f. Friedlein 354 · p. 354

Prop. I.27: Αἱ ἐναλλὰξ γωνίαι ἴσαι παραλλήλους ποιοῦσιν

Euclid: [I.27]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 354–360; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

᾿ς Περὶ μὲν τῆς τῶν τριγώνων γενέσεώς τε καὶ ἰσότητος ἢ ἀνισότητος ὅσα δυνατὸν ὡς ἐν στοιχειώσει λέγειν ἐκ τῶν εἰρημένων μεμαθήκαμεν. περὶ δὲ τῶν τετραπλεύρων ἐφεξῆς ὁ Εὐκλείδης διέξεισι προηγουμένως μὲν περὶ τῶν παραλληλογράμμων ἡμᾶς διδάσκων, τῇ δὲ τούτων θεωρίᾳ συνεισφέρων καὶ τὴν περὶ τῶν τραπεζίων διδασκαλίαν. διήφηται γάρ, ὥς που καὶ πρότερον ἐν ταῖς ὑποθέσεσιν εἴπομεν, τὲ τετράπλευρον εἴς τε τὸ παραλληλόγραμμον καὶ τὸ τραπέξιον, καὶ τὸ παραλληλόγραμμον εἰς ἕτερα ἅττα εἴδη καὶ τὸ τραπέξιον ὡσαύτως. ἀλλ᾽ ἐπεὶ τὸ μὲν παραλληλόγραμμον διὰ τὴν τῆς ἰσότητος μετουσίαν τεταγμένον ἐστί, τὸ δὲ τραπέξιον οὐ τὴν αὐτὴν οὐδὲ ὁμοίαν ἔχει τὴν τάξιν, προηγουμένως μὲν εἰκότως αὐτῷ [τὰ Ὁ)

· τῶν παραλληλογράμμων ὁ λόγος ἀπεργάξεται, συν-

θεωρεῖ δὲ τούτοις καὶ τὸ τραπέξιον. ἀναφανήσεται γὰρ ἐκ τῆς τῶν παραλληλογράμμων τομῆς ἡ τῶν τραπεξίων γέννησις. ὡς ἔσται προϊοῦσιν ἡμῖν γνώριμον.

f. Friedlein 355 · p. 355

᾿4λλ᾽ ἐπειδήπερ πάλιν ἀδύνατον εἰπεῖν τι περὶ τῆς τῶν παραλληλογράμμων ἢ συστάσεως ἢ ἰσότητος ὥνευ τῆς τῶν παραλλήλων θεωρίας – ὡς γὰρ καὶ ἐκ τοῦ ὀνόματος δῆλον, παραλληλόγραμμόν ἐστι τὸ ὑπὸ

ΕῚ 4 - ἄν παραλλήλων τῶν ἀπεναντίον κειμένων εὐθειῶν περι-

γραφόμενον — ἐντεῦθεν ἀναγκαίως ἀπὸ τῶν παραλλήλων ποιεῖται τὴν ἀρχὴν τῆς διδασκαλίας καὶ κατὰ βραχὺ προϊὼν ἀπὸ τούτων εἰς τὴν τῶν παραλληλογράμμων εἰσβάλλει θεωρίαν ἑνὶ μέσῳ χρησάμενος θεωρήματι τῆς τε τούτων καὶ τῆς ἐκείνων στοιχεισεως, ὃ δοκεῖ μὲν σύμπτωμώ τι ταῖς παραλλήλοις ὑπάρχον θεωρεῖν, γένεσιν δὲ πρώτην παραλληλογράμμου παραδίδωσι. τοιοῦτον γάρ ἐστι τὸ αἱ τὰς ἴσας τε καὶ παραλλήλους ἐπὶ τὰ αὐτὰ μέρη ἐπι-

ξευγνύουσαι καὶ αὐταὶ ἴσαι τε καὶ παράλληλοί

εἰσιν. ἐν γὰρ τούτῳ θεωρεῖται μέν ἢ τι ταῖς ἴσαις καὶ παραλλήλοις συμβεβηκός, ἐκ δὲ τῆς ἐπιξεύξεως ἀναφαίνεται τὸ παραλληλόγραμμον τὸ ἴσας ἔχον καὶ παραλλήλους τὰς ἀπεναντίον κειμένας πλευράς.

Ὄτι μὲν οὖν ἀναγκαίως ὁ περὶ τῶν παραλλήλων

λόγος προείληπται, δῆλον ἐκ τούτων. τρία δέ ἐστιν ἀναλαμβάνειν ταῖς παραλλήλοις ὑπάρχοντα καθ᾽ αὑτό καὶ ἡ αὐτὸ χαρακτηριστικά τὲ αὐτῶν καὶ ἀντιστρέφοντα πρὸς αὐτάς, οὐ μόνον τὰ τοία ἅμα, ἀλλὰ καὶ ἕκαστον ἀποδιαληφθὲν τῶν λοιπῶν. ὧν τὸ μέν ἐστιν εὐθείας τεμνούσης τὰς παραλλήλους ἴσας εἷναι τὰς ἐναλλάξ, τὸ δὲ εὐθείας τεμνούσης τὰς παραλλήλους

f. Friedlein 356 · p. 356

ἴσας εἶναι τὰς ἐντὸς δύο ὀρθαῖς, τὸ δὲ λοιπὸν εὐθείας

τεμνούσης τὰς παραλλήλους ἴσην εἶναι τὴν ἐκτὸς τῇ

ἐντὸς καὶ ἀπεναντίον. ἕκαστον γὰρ τῶν συμπτωμά-

τῶν τούτων ἱχανὸν ἀποδειχθὲν παραλλήλους ἀποφῆναι τὰς εὐθείας.

Τοῦτον δὲ τὸν τρόπον εἰώθασι καὶ οἵ ἄλλοι μαθηματικοὶ διαλέγεσθαι περὶ τῶν γραμμῶν, ἑκάστου εἴδους τὸ σύμπτωμα παραδιδόντες. καὶ γὰρ ᾿4πολλώνιος ἐφ᾽ ἑκάστης τῶν κωνικῶν γραμμῶν, τί τὸ

  1. σύμπτωμα δείκνυσι, καὶ ὁ Νικομήδης ἐπὶ τῶν κογχοεἰδῶν, καὶ ὁ Ἱππίας ἐπὶ τῶν τετραγωνιξουσῶν, καὶ ὁ Περσεὺς ἐπὶ τῶν σπειρικῶν. μετὰ γὰρ τὴν γένεσιν τὸ καθ᾿ αὑτὸ καὶ ἡ αὐτὸ ὑπάρχον ληφθὲν ἀφορίξει τὸ συστὰν ἡμῖν εἶδος ἀπὸ τῶν ἄλλων ἁπάντων.

χατὰ τὰ αὐτὰ δὴ οὖν καὶ ὁ στοιχειωτὴς τὰ συμπτώματα τῶν παραλλήλων ἀνευρίσκει πρῶτον.

Ργορ. ΧΧΥ͂Ι͂Ι, ἰμοοσν. ΧΥ͂ΠΙ. Ἐὰν εἰς δύο εὐθείας

εὐθεῖα ἐμπίπτουσα τὰς ἐναλλὰξ γωνίας ἴσας

ἀλλήλαις ποιῇ, παράλληλοι ἔδονται ἀλλήλαις αἴ εὐθεῖαι.

᾿Επὶ τοῦ ὁμολογουμένου προείληπται τὸ εἶναι τὰς εὐθείας ἐν ἑνὶ ἐπιπέδῳ, μᾶλλον δὲ ἐπὶ πάντων τῶν ἐν τῷ ἐπιπέδῳ θεωρημάτων. τοῦτο δὲ προσέθεμεν διὸ τὸ μὴ πάντως τῶν ἐναλλὰξ ἴσων οὐσῶν παραλλήλους εἶναι τὰς εὐθείας, εἰ μὴ καὶ ἐν τῷ αὐτῷ εἶεν

f. Friedlein 357 · p. 357

ἐπιπέδῳ. κωλύει γὰρ οὐδὲν οἷον χιαστὶ τῶν εὐθειῶν κειμένων, τῆς μὲν ἐν ἄλλῳ, τῆς δὲ ἐν ἄλλῳ ἐπιπέδῳ, ἐμπίπτουσαν εἰς αὐτὰς εὐθεῖαν ἴσας ποιεῖν τὰς ἐναλλάξ, ἀλλ᾽ οὐ παράλληλοι αἴ οὕτως ] κείμεναι. προείληπται οὖν ὅτι πάντα, ὅσα καταγράφομεν ἐν τῇ ἐπιπέδῳ πραγματείᾳ, περὶ ἕν καὶ ταὐτὸν ἐπίπεδον φανταζόμεθα. διόπερ οὐκ ἐδεήθη καὶ ταύτης τῆς προσθήκης.

Αὐτὸ δὲ δὴ τὸ ἐναλλὰξ ἰστέον ὅτι διχῶς ὁ γεωμέτρης παραλαμβάνει, ποτὲ μὲν κατὰ τὴν τοιάνδε θέσιν, ποτὲ δὲ κατὰ τὴν τοιάνδε τῶν λόγων ἀκολουθίαν. καὶ κατὰ μὲν τοῦτο τὸ σημαινόμενον ἐν τῷ πέμπτῳ καὶ ἐν τοῖς ἀριθμητικοῖς χρῆται τῷ ἐναλλάξ, κατὰ δὲ τὸ ἕτερον ἔν τε τούτῳ καὶ ἐν τοῖς ἄλλοις ἅπασι βιβλίοις ἐπὶ τῶν παραλλήλων εὐθειῶν καὶ τῆς εἰς ταύτας ἐμπιπτούσης. τὰς γὰρ γωνίας τὰς μὴ ἐπὶ τὰ αὐτὰ γιγνομένας, μηδὲ ἐφεξῆς ἀλλήλαις κειμένας, ἀλλὰ διειργομένας μὲν ὑπὸ τῆς ἐμπιπτούσης, ἐντὸς δὲ ἄμφω τῶν παραλλήλων, διαφερούσας δὲ τῷ τὴν μὲν ἄνω κεῖσθαι, τὴν δὲ κάτω, τὰς ἐναλλὰξ προσαγο-

ρεύει. λέγω δὲ οἷον εὐθειῶν οὐσῶν τῶν ‘αβ καὶ γὸ καὶ ἐμπιπτούσης εἰς αὐτὰς τῆς Σ -εξ ἐναλλὰξ εἶναί φησι τὰς ὑπὸ

αεξ καὶ δξε καὶ πάλιν τὰς 7 ΚΙ

ὑπὸ γξε καὶ βεξ ὡς ἐνηλλαγμένως ἔχουσας κατὰ τὴν θέσιν. Δεῖ δὲ εἰδέναι ἐχεῖνο ὅτι τοιαύτης οὔσης θέσεως

ἐν ομι. Ἡ, 6. 18 διηργμένας 6, διηργομένας (Ὁ. 19 τὠν Ὁ, τῷ Ὁ.

f. Friedlein 358 · p. 358

τῶν εὐθειῶν ἐκ διαιρέσεως ἕξ τὰ πάντα γίνεται συμπτώματα, ὧν τὰ τρία μόνον ὁ γεωμέτρης ἔλαβεν, τρία δὲ παρῆκεν. ἢ γὰρ ἐπὶ ταὐτὰ μέρη ληψόμεθα τὰς γωνίας ἢ οὐκ ἐπὶ τὰ αὐτά. καὶ εἰ ἐπὶ τὰ αὐτὰ μέρη, ἢ ἀμφοτέρας ἐντὸς τῶν εὐθειῶν, ἃς ἀποδείκνυσιν ὁ λόγος παραλλήλους, ἢ ἄμφω ἐκτός, ἢ τὴν μὲν ἐκτός, τὴν δὲ ἐντός, καὶ εἰ μὴ ἐπὶ τὰ αὐτά, πάλιν ὡσαύτως ἢ ἐκτὸς ἀμφοτέρας τῶν τεμνομένων εὐθειῶν ἀνάγκη λαμβάνειν, ἢ ἐντός, ἢ τὴν μὲν ἐντός, τὴν δὲ ἐκτός. γιγνέσθω δὲ ἐπὶ τῆς αὐτῆς

Ἶ καταγραφῆς σαφὲς τὸ λεγόμε« 3. νον. καὶ ἔστωσαν εὐθεῖαί τινες γ αἴ αβ γὸ καὶ ἐμπιπτέτω εἰς

f. Friedlein 359 · p. 359

ἀμφοτέρας, ὡς τὰς ὑπὸ αεθ καὶ δέκ, ἢ τὰς ὑπὸ θεβ καὶ γξκ, ἢ τὴν μὲν ἐντός, τὴν δὲ ἐκτός, καὶ τοῦτο τετραχῶς πάλιν, ἢ γὰρ τὰς ὑπὸ αεθ καὶ εξδ, ἢ τὰς ὑπὸ θεβ καὶ εξγ, ἢ τὰς ὑπὸ κξγ καὶ ξεβ, ἢ τὰς ὑπὸ κξὸ καὶ ξεα θήσεις. καὶ παρὰ ταύτας ἄλλη λήψις οὐχ ἔστιν.

Ἑξαχῶς οὖν λαμβανομένων τῶν γωνιῶν ὁ γεωμέτρης τρεῖς μόνας ἐκλέξατο καὶ ταῦτα εἰς τὰ ἑπόμενα συμπτώματα τῶν παραλλήλων ἀπέφηνεν ὄντα χαρακτηριστικά. τούτων δὲ τῶν τριῶν μία μέν ἐστιν ἐκ τῶν μὴ ἐπὶ τὰ αὐτά, ἐκ μὲν τῶν ἐντὸς ληφθεισὼν μόνον, ἃς καὶ ἐκάλεσεν ἐναλλάξ, ὡς παραλελεῖφθαι τὰς ἐχτὸς οὔσας ἀμφοτέρας καὶ τὴν μὲν ἐκτός, τὴν δὲ ἐντός, ἐκ δὲ τῶν ἐπὶ τὰ αὐτά, τῶν δὲ ἐντὸς ἀμφοτέρων, ἃς δυσὶν ὀρθαῖς εἶναί φησιν ἴσας, καὶ ὧν ἡ μέν ἐστιν ἐντός, ἡ δὲ ἐκτός, ἃς εἶπεν ἴσας εἶναι, ὑπολειπομένης δὲ μιᾶς λήψεως τῆς ἐκτὸς ἀμφοτέρας ὑποτιθεμένης.

Ἡμεῖς οὖν φαμεν ὅτι καὶ ταῖς παραληφθείσαις τρισὶν ὑποθέσεσιν τὰ αὐτὰ ἔπεται. ἔστωσαν γὰρ ἐπὶ τὰ αὐτὰ μέρη ἄμφω ἐχτὸς αἵ Ὦ θεβ δέκ. λέγω ὅτι αὗται δύο ὀρθαῖς εἰσιν ἴσαι. εἰ γὰρ ἡ

ὑπὸ δξε ἴση τῇ ὑπὸ θὲβ καὶ

ἡ ὑπὸ βεξ τῇ ὑπὸ δξκ, εἰ δὲ

αἴ ὑπὸ βεξ εξδ δύο ὀρθαῖς ἴσαι, καὶ αἱ ὑπὸ δὲκ θεβ

δύο ὀρθαῖς ἴσαι. πάλιν ἔστωσαν μὲν ἐπὶ τὰ αὐτὰ

f. Friedlein 360 · p. 360

μέρη αἱ γωνίαι, ὧν ἡ μὲν ἐντός, ἡ δὲ ἐχτός, αἴ αεθ καὶ εξδ. λέγω ὅτι καὶ αὗται δύο ὀρθαῖς εἰσιν ἴσαι. εἰ γὰρ ἡ ὑπὸ αεθ ἴση τῇ ὑπὸ βεξ, αἱ δὲ ὑπὸ βεξ καὶ εξὸ δύο ὀρθαί εἰσιν, καὶ αἴ ὑπὸ αεθ καὶ εξδ δύο 6 ὀρθαῖς ἴσαι. πάλιν ἔστωσαν μὴ ἐπὶ τὰ αὐτὰ μέν, ἄμφω δὲ ἐκτὸς τῶν εὐθειῶν, ὡς αἱ αεθ δξκ. λέγω

ὅτι αὗται ἴσαι ἀλλήλαις εἰσίν. εἰ γὰρ αἱ ὑπὸ αεθ καὶ βεξ ἴσαι ἀλλήλαις, ἡ δὲ ὑπὸ δκ τῇ ὑπὸ βεξ, ἡ ὑπὸ αεθ ἄρα ἴση τῇ ὑπὸ δὲκ γωνίᾳ. ἐὰν ἄρα ληφθῇ τὰ ἐπὶ τῶν τριῶν ὑποθέσεων, ἃς ὁ γεωμέτρης ἔλαβεν, ἑπόμενα ὡς ἀληθῆ πάντα τὰ αὐτὰ καὶ ἐπὶ τῶν λοιπῶν τριῶν, πλὴν ὅτι, ἐφ’ ὧν μὲν ὁ γεωμέτρης ἔλαβεν, κατὰ ] δύο μὲν λήψεις ὑπόκεινται ἴσαι ἀλλήλαις αἵ γωνίαι, κατὰ μίαν δὲ δύο ὀρθαῖς αἴ γωνίαι, ἐπὶ ιὸ δὲ τούτων ἀνάπαλιν κατὰ δύο μὲν δύο ὀρθαῖς ἴσαι, κατὰ μίαν δὲ ἀλλήλαις. ἕξ γὰρ οὐσῶν πασῶν τῶν λήψεων ἐκ μὲν τῶν τριῶν συμβαίνει δύο ὀρθαῖς ἴσας εἶναι τὰς γωνίας, ἐκ δὲ τῶν τριῶν ἴσας ἀλλήλαις, ὥστε εἰκότως αἴ παραλελειμμέναι ταῖς μνήμης ἠξιω40 μέναις λήψεσιν ἀνάπαλιν ἔχουσιν. ἔοικεν δὲ ὁ γεωμέτρης ταύτας ἐκλέξασθαι τῶν ὑποθέσεων, ὅσαι ἢ καταφατικὸν πλεονάζον ἔχουσιν, ἢ ἁπλούστεραί εἰσιν, καὶ διὰ τοῦτο λαβεῖν ἐκ μὲν τῶν μὴ ἐπὶ τὰ αὐτὰ μόνας τὰς ἐντός, ἃς δὴ κέκληκεν ἐναλλάξ, ἐκ δὲ τῶν ἐπὶ τὰ αὐτὰ [τὰς ἐντὸς καὶ τὴν μὲν ἐντός, τὴν δὲ]

f. Friedlein 361 · p. 361

ἐκτός, τὰς δὲ ἄλλας δι᾽ ἀποφάσεως μᾶλλον δηλουμένας ἢ ὡς ποικιλωτέρας φυλάξασθαι. ἀλλ᾽ οὖν εἴτε ταύτην, εἴτε ἄλλην αἰτίαν ῥητέον, δῆλον ἐκ τούτων, πόσα ἐστὶ τὰ ἑπόμενα αὐτοῖς.