Prop. I.26: Ἰσότης τριγώνων κατὰ δύο γωνίας καὶ μίαν πλευρὰν (Θαλῆς)¶
Euclid: [I.26]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 347–353; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
τῶν γωνιῶν, ἢ μόνας τὰς γωνίας ἴσας ζητεῖν τὴν ἰσότητα τῶν πλευρῶν, ἢ μίξαντα γωνίας καὶ πλευρᾶς. μόνας μὲν οὖν γωνίας ἴσας λαβὼν οὐκ ἠδύνατο δεικνύναι καὶ τὰς πλευρὰς τῶν τριγώνων ἴσας. ἐστὶν γὰρ ἐσογώνια τρίγωνα καὶ τὰ σμικρότατα τοῖς μεγίστοις, καὶ ταῖς πλευραῖς καὶ τοῖς περιεχομένοις χωρίοις λει-
πόμενα τῶν ἑτέρων, τὰς δὲ γωνίας ἴσας ἔχοντα ἐκχείνοις κατὰ μίαν. μόνας δὲ τὰς πλευρὰς ἴσας ὑποθέμένος πάντα ἔδειξεν ἴσα κατὰ τὸ ὄγδοον θεώρημα, ιὸ ἐν ᾧ δύο τρίγωνά ἐστιν ἔχοντα δύο πλευρὰς ἴσας δυσὶν ἑκατέραν ἑκατέρα καὶ τὴν βάσιν ἴσην τῇ βάσει. καὶ δείκνυται ἰσογώνια ταῦτα καὶ ἴσων περιληπτικὰ χωρίων. καὶ ὁ στοιχειωτὴς τὴν προσθήκην ταύτην ἀφεῖλεν ὡς ἑπομένην ἐξ ἀνάγκης καὶ ἀποδείξεως οὐ ιό δεομένην, καθάπερ διὰ τὸ τέταρτον. πλευρὰς δὲ καὶ γωνίας λαμβάνων ἢ μίαν πλευρὰν ὥφειλεν λαβεῖν μιᾷ ἴσην καὶ μίαν γωνίαν μιᾷ γωνίᾳ, ἢ μίαν πλευρὰν καὶ τὰς δύο γωνίας τῶν τριγώνων ἴσας, ἢ ἀνάπαλιν μίαν γωνίαν καὶ δύο πλευράς, ἢ μίαν γωνίαν καὶ τρεῖς 40 πλευράς, ἢ μίαν πλευρὰν καὶ τὰς τρεῖς γωνίας, ἢ καὶ πλείους μιᾶς πλευρὰς λαμβάνειν καὶ πλείους μιᾶς γωνίας. ἀλλὰ μίαν γωνίαν καὶ μίαν πλευρὰν λαβὼν οὐχ ἐδείκνυ τὸ προκείμενον τῶν ἄλλων τὴν ἰσότητα. δυνατὸν γοῦν δύο τρίγωνα κατὰ μίαν μόνην πλευρὰν )5 ἴσα ὄντα καὶ μίαν γωνίαν πᾶσιν ἄνισα τοῖς λοιποῖς
ἐσόγωνα Ο, ἰσογώνια Ο. 8 ἴσας δῖα ὑποθὲέ ἕνος οἴη. Θ᾽, δὰὰ, 0. 11 δκατέραν ἑκατέρᾳ] ἑκατέρας Ἡ, ἑχατέρας ἑκατέραις ΟΘ. 12 ἰσόγωνα Ο, ἰσογώνια Ο6. 1ὅ καθαπερ οἴη. ὅ. 18 Ῥοεὶ ἀνάπαλιν δἀᾶϊ! Ο τῶν τριγώνων ἴσας, ἀεὶ. ῃοῖ, Ο, 20 τὰς οἱ. Ο, δΔἀὰ. 6. 21 πλείω μιᾶς πλευρᾶς Ο, πλείονας μιᾶς πλευρᾶς Ὁ. 28 ἐδείκνυτο Η͂, Ο, ἐδείκνυτο τὸ Ο. ω μόνην μίαν ΟΘ. “6 παντάπασιν ἄνισα Ο, πᾶσιν ἄνισαι Ὁ.
f. Friedlein 349 · p. 349ὑπάρχειν. ἔστω γὰρ εὐθεῖα ἡ αβ ἑστῶσα ὀρθὴ ἐπὶ τὴν γὸ, μείζων δὲ τῆς βγὴ βδ, καὶ ἐπεξεύχθωσαν Ϊ
αἷ αγ αδ. οὐκοῦν τοῖς τριγώ- «
νοις τούτοις μία μὲν κοινὴ
πλευρὰ καὶ μία γωνία μιᾷ ἴση, τὰ δὲ ἄλλα ἄνισα πάντα. μίαν ν δὲ πλευρὰν καὶ δύο γωνίας λα-
βεῖν ἐξῆν καὶ δεῖξαι τὰ λοιπὰ ἴσα. καὶ τοῦτο ποιεῖ διὰ τοῦδε τοῦ θεωρήματος, μίαν δὲ πλευρὰν καὶ τρεῖς γωνέας ἴσας ἔτι ὑποτίθεσθαι περιττόν. εἴπερ καὶ δύο μόνων ἴσων οὐσῶν δέδεικται ἡ τῶν λοιπῶν ἰσότης. πάλιν μίαν γωνίαν καὶ δύο πλευρὰς λαβὼν ἔδειξεν τὰ ἄλλα ἴσα ἐν τῷ τετάρτῳ θεωρήματι. μίαν δὲ γωνίαν καὶ τρεῖς πλευρὰς ἴσας λαβεῖν περίεργον ἦν; καὶ γὰρ αἱ δύο μόνον ἴσαι ληφθεῖσαι συνῆγον τὴν ἰσό- ι6 τητα τῶν ἄλλων. καὶ μὴν καὶ τὸ δύο πλευρὰς καὶ δύο γωνίας ἴσας λαμβάνειν, ἢ δύο πλευρὰς καὶ τρεῖς γωνίας ἴσας, ἢ δύο γωνίας καὶ τρεῖς πλευράς, πάντα ταῦτα περιττά. τὰ γὰρ ταῖς ἐλάττοσιν ὑποθέσεσιν ἑπόμενα πάντως ἀκολουθεῖ καὶ ταῖς πλείοσι μόνον μετὰ τῶν δεόντων προσδιορισμῶν λαμβανομένων τῶν
ὑποθέσεων. τρεῖς οὖν ἡμῖν ἀνεφάνησαν ὑποθέσεις ἀποδείξεως δεόμεναι, ἥ τε μόνας λαμβάνουσα τὰς τρεῖς πλευρὰς καὶ ἡ τὰς δύο πλευρὰς καὶ τὴν μίαν γωνίαν καὶ ἡ ἀντίθετος πρὸς ταύτην ἡ τὴν μίαν πλευρὰν καὶ τὰς δύο γωνίας, ἣν νῦν ὁ γεωμέτρης προστίθησιν. καὶ
f. Friedlein 350 · p. 350διὰ τοῦτο ταῦτα τρία μόνα θεωρήματα περὶ τῆς ἰσότητος τῶν τριγώνων ἔχομεν τῆς ἐν ταῖς πλευραῖς καὶ ταῖς γωνίαις τῶν ἄλλων πασῶν ὑποθέσεων ἢ ἀδυνάτῶν οὐσῶν δεῖξαι τὸ ξητούμενον ἢ δυνατῶν μέν, ἀλλὰ
ὃ περιττῶν τῷ δι᾽ ἐλλαττόνων ὑποθέσεων τὰ αὐτὰ πεφηνέναι.
“Ὥσπερ οὗν, ὅτε δύο πλευρὰς ἐλάμβανεν ἴσας δυσὶν καὶ γωνίᾳ μιᾷ μέαν ἴσην, οὐ τὴν τυχοῦσαν ἐλάμβανεν γωνίαν, ἀλλ᾽, ὡς αὐτοῦ προσετίθει, τὴν ὑπὸ
τὸ τῶν ἴσων εὐθειῶν περιεχομένην, οὕτω καὶ δύο γωνίας δυσὶ λαμβάνων ἴσας καὶ μίαν πλευρὰν μιᾷ, οὐ τὴν τυχοῦσαν λαμβάνει ταύτην, ἀλλ᾽ ἤτοι τὴν πρὸς ταῖς ἴσαις γωνίαις ἢ τὴν ὑποτείνουσαν ὑπὸ μέαν τῶν ἴσων γωνιῶν. οὔτε γὰρ γωνίαν ἐπὶ τοῦ τετάρτου 1 ληφθεῖσαν ἴσην τὴν τυχοῦσαν οὔτε πλευρὰν ἐπὶ τοῦδε τοῦ θεωρήματος οἵαν ποτὲ δεικνύναι τὰ λοιπὰ ἴσα δυνατόν᾽ λέγω δὲ οἷον ὄντος ἰσοπλεύρου τριγώνου
τοῦ αβγ διῃρήσθω ἡ βγ εἰς ἄνισα
τῇ αδ. γίνεται ἄρα δύο Ϊ τρί:
γῶνα τὰς αβ αὃ ταῖς αγ αὃ ἴσας ἔχοντα καὶ μίαν γωνίαν τὴν πρὸς
ὃ 7 τῷ β τῇ πρὸς τῷ γ ἴσην· ἀλλ᾽ οὐκέτι τὰ λοιπὰ ἴσα, οἷον ἡ βὸ τῇ δγ’ ἄνισοι γάφ᾽ ἀλλ᾽ οὐδὲ αἱ λοιπαὶ γωνίαι ἴσαι. τὸ δὲ αἴτιον ὅτι 0 γωνίᾳ γωνίαν ἴσην ἐλάβομεν οὐ τὴν ὑπὸ τῶν ἴσων
f. Friedlein 351 · p. 351πλευρῶν περιεχομένην. κατὰ ταὐτὰ δὴ καὶ τοῦτο τὸ θεώρημα φανήσεται διαπίπτον, εἰ μὴ λάβοιμεν κατὰ τὸν εἰρημένον διορισμὸν ἴσην τὴν πλευρὰν τὴν ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν ἢ τὴν πρὸς
ταῖς ἴσαις γωνέαις. ἔστω γὰρ ὀρθογώνιον τὸ α α βγ, ὀρθὴν ἔχον τὴν πρὸς τῷ β γωνίαν α
καὶ μείζονα τὴν βγ τῆς βα, καὶ ἐκ-
βεβλήσθω ἡ αβ. , καὶ συνεστάτω τῇ 9 7 ὑπὸ βαγ γωνίᾳ ἴση πρὸς τῇ βγ καὶ
τῷ πρὸς αὐτῇ σημείῳ τῷ 7 ἡ ὑπὸ βγδ
καὶ συμπιπτέτωσαν αἵ αβ γὸ ἐκβαλ-
λόμεναι κατὰ τὸ ὃ. δύο οὖν τρίγωνά
ἐστι τὰ αβγ βγδ ἔχοντα μίαν πλευ- ᾿
ρὰν κοινὴν τὴν βγ καὶ δύο γωνίας ἴσας, τὴν μὲν
ὑπὸ αβγ τῇ ὑπὸ γβὸ — ὀρθαὶ γάρ — τὴν δὲ ὑπὸ τὉ
βαγ τῇ ὑπὸ βγὸ – οὕτως γὰρ συνέστησαν — ἴσα ἄρα, ὡς ἔοικεν, ἐστὶ τὰ τρίγωνα. καίτοι δείκνυται τὸ
βὸγ μεῖζον τοῦ αβ. αἴτιον ] δὲ ὅτι τὴν βγ κοινὴν ἐλάβομεν ἐν μὲν τῷ αβγ ὑποτείνουσαν τὴν μίαν τῶν
ἴσων γωνιῶν τὴν πρὸς τῷ α, ἐν δὲ τῷ βγὸ πρὸς ταῖς
ἴσαις οὖσαν γωνίαις. ἔδει δὲ ἄρα ἐν ἀμφοῖν ἢ μίαν ὑποτείνειν τῶν ἴσων γωνιῶν ἢ προς ταῖς ἴσαις κεῖσθαι γωνίαις. τοῦτο δὲ μὴ φυλάττοντες ἴσον ἀποφαίνομεν
f. Friedlein 352 · p. 352τὸ τρίγωνον, δ ἐστι μεῖζον ἐξ ἀνάγχης. “τῶς γὰρ οὐ μεῖξον τὸ βγὸ τοῦ αβγ; συνεστάτω γὰρ πρὸς τῇ βγ εὐθείᾳ καὶ τῷ πρὸς αὐτῇ σημείῳ τῷ ἢ γ τῇ ὑπὸ αγβ ἴση ἡ ὑπὸ ἔγβ᾽ μείζων γὰρ τῆς ὑπὸ αγβ ἡ ὑπὸ βγὸ, ὥσπερ καὶ ἡ πρὸς τῷ α γωνία. ἐπεὶ οὖν δύο τρίγωνά ἐστι τὰ αβγ βγξ δύο γωνίας ἔχοντα τὰς ὑπὲ
αβγ βγα δυσὶν ἴσας ταῖς ὑπὸ γβξ βγᾷξ, ἑκατέραν ἑκατέρα, καὶ μίαν πλευρὰν κοινὴν τὴν πρὸς ταῖς ἴσαις
γωνίαις τὴν βγ, ἴσα ἐστὶ τὰ τρίγωνα. μεῖζον δὲ τὸ
ο βγὸ τοῦ βγξ᾽ μεῖζον ἄρα ἐστὶν καὶ τοῦ αβγ. πρότερον δὲ ἴσον ἐδείκνυτο διὰ τὴν λῆψιν τῆς τυχούσης πλευρᾶς.
Τοσαῦτα καὶ πρὸς τὴν τῶν προκειμένων ἀκρίβειαν ὁ Πορφύριος ἡμῖν συμβάλλεται, Εὔδημος
δὲ ἐν ταῖς γεωμετρικαῖς ἱστορίαις εἰς Θαλῆν τοῦτο ἀνάγει τὸ θεώρημα. τὴν γὰρ τῶν ἐν θαλάττῃ πλοίων ἀπόστασιν δι’ οὗ τρέπου φασὶν αὐτὸν δεικνύναι τούτῳ προσχρῆσθαί φησιν ἀναγκαῖον.
Ἔκ δὲ τῆς προειρημένης διαιρέσεως συνοπτικῶς
ληψόμεθα πᾶσαν τὴν περὶ τῆς ἰσότητος τῶν τριγώνων θεωρίαν, καὶ τῶν παραλελειμμένων τὰς αἰτίας ξξομεν λέγειν ὡς ψευδεῖς τὰς ὑποθέσεις ἢ ὡς περιττὰς ἐλέγχοντες. καὶ μέχρι τούτου πέρας ἔχειν θησόμεθα τῷ στοιχειώτῃ τὸ πρῶτον τμῆμα τάς τε συστάσεις τῶν
τριγώνων καὶ τὰς συγκρίσεις κατὰ τὸ ἴσον καὶ τὸ
Ἔ 14 Η ἴα ἘΡΓΕΊΗΘΙΣ τθη ῬοΒίθτδ: ἐντὶ χε γῆν ἄν μγο τὸν ἐλόσοφον πρόκλον τῆς εὐγνωμοσύνης. οὐ γ 9 ὡς οἰκεῖα 4λλ᾽ ὡς περὶ πορφύριον διδαχθεὶς διωμολόγει τὰ λεχθέντα.
f. Friedlein 353 · p. 353ἄνισον πεποιημένῳ καὶ διὰ μὲν τῆς συστάσεως τὴν
οὐσίαν αὐτῶν παραδεδωκότι, διὰ δὲ τῆς [συγχρίσεως τὴν] ἰσότητα [καὶ] τὴν ἑτερότητα. τρία γὰρ τὰ περὶ τὴν ὕπαρξιν, [τὸ ὄν.) τὸ ταὐτὸν καὶ τὸ ἕτερον, καὶ ἐν ποσοῖς καὶ ἐν ποιοῖς κατὰ τὴν ἰδιότητα τῶν ὑποκειμένων. δείκνυται οὖν ἐκ τούτων ὡς εἰκόνων ὅτι καὶ ἕκαστον ἑαυτῷ ταὐτόν ἐστι καὶ ξαυτοῦ ἕτερον διὰ τὸ ἐν αὐτῷ πλῆθος καὶ πάντα ταὐτὰ ἀλλήλοις καὶ ἕτερα ἀλλήλων. καὶ γὰρ ἐφ᾽ ἑνὸς ἑκάστου τῶν τριγώνων εὕρηται τὸ ἴσον καὶ ἄνισον καὶ ἐπὶ πλειόνων τ΄ ἑνός.