f. Friedlein 333 · p. 333

Prop. I.23: Σύστασις γωνίας ἴσης τῇ δοθείσῃ (Οἰνοπίδης)

Euclid: [I.23]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 333–335; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

Πρόβλημα καὶ τοῦτο, Οἰνοπίδου μὲν εὕρημα

μᾶλλον, ὡς φησὶν Εὔδημος, γωνίας δὲ σύστασιν ἀπαιτοῦν ἴσης ἄλλῃ τῇ δοθείσῃ γωνίᾳ εὐθυγράμμῳ πρὸς τῇ δοθείσῃ εὐθεία καὶ τῷ πρὸς αὐτῇ δοθέντι σημείῳ. τὸ μὲν οὖν τὴν δοθεῖσαν γωνίαν εὐθύγφαμμον ἀναγκαίως εἶναι προσέθηκεν, ἐπειδὴ καὶ ἀδύνα-

τον πάσῃ γωνίᾳ ἴσην γωνίαν πρὸς εὐθείᾳ συστήσασθαι. δέδεικται γὰρ ὅτι τῶν περιφερογράμμων γωνιῶν δύο μόνον εἰσὶν εὐθυγράμμοις ἴσαι, ἥ τε τοῦ πελέκεως πάσῃ εὐθυγράμμῳ ἴση δεικνυμένη καὶ ἡ τοῦ μηνοειδοῦς σχήματος διμοίρῳ ὀρθῆς ἴση οὖσα. ] γίνεται δὲ τὸ μηνοειδὲς τοῦτο δύο κύκλων διὰ τῶν κέντρων τεμνόντων ἀλλήλους. τὸ δὲ πρὸς εὐθείᾳ τινὶ γίνεσθαι τὴν σύστασιν τῆς γωνίας ὡρισμένην ποιεῖ τὴν συνισταμένην καὶ οὐκ ἀδιάφορον κατὰ τὸ εἶδος,

ἀλλ᾽ ἤτοι εὐθύγραμμον ἢ μικτήν. οὐδεμιᾶς δὲ μικτῆς

f. Friedlein 334 · p. 334

ἴσης εἷναι δυναμένης εὐθυγράμμῳ πρόδηλον ὅτι καὶ αὐτὴ πάντως εὐθύγραμμός ἐστιν. Ὁ μὲν οὖν στοιχειωτὴς ἁπλῶς προσχρησάμενος τῷ πρὸ τούτου προβλήματι καὶ ἐκ τριῶν εὐθειῶν ἴσων ὃ τρισὶ ταῖς δοθείσαις συστήσας τρίγωνον ἐποίησεν τὸ προσταχθέν, λάβοις δ᾽ ἂν τὴν σύστασιν τοῦ τριγώνου διδασχαλικώτερον τὸν τρόπον τοῦτον. ἔστω

εὐθεῖα ἡ αβ, τὸ δὲ πρὸς αὐτῇ δοθὲν σημεῖον τὸ ἃ, ἡ δὲ δοθεῖσα εὐθύγραμμος ἡ ὑπὸ γδε. δεῖ δὴ ποιῆσαι 1ὸ τὸ προσταχθέν. ἐπεζεύχθω ἡ γε καὶ ἐκβεβλήσθω ἐφ᾽ ἑκάτερα ἡ αβ, ὡς ἐπὶ τὰ ς ἢ, καὶ κείσθω τῇ μὲν γὸ ἴση ξα, τῇ δὲ δὲ ἴση ἡ αβ, τῇ δὲ γε ἡ βη; καὶ κέντρῷ τῷ α, διαστήματι δὲ τῷ ξα κύκλος γεγράφθω ὁ κ,), καὶ πάλιν ὥσπερ ἐπὶ τοῦ πρὸ τούτου κέντρῳ τῷ β, διαστήματι δὲ τῷ βη κύκλος γεγράφθω ὁ Δ. τέμνουσιν ἄρα ἀλλήλους οἱ κύκλοι ὡς προδέδεικται. τεμνέτῶσαν κατὰ τὰ μ ν σημεῖα, καὶ ἀπὸ τοῦ μ ἐπιξεύ-

f. Friedlein 335 · p. 335

.«θωσαν ἐπὶ τὰ κέντρα, καὶ ἀπὸ τοῦ ν ὡσαύτως. ἐπεὶ οὖν ἴση ἡ ξα τῇ ἂμ καὶ τῇ ἂν, ἡ δὲ ξα ἴση τῇ γδ, καὶ ἡ ἂμ καὶ ἡ ἂν ἴσαι τῇ γδ. πάλιν ἐπεὶ ἴση ἡ ηβ τῇ βμ καὶ τῇ βν, ἡ δὲ ηβ ἴση τῇ γὲ, ἡ ἄρα βμ καὶ ἡ βν ἴσαι τῇ γε. ἀλλὰ καὶ ἡ αβ ἴση τῇ δε. δύο ἄρα αἴ αβ ἂμ ἴσαι ταῖς δε ὃγ καὶ βάσις ἡ βμ ἴση τῇ γε, γωνία ἄρα ἡ ὑπὸ μαβ ἴση τῇ πρὸς τῷ ὃ. καὶ πάλιν δύο αἴ να αβ ἴσαι δυσὶν ταῖς γὃ ὃε, καὶ βάσις ἡ νβ βάσει τῇ γε ἴση, καὶ γωνία ἄρα ἡ ὑπὸ ναβ ἴση τῇ ὑπὸ γδε. καὶ γέγονεν τὸ προσταχθὲν διπλασίως. οὐ τὸ γὰρ μίαν μόνον, ἀλλὰ δίο συνεστησάμεθα γωνίας

ἴσας τῇ δοθείσῃ ἐφ᾽ ἑκάτερα τῆς αβ εὐθείας, ] ἵνα καὶ ἐν τοῖς ἑξῆς, ἐφ᾽ ὁπότερα ἂν βουλώμεθα ποιεῖσθαι τὴν σύστασιν, ἀναμφισβήτητον εἴη καὶ μή τις ἀντιλέγῃ. Ταῦτα μὲν οὖν πρὸς τὴν τοῦ στοιχειωτοῦ κατα- τ σκευὴν συμβαλλόμεθα, τὴν δὲ Απολλωνίου δεῖξιν

οὐκ ἐπαινοῦμεν, ὡς δεομένην » τῶν ἐν τῷ τρίτῳ βιβλίῳ δεικνυ- ν μένων. λαβὼν γὰρ ἐκεῖνος γωνίαν τυχοῦσαν τὴν ὑπὸ γδὲε Ἐ 39

καὶ εὐθεῖαν τὴν αβ κέντρῳ Α͂ τῷ ὃ. διαστήματι δὲ τῷ »ὃ τ γράφει τὴν γε περιφέρειαν, καὶ

ὡσαύτως κέντρῳ τῷ α,, διαστή-