Prop. I.33: Αἱ τὰς ἴσας καὶ παραλλήλους ἐπιζευγνύουσαι ἴσαι καὶ παράλληλοι¶
Euclid: [I.33]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 384–389; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
τριγώνου, τὴν δὲ λοιπὴν ἄρα τρίτου. δεῖ γὰρ εἶναι δυσὶν ὀρθαῖς ἴσας τὰς τρεῖς. ταῦτα ὃὲ οὐ παρέργως ἐπισημαίνομαι, ἀλλὰ ὡς προπαρασκευάξοντα ἡμᾶς πρὸς τὴν τοῦ Τιμαίου διδασκαλίαν.
ὃ ΚΚαὶ μὴν κἀκεῖνο ῥητέον, ὅτι τὸ τὰς ἐντὸς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν καθ᾽ αὑτὸ καὶ αὐτὸ ὑπάρχει τῷ τριγώνῳ᾽ δι᾽’ ὃ καὶ ᾿ἀριστοτέλης πρόχειρον ἔχει τὸ παράδειγμα τοῦτο ἐν ταῖς ἀποδεικτικαῖς πραγματείαις τὸ ἧ αὐτὸ θεωρῶν. ὡς οὖν παντὶ σχήματι τὸ
πεπερατῶσθαι καθ᾿ αὑτὸ ὑπάρχει καὶ πρώτως, οὕτω τῷ τριγώνῳ τῷ εὐθυγράμμῳ παντί, εἰ καὶ μὴ σχήματι παντί, τὸ τὰς ἐντὸς γωνίας δυεῖν ὀρθαῖν ἴσας ἔχειν. καὶ ἔοικεν καὶ κατὰ τὰς κοινὰς ἐννοίας προσπίπτειν ἡμῖν ἡ τοῦ θεωρήματος ἀλήθεια. ἐὰν γὰρ
:ὸ νοήσωμεν εὐθεῖαν καὶ ἐπὶ τῶν περάτων αὐτῆς τινας πρὸς ὀρθὰς ἑστώσας, εἶτα συνιούσας εἰς τριγώνου γένεσιν, ὁρῶμεν ὅτι, καθόσον συνεύουσιν, κατὰ τοσοῦτον ἐλαττοῦσι τὰς ὀρθάς, ἃς ἐποίουν πρὸς τῇ εὐθεία, ὥστε ὅσον ἐκείνων (Ὁ) ἀφεῖλον, τοσοῦτον
προσλαβοῦσαι κατὰ τὴν πρὸς τῇ κορυφῇ σύνευσιν ἐξ ἀνάγκης τὰς τρεῖς ποιοῦσιν δυσὶν ὀρθαῖς ἴσας.
ΧΧΧΠΙ, ἰμοου. ΧΧΙΠ. Ἅί τὰς ἴσας τε καὶ
«αραλλήλους εὐθείας ἐπὶ τὰ αὐτὰ μέρη ἐπι-
ξευγνύουσαι εὐθεῖαι καὶ αὐταὶ ἴσαι τε καὶ παράλληλοί εἰσι.
Τοῦτο τὸ θεώρημα ὥσπερ μεθόριον ἐλέγομεν εἶναι τῆς τε περὶ τῶν παραλλήλων καὶ τῆς τῶν παραλληλογράμμων Ϊ ξητήσεως. καὶ γὰρ τῶν ἴσων τὲ καὶ παραλλήλων εὐθειῶν δοκεῖ τι σύμπτωμα λέγειν καὶ γένεσιν παραλληλογράμμων λεληθυῖαν παραθδίδῶσι. γίνεται γὰρ παραλληλόγραμμον ἔκ τε τῶν ἐξ ἀρχῆς ἴσων καὶ παραλλήλων καὶ ἐκ τῶν ταύτας ἐπιξευγνυουσῶν καὶ δεικνυμένων ὡσαύτως ἴσων τε καὶ παραλλήλων. διὸ καὶ τὸ μετὰ τοῦτο εὐθὺς ὡς ἂν ὑποστάντος ἤδη τοῦ παραλληλογράμμου τὰ καθ᾽ αὑτὰ ὑπάρχοντα τοῖς τοιούτοις χωρίοις θεωρεῖ.
Ταῦτα μὲν οὖν σαφῆ᾽ δεῖ δὲ καὶ τὴν ἀκρίβειαν τὴν ἐν τῇ προτάσει διασκέψασθαι. πρῶτον μὲν οὖν ὅτι οὐκ ἠρκέσθη τῷ ἴσας εἶναι τὰς ἐπιξευγνυμένας. οὐ γὰρ πάντως αἷ ἐπιζευγνύουσαι τὰς ἴσας ἴσαι εἰσίν, εἰ μὴ καὶ παράλληλοι εἶεν. τριγώνου γὰρ ὄντος ἰἐσοσκελοῦς καὶ σημείου ληφθέντος ἐπὶ μιᾶς τῶν ἴσων καὶ ἀχθείσης διὰ τοῦδε τῇ βάσει παραλλήλου ἴσας μὲν ἐπιξευγνύουσιν ἢ τε παράλληλος τῇ βάσει καὶ αὐτὴ ἡ βάσις· οὐ μέντοι καὶ ἴσαι εἰσίν. οὐ γὰρ ἦσαν ἐκεῖ-
ναι παράλληλοι αἵ συμπίπτουσαι κατὰ τὴν τοῦ τρι- .
, ’ ’ ΟΝ 3 Α ’ γώνου κορυφήν. δεύτερον δὲ ὅτι οὐδὲ τὸ παραλλήλους εἶναι τὰς ὑποκειμένας εὐθείας, μὴ ἴσας δέ, τὰς
1 Μ ἴἰὰ τοαυζίαο 1. 9 παραλληλόγραμμον Τ, παραλληλογράμμον Ὁ.
f. Friedlein 386 · p. 386ἐπιξευγνυούσας παραλλήλους ποιήσειν ὑπέλαβεν. ἐπὶ γὰρ τῆς εἰρημένης κατασκευῆς τῆς κατὰ τὸ ἰσοσκελὲς τρίγωνον καὶ τοῦτο φανερόν. ἡ γὰρ ἀχθεῖσα καὶ ἡ βάσις παράλληλοί εἰσιν᾽ ἀλλ᾽ αἱ ἐπιζευγνύουσαι αὖὐτὰς οὐ παράλληλοι. μέρη γάρ εἰσι τῶν τοῦ ἐἰσοσκελοῦς πλευρῶν. δεῖ δὴ οὖν πρὸς μὲν τὴν ἰσότητα τῶν ἐπιξευγνυουσῶν τῆς τῶν ἐπιξευγνυμένων παραλλήλου θέσεως, πρὸς δὲ τὴν τῶν παραλλήλων θέσιν τῆς ἐκείνῶν ἰσότητος. διόπερ ὁ στοιχειωτὴς ἄμφω παρέλαβεν ἐπὶ τῶν ἐπιξζξευγνυμένων, ἵνα ἄμφω δείξῃ καὶ περὶ τὰς ἐπιξευγνυούσας εὐθείας, τό τε ἴσας ἀλλήλαις εἶναι καὶ τὸ παραλλήλους. τρίτον δὴ λεγέσθω πρὸς τούτοις ὅτι καὶ ἴσων ὑποκειμένων εὐθειῶν καὶ παραλλήλων οὐ πάντως αἵ ἐπιξευγνύουσαι αὐτὰς ἴσαι καὶ παράλληλοί εἰσιν. εἰ γὰρ μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἐπιξεύξεις ποιησόμεθα, παραλλήλους μὲν αὐτὰς ἀδύνατον εἶναι — τέμνονται γὰρ ὑπ᾽ ἀλλήλων — ἴσας ὃὲ ποτὲ μὲν δυνατόν, ποτὲ δὲ ἀδύνατον. εἰ μὲν γὰρ
λάβοις ἢ τετράγωνον ἢ ἑτερόμηκες χωρίον ὡς τὸ αβγὸ
καὶ ἐπιξεύξαις τὰς αὃ βγ, αἵ διάμετροι ἰσαι μέν, οὐ ᾿ παράλληλοι δέ. καίτοι ἐπκιζευ-
f. Friedlein 387 · p. 387ἐπεὶ γὰρ ἴση ἡ αβ τῇ γὸδ, κοινὴ δὲ ἡ ἂγ, καὶ γωνία
ἄνισος ἡ ὑπὸ βαγ τῇ ὑπὸ αγὸ, καὶ αἴ βάσεις ἄνισοί εἰσιν. εἰκότως οὖν ὁ στοιχειωτὴς ἀξιοῖ τὰς ἐπιζευγνυούσας τὰς ἴσας καὶ παραλλήλους ἐπὶ
τὰ αὐτὰ μέρη ποιεῖσθαι τὴν ἐπί-
ξευξιν, ἵνα τῶν ἴσων καὶ παραλ- ,.» )
λήλων ὑποκειμένων τῶν ἂγ βὸ
μὴ τὰς αὃ καὶ βγ λαβῶμεν τὰς ν ἐπιζξευγνυούσας, ἀλλὰ τὰς αβ τὸ καὶ γδ. ταύτας γὰρ ἂν καὶ δείξαιμεν ἴσας καὶ παραλλήλους. ἐκείνας δὲ παραλλήλους μὲν οὐδέποτε, ἴσας ὃΣ ἐπὶ μὲν τοῦ τετραγώνου καὶ τοῦ ἑτερομήκους δείξαιμεν ἂν, ἐπὶ δὲ τοῖ ῥόμβου καὶ τοῦ ῥομβοειδοῦς οὐκ ἄν ποτε δείξαιμεν, τὸ γὰρ ἀντικείμενον δέδεικται, ὅτι ἄνισοί εἰσι διὰ τὴν ἀνισότητα τῶν ἐντὸς καὶ ἐπὶ τὰ αὐτὰ μέρη γωνιῶν.
Ργορ. ΧΧΧΙΙ͂Ι, ἰμοογυ. ΧΧΠΠ. Τῶν παραλληλο-
γράμμων χωρίων αἱ ἀπεναντίον πλευραί τε