Prop. I.32: Παντὸς τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι (Πυθαγόρειοι)¶
Euclid: [I.32]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 376–384; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ὃὲδ ἐπ’ αὐτῆς ἐστι τῆς ἀγομένης, καὶ διὰ τοῦτο ἡ ἀγωγὴ δι’ αὐτοῦ. οὐ γὰρ ὡς τεμνούσης εὐθείας τὸ δοθὲν σημεῖον εἴρηται τὸ δι’ αὐτοῦ, ἀλλ᾽ ὡς συμκιπτούσης αὐτῷ καὶ ὁριζούσης τὸ ἑαυτῆς ἀπόστημα
πρὸς τὴν ἐχείνην εὐθεῖαν τῇ διαστάσει τοῦ σημείου ὃ
καὶ τῆς εὐθείας. ὅσον γὰρ τὸ δοθὲν ] σημεῖον τῆς δοθείσης εὐθείας ἀφέστηκεν, τοσοῦτον καὶ ἡ παράλληλος ἔχει τὸ μεταξὺ ἑαυτῆς τε καὶ ἐκείνης.
Ργορ. ΧΧΧΙΙ, ἰμθοσ. ΧΧΙ. Παντὸς τριγώνου
μιᾶς πλευρᾶς προσεκβληθείσης ἡ ἐκτὸς τοῦ
τριγώνου γωνία δύο ταῖς ἐντὸς καὶ ἀπεναν-
τίον ἐστὶν ἴση καὶ αἴ ἐντὸς τοῦ τριγώνου γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσέν.
Ὅσον ἐνέλειπεν ἐν τῷ ις καὶ ιξ θεωρήματι, τοσοῦτον προστίθησιν ἐν τούτῳ. οὐ γὰρ μόνον ὅτι ἡ ἐκτὸς τοῦ τριγώνου ἑχατέρας τῶν ἐντὸς καὶ ἀπεναντίον μείζων διὰ τούτου μανθάνομεν, ἀλλὰ καὶ ὅσῳ μείζων. ἴση γὰρ ἀμφοτέραις οὖσα μείζων ἐστὶν ἔκατέρας τῇ λοιπῇ, οὐδὲ ὅτι δύο τοῦ τριγώνου ὁποιαιοῦν ἐλάσσους εἰσὶ δυεῖν ὀρθαῖν ἐκ τούτων γινώσκομεν, ἀλλὰ καὶ πόσῳ ἐλάσσους. τῇ γὰρ λοιπῇ τῶν τριῶν. ἐκεῖνα μὲν οὖν ἀοριστότερά πως ἦν τὰ θεωρήματα, τοῦτο δὲ τὸν τῆς ἐπιστήμης ὅρον ἀμφοτέροις ἐπήγαγεν. καὶ οὐ διὰ τοῦτο περιττὰ ἂν εἴποιμεν ἐκεῖνα. καὶ γὰρ συνετέλεσεν ἡμῖν εἰς πολλὰς ἀποδείξεις, ἀφ᾽ ὧν καὶ τοῦτο δείξομεν. καὶ ἀναγκαῖον τὴν γνῶσιν ἡμῶν ἀπὸ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον προϊοῦσαν ἐκ
f. Friedlein 378 · p. 378τῶν ἀορίστων ἐπιβολῶν ἐπὶ τοὺς ὡρισμένους καὶ ἀνελέγχκτους λόγους μεταβαίνειν. ᾿Αλλ᾽ ὁ μὲν στοιχειωτὴς ἔξω τὴν παράλληλον ἄγων ἔδειξεν ἑκάτερον τῶν ξητουμένων. ἔστι δὲ καὶ ὃ μὴ ἔξω ἄγοντα τὰ αὐτὰ δεικνύναι, τὴν τάξιν μόνην ἐναλλάξαντα τῶν δεικνυμένων. ὁ μὲν γὰρ πρότερον ἔδειξεν τὸ τὴν ἐχτὸς γωνίαν ἴσην εἶναι ταῖς ἐντὸς καὶ ἀπεναντίον, καὶ ἀπὸ τούτου τὸ λοιπὸν κατεσκεύασεν, ἡμεῖς δὲ ἀνάπαλιν ποιήσωμεν. ἔστω δὴ οὖν τὸ
ὼ αβγ τρίγωνον καὶ ἐκβεβλήσθω ἡ βγ ἐπὶ τὸ ξ, καὶ δἠλήφθω σημεῖον ἐπὶ τῆς βγ τὸ ξ, καὶ ἐπεξεύχθω ἡ αξ, καὶ Ἶ 5:8 διὰ τοῦ ξ παράλληλος ἤχθω τῇ αβ ἡ ξδ. ἐπεὶ οὖν παράλληλος ἡ ξὸ τῇ αβ καὶ εἰς αὐτὰς ἐμπέπτωκεν ἥ τε αξ καὶ ἡ βγ, αἴ τε ἐναλλὰξ ἴσαι ἰ καὶ ἡ ἐκτὸς τῇ ἐντός. ὅλη ἄρα ἡ ὑπὸ αξγ ἴση ταῖς ὑπὸ ξαβ αβξ. ὁμοίως δὴ δείξομεν παράλληλον ἀγαγόντες ὅτι καὶ ἡ ὑπὸ αξβ ἴση ταῖς ὑπὸ ξαγ
το αγξ. δύο ἄρα αἱ ὑπὸ αξβ αξγ ἴσαι ταῖς τρισὶ τοῦ αβγ τριγώνου. αἱ ἄρα τρεῖς δύο ὀρθαῖς ἴσαι εἰσὶ
ταῖς ὑπὸ αξβ αξγ. ἀλλὰ καὶ ἡ ὑπὸ αγξ αγε δύο ὁρθαῖς ἴσαι. κοινὴ ἀφῃρήσθω ἡ ὑπὸ αγξ. λοιπὴ ἄρα ἡ ἐχτὸς ταῖς ἐντὸς καὶ ἀπεναντίον ἐστὶν ἴση.
9 ἔστω δὲ α.
f. Friedlein 379 · p. 379Τοῦτο μὲν δὴ τὸν εἰρημένον ἀποδείκνυται τρόσον Εὔδημος δὲ ὁ περιπατητικὸς εἰς τοὺς Πυθαγορείους ἀναπέμπει τὴν τοῦδε τοῦ θεωρήματος εὕρεσιν, ὅτι τρίγωνον ἅπαν δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς ἐντὸς γωνίας. καὶ δεικνύναι φησὶν αὐτοὺς οὕτως τὸ προκείμενον. ἔστω τρίγωνον τὸ αβγ, καὶ ἤχθω διὰ
τοῦ ἃ τῇ βγ παράλληλος ἡ
δε. ἐπεὶ οὖν παράλληλοί εἰσιν αἴ βγ δε, καὶ αἴ ἐναλλὰξ ἴσαι εἰσίν, ἴση ἄρα ἡ μὲν , ᾿
ὑπὸ δαβ τῇ ὑπὸ αβγ, ἡ δὲ ὑπὸ εαγ τῇ ὑπὸ αγβ. κοινὴ προσκείσθω ἡ βαγ. αἵ ἄρα ὑπὸ δαβ βαγ γαε, τουτέστιν αἴ ὑπὸ δαβ βαε,
τουτέστιν αἴ δύο ὀρθαὶ ἴσαι εἰσὶ ταῖς τοῦ αβγ τριγώνου τρισὶ γωνίαις. αἴ ἄρα τρεῖς τοῦ τριγώνου δύο 1Ὁ ὀρθαῖς εἰσιν ἴσαι.
Τοιαύτη μὲν οὖν καὶ ἡ τῶν Πυθαγορείων ἀπόδειξις᾽ δεῖ δὲ καὶ τὰ ἀντιστρέφοντα τῷ θεωρήματι τοῦ στοιχειωτοῦ προσιστορῆσαι. ἀντιστρέφει δὲ δυεῖν πρὸς ἕν, ἐπειδὴ τοῦτο σύνθετόν ἐστι κατά τε τὸ ξητού- τ0 μενον καὶ κατὰ τὸ δεδομένον. καὶ γὰρ τοῦτο διπλοῦν ἐστι τρίγωνον γὰρ καὶ μία τῶν πλευρῶν ἐκβεβλημένη. κἀκεῖνο ὡσαύτως. ἕν μὲν γάρ ἐστι τὸ τὴν ἐχτὸς ἴσην εἶναι ταῖς ἐντὸς καὶ ἀπεναντίον, ἕτερον δὲ τὸ τὰς ἐντὸς τρεῖς γωνίας δύο ὀρθαῖς εἶναι ἴσας. ἐὰν
f. Friedlein 380 · p. 380οὖν ὑποθώμεθα καὶ τὴν ἐχτὸς εἶναι ταῖς ἐντὸς ἴσην καὶ ἀπεναντίον, δείκνυμεν ἐχβεβλημένην πλευρὰν καὶ ἐπ’ εὐθείας οὖσαν τῇ μιᾷ τῶν τριγώνου πλευρῶν τὴν ἐκτός — ἐὰν δὲ τὰς τρεῖς γωνίας τὰς ἐντὸς δύο ὀρδ θαῖς ἴσας, δείκνυμεν ὅτι τὸ σχῆμα τρίγωνόν ἐστι. καὶ οὕτως ὅλον ἔσται τὸ ζητούμενον πρὸς ὅλον ἀντιστρέφον τὸ δεδόμενον. ἔστω τοίνυν τρίγωνον τὸ αβγ - καὶ ἡ ἐκτὸς ἡ ὑπὸ αγὸ]
ἴση ταῖς ἐντὸς καὶ ἀπεναν-
1 τίον. λέγω ὅτι ἡ βγ ἐστὶν ἡ προσεκβεβλημένη ξως τοῦ
᾿ “ ὃ, καὶ μία εὐθεῖά ἐστιν ἡ βγδ. ἐπεὶ γὰρ ἡ ὑπὸ αγὸ ἴση ταῖς ἐντὸς καὶ ἀπεναντίον, κοινὴ προσκείσθω ἡ ὑπὸ αγβ. αἱ ἄρα ὑπὸ αγὸ αγβ ἴσαι ταῖς τρισὶ τοῦ αβγ τοῦ τριγώνου. ἀλλ᾽ αἴ τρεῖς τοῦ αβγ τριγώνου δύο ὀρθαῖς εἰσιν ἴσαι. ἐὰν δὲ πρός τινι εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ δύο εὐθεῖαι ἑξῆς μὴ ἐπὶ τὰ αὐτὰ μέρη τὰς ἑξῆς γωνίας
δύο ὀρθαῖς ἴσας ποιῶσιν, ἐπ᾽ εὐθείας εἰσὶν ἀλλήλαις αἴ εὐθεῖαι. ἡ ἄρα βγ τῇ γὸ ἐπ᾽ εὐθείας ἐστίν. πάζ λιν ἔστω τις σχῆμα τὸ αβγ
ὃ τρεῖς ἔχον γωνίας μόνας δύο
ὀρθαῖς ἴσας τὰς α β γ. λέγω
4 ») ὅὄτι τρίγωνόν ἐστι καὶ μία εὐ-
30 θεῖά ἐστιν ἡ αγ. ἐπεζεύχθω γὰρ ἡ βὸ. ἐπεὶ οὖν ἑκατέρου τῶν α αβὸ ὃβγ τριγώνων αἱ τρεῖς γωνίαι
f. Friedlein 381 · p. 381δύο ὀρθαῖς εἰσιν ἴσαι, ὧν αἱ τοῦ αβγ δύο ὀρθαῖς
ἴσαι, λοιπαὶ ἄρα αἴ ὑπὸ αὃδβ γδβ δύο εἰσὶν ὀρθαῖς ἴσαι. καί εἰσιν πρὸς τῇ βὸ εὐθείᾳ. ἐπ᾽ εὐθείας ἄρα ἐστὶν ἡ ὃγ τῇ δα. ἐὰν οὖν εὐθύγραμμον ἦ τὸ σχῆμα τὸ ἔχον τὰς ἐντὸς γωνίας δύο ὀρθαῖς ἴσας, ἐκ παντὸς τρίγωνόν ἐστιν. οὐ μὴν ἐὰν ἔχῃ τι τὰς ἐντὸς δύο ὀρθαῖς ἴσας, ἐκ παντὸς τρίγωνόν ἐστι. καὶ γὰρ περιφερόγραμμον εὕροις ἂν ἔχον τὰς ἐντὸς δυσὶν ὀρθαῖς ἴσας. ἔστω γὰρ τετράγωνον τὸ αβγὸ καὶ ἐπὶ τῆς αβ ἐντὸς ἡμικύχλιον γεγράφθω τὸ αεβ, ἐπὶ δὲ τῶν ἄλλων ἐκτὸς τὰ ἢ ξ 9. δύο δὴ γωνίας ἔχει τὸ ὑπὸ τῶν ἡμικυκλίων περιἐχόμενον τὰς ὑπὸ ηαὲ εβ8ὃ δύο ὀρθαῖς ἴσας ταῖς
ὑπὸ γαβ ὅβα — δέδεικται γὰρ τοῦτο ἐν τοῖς αἴτημασι — καὶ μόναι αὗται γωνίαι εἰσὶν ἐν τῷ σχήματι τούτῳ. ἔστιν ἄρα τι σχῆμα μὴ τρίγωνον τὰς ἐντὸς ἔχον γωνίας δύο ὀρθαῖς ἴσας. 80 Ταῦτα καὶ περὶ τῶν ἀντιστρόφων᾽ ἐπεὶ δὲ ἔχομεν ὅτι παντὸς τριγώνου αἷ τρεῖς γωνίαι δύο ὀρθαῖς ἴσαι εἰσίν, δεῖ μέθοδον λαβεῖν, καθ᾽ ἣν καὶ τῶν ἄλλων πάντων πολυγώνων εὐθυγράμμων τὰς γωνίας εὑρήσομεν ὁπόσαις ὀρθαῖς ἴσαι εἰσέν, οἷον τετραγώνου, πενταγώνου καὶ τῶν ἑξῆς ἁπάντων πολυπλεύρων.
f. Friedlein 382 · p. 382χρὴ τοίνυν εἰδέναι πρῶτον ὅτι πᾶν σχῆμα εὐθύγραμμον εἰς τρίγωνα ἀναλύεται. πάντων γὰρ ἀρχὴ τῆς συστάσεως τρίγωνον, ὃ καὶ ὁ Πλάτων ἔφη διδάσχων ὅτι ἡ ὀρθὴ (ὃ) τῆς ἐπιπέδου βάσεως ἐκ τριγώνῶν συνέστηκεν. ἕκαστον δὲ ἀναλύεται εἰς δυάδι ἐλάσσονα τρίγωνα τῶν οἰκείων πλευρῶν, εἰ τετράπλευρόν ἐστιν, εἰς δύο, εἰ πεντάπλευρον, εἰς τρία, εἰ ἑξάπλευρον, εἰς τέσσαρα. δύο γὰρ τρίγωνα συντεθέντα τετράπλευρον ἐποίησε εὐθύς· ᾧ δὲ τῶν συν1 θέτων τριγώνων ἀριθμῷ τὸ πρῶτον συστὰν διήνεγκεν τῶν ἑαυτοῦ πλευρῶν, τούτῳ καὶ τὰ ἕξῆς πάντα διαφέρει. δυάδι ἄρα πᾶν πολύπλευρον πλείους ἔχει πλευρὰς τῶν τριγώνων, εἰς ἃ διαλύεται. ἀλλὰ μὴν ἅπαν γε τρίγωνον δέδεικται δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς ιὸ γωνίας. διπλάσιος ἄρα ὁ τῶν γωνιῶν (Ὁ) ἀριθμὸς
αὐτῶν τῶν συντεθέντων τριγώνων γενόμενος παρἕξεται τὸ πλῆθος τῶν ὀρθῶν, ὅσαις ἕκαστον πολύγωνον ἴσας ἔχει γωνίας. διὸ πᾶν μὲν τετράπλευρον τέτρασιν ὀρθαῖς ἴσας ἔχει γωνίας ἐκ δυεῖν γὰρ συνἔχειτο τριγώνων πᾶν δὲ πεντάπλευρον ξξ, καὶ τοῦτο ἑξῆς ὁμοίως. Ἣν μὲν οὖν τοῦτο ληπτέον ἐκ τοῦ θεωρήματος τούτου περὶ πάντων τῶν πολυγώνων ἅμα καὶ εὐθυγράμμων᾽ ἕτερον δὲ ἑπόμενον τούτῳ συνέλωμεν, ὅτι
f. Friedlein 383 · p. 383πᾶν σχῆμα εὐθύγραμμον ἑκάστης τῶν πλευρῶν ἅπαξ ἐκβληθείσης τὰς ἐκτὸς συνισταμένας γωνίας ἴσας ἔχει τέτρασιν ὀρθαῖς. διπλασίας μὲν γὰρ εἶναι δεῖ τὰς ἐφ᾽ ἑκάτερα γωνίας ὀρθὰς τοῦ πλήθους τῶν πλευρῶν, ἐπειδὴ πρὸς ἑκάστῃ δυσὶν ὀρθαῖς ἴσαι συνίστανται. ἀφαιρουμένων δὲ τῶν ἴσων ταῖς ἐντὸς ὀρθῶν αἷ λοιπαὶ γίνονται αἴ ἐκτὸς τέτρασιν ὀρθαῖς ἴσαι. οἷον εἰ τὸ σχῆμα τρίγωνον, ἑκάστης αὐτοῦ πλευρᾶς ἅπαξ ἐκχβαλλομένης ξξ ὀρθαῖς ἴσαι συνίστανται γωνίαι ᾿ αἴ τε ἐντὸς καὶ ἐκτός, ὧν αἵ ἐντὸς ἴσαι δυσίν, αἵ λοιπαὶ το ἄρα αἱ ἐκτὸς τέταρσιν, — εἰ δὲ τετράπλευρον, ὀχτὼ αἱ πᾶσαι· διπλάσιαι γὰρ τῶν πλευρῶν᾽ ὧν ἐντὸς τέτρασιν, καὶ ἐκτὸς ἄρα ἄλλαις τοσαύταις ἴσαι. — εἰ δὲ πεντάπλευρον, δέκα μὲν αἱ πᾶσαι, ἕξ δὲ ἐντός, τέτρασι δὲ ταῖς λοιπαῖς αἱ ἐκτός· καὶ ἐπ’ ἄπειρον τ ὁμοίως ἡ αὐτὴ μέθοδος.
Ἐπὶ δὴ τούτοις κἀκεῖνα συναγάγωμεν ὅτι διὰ τοῦτο τὸ θεώρημα τὸ μὲν ἰσόπλευρον τρίγωνον ἕκχάστην ἔχει γωνίαν διμοίρου ὀρθῆς. τὸ δὲ ἐσοσκελές, ὅταν ἔχῃ τὴν πρὸς τῇ κορυφῇ ὀρθήν, τὰς λοιπὰς ἡμι- τὸ σείας ὀρθῆς ἔχει, οἷον τὸ ἡμιτετράγωνον, τὸ δὲ σκαληνὸν τὸ ἡμιτρίγωνον, ἣ γίνεται ἐν ἰσοπλεύρῳ τριγώνῳ καθέτου ἀχθείσης ἀφ᾽ οἵας τινὸς γωνίας ὑπὸ τὴν ὑποτείνουσαν αὐτὴν πλευράν, τὴν μὲν ἔχει ὀρθήν, τὴν δὲ διμοίρου οὖσαν, ἥτις ἦν καὶ τοῦ ἰσοπλεύρου
Ἡ ἴπ ταδυρὶηθ δᾶὰϊὲ ἤρυγδβ ἐγ δηρο δ, αὐυδάγαϊί, ρ6η-
ἱδθοηΐ, μοχδρβοηΐ. ἡρῴθοι ἐγ δἀὐβοσιρία βυηὶ ἰοΐ β 1. 6. ἄπο ᾳαοῦ βαηΐ δ}, Ὠοχαροῦο δυΐοθιῃ αὐδίζθπον δὶ, ᾿ἱπίγχα ἰγθῃΒΌΪΌΙΩ βοσϊρίθση 6θὶ β, ἰηίγα αὐυδαγδίυμ δι, ἐπίγα ῬΘΩΪΑΟΠΌΙΩ 6,
f. Friedlein 384 · p. 384τριγώνου, τὴν δὲ λοιπὴν ἄρα τρίτου. δεῖ γὰρ εἶναι δυσὶν ὀρθαῖς ἴσας τὰς τρεῖς. ταῦτα ὃὲ οὐ παρέργως ἐπισημαίνομαι, ἀλλὰ ὡς προπαρασκευάξοντα ἡμᾶς πρὸς τὴν τοῦ Τιμαίου διδασκαλίαν.
ὃ ΚΚαὶ μὴν κἀκεῖνο ῥητέον, ὅτι τὸ τὰς ἐντὸς γωνίας δύο ὀρθαῖς ἴσας ἔχειν καθ᾽ αὑτὸ καὶ αὐτὸ ὑπάρχει τῷ τριγώνῳ᾽ δι᾽’ ὃ καὶ ᾿ἀριστοτέλης πρόχειρον ἔχει τὸ παράδειγμα τοῦτο ἐν ταῖς ἀποδεικτικαῖς πραγματείαις τὸ ἧ αὐτὸ θεωρῶν. ὡς οὖν παντὶ σχήματι τὸ
πεπερατῶσθαι καθ᾿ αὑτὸ ὑπάρχει καὶ πρώτως, οὕτω τῷ τριγώνῳ τῷ εὐθυγράμμῳ παντί, εἰ καὶ μὴ σχήματι παντί, τὸ τὰς ἐντὸς γωνίας δυεῖν ὀρθαῖν ἴσας ἔχειν. καὶ ἔοικεν καὶ κατὰ τὰς κοινὰς ἐννοίας προσπίπτειν ἡμῖν ἡ τοῦ θεωρήματος ἀλήθεια. ἐὰν γὰρ
:ὸ νοήσωμεν εὐθεῖαν καὶ ἐπὶ τῶν περάτων αὐτῆς τινας πρὸς ὀρθὰς ἑστώσας, εἶτα συνιούσας εἰς τριγώνου γένεσιν, ὁρῶμεν ὅτι, καθόσον συνεύουσιν, κατὰ τοσοῦτον ἐλαττοῦσι τὰς ὀρθάς, ἃς ἐποίουν πρὸς τῇ εὐθεία, ὥστε ὅσον ἐκείνων (Ὁ) ἀφεῖλον, τοσοῦτον
προσλαβοῦσαι κατὰ τὴν πρὸς τῇ κορυφῇ σύνευσιν ἐξ ἀνάγκης τὰς τρεῖς ποιοῦσιν δυσὶν ὀρθαῖς ἴσας.