονται ὑπὸ τῶν διαμέτρων διὰ τὴν ἰσότητα τῶν πλευρῶν. καὶ τὸ ἐμβαδὸν εἰς ἴσα διαιρεῖται κατὰ τὴν διαγώνιον διὰ τὴν κοινὴν ἰδιότητα τῶν παραλληλογράμμων. ἐπὶ δὲ τοῦ ἑτερομήκους αἴ μὲν διάμετροι ἴσαι, αἴ δὲ γωνίαι οὐ τέμνονται δίχα ὑπὸ τῶν διαμέτρων. ἡ δὲ τῶν χωρίων εἰς ἴσα διαίρεσις ὑπάρχει, καὶ τοῦτο καθόσον ἐστὶ παραλληλόγραμμον. ἐπὶ δὲ τοῦ ῥόμβου ἄνισοι μὲν Ϊ αἵ
f. Friedlein 390 · p. 390διάμετροι, διχοτομοῦνται δὲ ὑπὸ τούτων οὐ μόνον τὰ χωρία, διότι παραλληλόγραμμον, ἀλλὰ καὶ αἵ γωνίαι, διότι ἰσόπλευρον. ἐπὶ δὲ τοῦ λοιποῦ τοῦ ῥομβοειδοῦς καὶ αἱ διάμετροι ἄνισοι ὡς μὴ ὀρθογωνίου καὶ αἱ γωνίαι εἰς ἄνισα τέμνονται ὑπὸ τούτων ὡς μὴ ἰσοπλεύρου, μόνα δὲ τὰ χωρία ἴσα γένεται τὰ ἐφ᾽ ἑκάτερα τῶν διαγωνίων ὡς παραλληλογράμμου. Ταῦτα μὲν οὖν εἴρηται τὴν ἐν ταῖς διαιρέσεσι τῶν παραλληλογράμμων τεττάρων ὄντων ὑποδεικνύἴοοντα διαφοράν, ἐκεῖνο δὲ ἄξιον μὴ παρελθεῖν ἐν τούτῳ τῷ θεωρήματι τεχνικὸν ἀναφαινόμενον, ὅτι τῶν θεωρημάτων τῶν μὲν ὄντων καθόλου, τῶν δὲ οὐ καθόλου — πῶς δὲ τούτων ἑκάτερον λέγομεν, ἀναμνήσομεν μετέρχεσθαι — ἐν τῷ μεμερίσθαι (Ὁ) τὲ ξητούμενον καὶ τὸ μὲν ἔχει καθόλου, τὸ δὲ οὐχέτι τοιοῦτον. καίτοι γὲ δόξειεν ἂν πᾶν θεώρημα εἶναι καθολικόν, καὶ πᾶν τὸ δεικνύμενον ὑπὸ τοῦ στοιχειωτοῦ τοιοῦτον ὑπάρχειν. οἷον καὶ ἐνταῦθα οὐ μόνον τὸ τὰς ἀπεναντίον πλευρὰς ἢ γωνίας ἴσας ἔχειν καθ20 όλου δοκεῖ λέγεσθαι κατὰ πάντων τῶν παραλληλο-
γράμμων, ἀλλὰ καὶ τὸ τὴν διάμετρον διχοτομεῖν ἔχαστον. ἀλλ᾽ ὅμως τὰ μὲν καθόλου δείκνυσθαι λέγομεν, τὰ δ᾽ οὔ. ἄλλως γὰρ εἴωθε προσαγορεύεσθαι καθόλου τὸ ἐπὶ πάντων ἀληθεῦον, ἐφ᾽ ὧν λέγεται, ἄλλως τὸ
1 διάμετροι) 8 δὰάϊὶ “αυποπίδηλ ποι ὁδὶ σθοϊδηρη απι᾽.
14 ἀναμνήσομεν, ἐν τῷ μεμερίσθαι οὐ ἴπ τιδτρίῃε μετέρχεσθαι Ἡ, Θ᾽; “αιο οῃΐπι ρδοίο βογαια αἰσυμααιθ ἰπ αυδθδὲϊί ρδγΧἰ1οὴ9 αἀἰοαιβ, ΣΘΟΘηΒΘ π)ιι8᾽ Ζ; “υοϊηοᾶο δυΐοια υἱσγυαὰς
πάντα περιλαμβάνον, οἷς ὑπάρχει τὸ αὐτὸ σύμπτωμα. ᾿χαθόλου γὰρ καὶ ὅτι πᾶν ἰσοσκελὲς τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ὅτι ἐπὶ πάντων ἀληθὲς τῶν ἐσισκελῶν᾽ καθόλου δὲ καὶ ὅτι πᾶν τρίγωνον τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει, ὅτι πάντα περιείληφεν, οἷς τοῦτο καθ᾽ αὑτὸ ὑπάρχει. διὸ καὶ πρώτως τριγώνῳ φαμὲν δείκνυσθαι τὸ δυεῖν ὀρθαῖς ἴσας ἔχειν τὰς γωνίας. κατὰ τοῦτο τοίνυν τὸ σημαινόμενον τὰ μὲν καθόλου τῶν θεωρημάτων λέγοντες, τὰ δὲ οὐ καθόλου, τοῦτο τὸ θεώρημά φαμεν τὸ μὲν τῶν ξητουμένων ἔχειν καθόλου, τὸ δὲ οὔ. τὸ μὲν γὰρ τὰς ἀπεναντίον πλευρὰς ἢ γωνίας ἴσας ἔχειν καθολικόν ἐστι — μόνοις γὰρ ὑπάρχει τοῖς παραλληλογράμμοις – τὸ δὲ τὴν διάμετρον δίχα τὸ χωρίον ταυεῖν οὐ καθόλου, διότι μὴ πάντα περιείληφεν, ἐφ᾽ ὅσων θεω- ιὸ ρεῖται τὸ σύμπτωμα τοῦτο᾽ καὶ γὰρ τοῖς κύκλοις ὑπάρχει καὶ ταῖς ἐλλείψεσι. καὶ ἐοίκασιν αἴ πρῶται τῶν πραγμάτων ἐπιβολαὶ τοιαῦται εἶναι μερικώτεραι, προϊοῦσαι δὲ τὸ ὅλον συλλαμβάνειν. θεωρήσαντες γὰρ οἵ ἀρχαῖοι ὅτι ἡ διάμετρος Ϊ δίχα τέμνει τὴν ἔλλειψιν καὶ ὅτι τὸν κύκλον καὶ ὅτι τὸ παραλληλόγραμμον, τὸ κοινὸν ἐν τούτοις ἐπεθεώρησαν. λανθάνει δέ, φησὶν ᾿Δριστοτέλης, τὸ μὴ καθόλου δεικνύς τις ὡς καθόλου διὰ τὸ εἶναι ἀνώνυμον τὸ κοινόν, ᾧ πρώτως ὑπάρχει τὸ σύμπτωμα. τί γὰρ κοινὸν ἀριθμοῖς καὶ 55 μεγέθεσι καὶ κινήσεσι καὶ φθόγγοις, οἷς ἅπασιν ὑπάρχει τὸ ἐναλλάξ, οὐκ ἔστιν εἰπεῖν. καὶ τί κοινὸν ἐλλείψει καὶ κύκλῳ καὶ παραλληλογράμμῳ, χαλεπὸν ἀποδοῦναι. τὸ μὲν γάρ ἐστιν εὐθύγραμμον, τὸ δὲ
f. Friedlein 392 · p. 392περιφερόγραμμον, τὸ δὲ μικτόν διόπερ οἰόμεθα καθόλου δεικνύναι τὸν ἀποδεικνύντα ὅτι πᾶν παραλληλόγφαμμον ἡ διάμετρος δέζα τέμνει τῷ μὴ συνορᾶν τὸ κοινόν, δι᾽ ἣ ἀληθές. τοῦτο μὲν οὖν καὶ ἐκὶ τόν παραλληλογράμμων τὸ τοιοῦτον οὐκ ἔστιν καθόλου διὰ τὴν εἰρημένην αἰτίαν, ἐκεῖνο δὲ τὸ πᾶν παραλληλόγφαμμον ἴσας ἔχειν τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας. καὶ γὰρ ἐὰν ὑποτεθῇ τι σχῆμα τὰς ἀπεναντίον πλευράς τε καὶ γωνίας ἴσας ἔχον, δειχθήσεται
τοῦτο παραλληλόγραμμον. ἔστω γὰρ τοιοῦτον τὸ αβγδ
᾿ καὶ διάμετρος ἡ αὃ. ἐπεὶ οὖν
αἱ αβ βὸ ἴσαι ταῖς ἂγ γὸ καὶ αἴ ὑπ᾿ αὐτῶν περιεχόμεναι γωνίαι ἴσαι καὶ ἡ βάσις κοινή, καὶ τς . πάντα πᾶσιν ἴσα. εἰ ἄρα ἡ ὑπὸ
βαὸδ τῇ ὑπὸ αὃγ ἴση, καὶ ἡ ὑπὸ αὃβ τῇ ὑπὸ γαδ, παράλληλος ἄρα ἡ μὲν αβ τῇ γὸ, ἡ δὲ ἂγ τῇ βδ, ὥστε παραλληλόγραμμόν ἐστι τὸ αβγὸδ.
Τοσαῦτα περὶ τούτων ἔοικεν δὲ καὶ αὐτὸ τὸ ὄνομα τῶν παραλληλογράμμων ὁ στοιχειωτὴς συνθεῖναι τὴν ἀφορμὴν λαβὼν ἀπὸ τοῦ προειρημένου θεωρήματος. ἐπειδὴ γὰρ ἔδειξεν ὅτι αἴ τὰς ἴσας τε καὶ παραλλήλους ἐπιζευγνύουσαι εὐθεῖαι ἐπὶ τὰ αὐτὰ
46 μέρη καὶ αὐταὶ ἴσαι καὶ παράλληλοί εἰσι, δῆλον ὅτι τὰς ἀπεναντίον ἀπέφηνε παραλλήλους, καὶ τὰς ἐπι-
f. Friedlein 393 · p. 393ξευγνυούσας καὶ τὰς ἐπιζευγνυμένας. τὸ δὲ ὑπὸ παραλλήλων περιεχόμενον εἰκότως παραλληλόγραμμον ἐκάλεσεν, ὡς τὸ ὑπὸ εὐθειῶν γραμμῶν περιεχόμενον εὐθύγραμμον προσείρηκεν.
Καὶ ὁ μὲν στοιχειωτὴς δῆλός ἐστι τὸ παραλληλόγφαμμον ὡς ἐν τετραπλεύροις τιθέμενος. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε καὶ πᾶν εὐθύγραμμον ἀρτιόπλευρον, ὅταν ἰσόπλευρόν τε καὶ ἰσογώνιον ὑπάρχῃ, παραλληλόγραμμον ῥητέον. ἔχει Ϊ γὰρ καὶ τοῦτο τὰς ἀπεναντίον πλευρὰς ἴσας τε καὶ παραλλήλους καὶ τὰς ἀπ- τὸ εναντίον γωνίας ἴσας· οἷον τὸ ἐξάγωνον καὶ τὸ ὀκτά«γῶνον καὶ τὸ δεκάγωνον. ἐὰν γὰρ νοήσῃς ἐξάγωνον
τὸ αβγδεξ καὶ ἐκιξεύξῃς τὴν 5 ᾿ αγ., δεικνύεις παράλληλον τὴν
αἱ τῇ γδ. ἐστὶ γὰρ μιᾶς ὀρθῆς ‘: καὶ τρίτου ἡ πρὸς τῷ β καὶ ἑκάστη τῶν τοῦ ἐξαγώνου, ὅταν
ἰσογώνιον ἧ, καὶ ἴση ἡ αβ τῇ ἥ ο
βγ — κεῖται γὰρ ἰσόπλευρον — ἑκατέρα ἄρα τῶν ὑπὸ βαγ βγα τρίτου ἐστίν, αἱ ἄρα ὑπὸ ξαγ αγὸ ὁρ- Ὁ θαί εἰσιν, ὥστε παράλληλος ἡ αξ τῇ γδ. ὁμοίως δὴ καὶ τὰς ἄλλας τὰς ἀπεναντίον δείξομεν παραλλήλους, καὶ ἐπὶ τοῦ ὀκταγώνου ὡσαύτως καὶ τῶν λοιπῶν. εἰ
οὖν παραλληλόγραμμόν ἐστι τὸ ὑπὸ παραλλήλων τῶν ἀπεναντίον περιεχόμενον, καὶ ἐν τοῖς μὴ τετραπλεύροις