Prop. I.21: Ἐντὸς συνιστάμεναι εὐθεῖαι ἐλάσσονες μὲν μείζονα δὲ γωνίαν περιέχουσιν¶
Euclid: [I.21]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 326–329; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
Τὸ μὲν δηλούμενον ὑπὸ τῆς προτάσεως φανερὸν καὶ ἡ ἀπόδειξις ἡ παρὰ τῷ στοιχειωτῇ τὸ ἐναργὲς ἔχει καὶ ταῖς πρώταις ἀρχαῖς ἑπόμενον τὸ θεώρημα. ἐκ γὰρ δύο θεωρημάτων ἤρτηται τοῦ τε πρὸ τούτου
δειχθέντος καὶ τοῦ ἑχκαιδεκάτου. πρὸς μὲν γὰρ τὸ δεῖξαι τὰς συσταθείσας ἐντὸς ἐλάσσονας τῶν ἐκτὸς ἐκείνου δεῖται τοῦ θεωρήματος, παντὸς τριγώνου αἴ δύο μείζους εἰσὶ τῆς λοιπῆς, πρὸς δὲ τὸ τὴν ὑπ᾽ αὐτῶν περιεχομένην γωνίαν ἀποφῆναι μείζονα τῆς
ὑπὸ τῶν ἐχτὸς περιεχομένης, ἐκεῖνο αὐτῷ συντελεῖ, τὸ παντὸς τριγώνου τὴν ἐχτὸς γωνίαν μείζονα εἶναι τῆς ἐντὸς καὶ ἀπεναντίον. λάβοις δ᾽ ἂν ἅμα τῆς γεωμετρικῆς ἀκριβείας πίστιν καὶ τῶν ἐν τοῖς μαθήμασι παραδόξων ὑπόμνησιν, εἰ δείξαιμεν ὅτι δυνατὸν ἐντὸς
τριγώνου τινὸς ἐπὶ μιᾶς τῶν πλευρῶν οὐχ ὅλης ἀλλὰ μέρους αὐτῆς συστῆναι δύο εὐθείας μείζους τῶν ἐκτός, καὶ πάλιν μείονα (Ὁ) γωνίαν περιεχούσας τῆς ὑπὸ τῶν ἐκτὸς περιεχομένης. τούτου γὰρ δειχθέντος ἅμα μὲν δῆλον ὅτι ἀναγκαίως ὁ στοιχειωτὴς προσέθηκεν τὸ ἀπὸ τῶν περάτων ἄρχεσθαι δεῖν τῆς κοινῆς βάσεως τὰς ἐντὸς συνισταμένας καὶ τὸ ἐπὶ μιᾶς ὕλης συνίστασθαι, ἀλλὰ οὐκ ἐπὶ μέρους τῆς ὅλης. ἅμα δὲ καὶ ὅπερ εἴπομεν ἕν τι τῶν ἐν γεωμετρίᾳ παραδόξων ἀναφανήσεται. πῶς γὰρ οὐ παράδοξον, εἰ αἴ μὲν ἐπὶ τὸ τῆς ὕλης Ϊ συνιστάμεναι τῶν ἐκτὸς ἐλάσσους εἰσίν, αἴ δὲ ἐπὶ μέρους μείζονες; ἔστω δὴ οὖν ὀρθογώνιον τρίγῶνον τὸ αβγ, ὀρθὴν ἔχον τὴν πρὸς τῷ β γωνίαν καὶ εἰλήφθω σημεῖον τυ- χὸν τὸ ὃ ἐπὶ τῆς βγ καὶ ἐπεξεύχθω ἡ αὁ. μείξων ἄρα ἡ αὃ τῆς αβ. ἀφῃρήσθω ἀπὸ τῆς
ἐφηφῦσθα ὀκὸ εξ. ὦ ς ᾿ αὃ ἴση τῇ αβ ἢ δε, καὶ ἡ δα διῃρήσθω δίχα κατὰ τὸ ξ, καὶ ἐπεξεύχθω ἡ ἢ γξ. ἐπεὶ οὖν τρίγωνόν ἐστι τὸ αγξ αἱ αξ Γ μείξους εἰσὶ τῆς αἀγ. ἀλλ᾽ ἡ αξ ἴση τῇ ξε. αἵ ἄρα ξε ἐγ μείἔους τῆς αἀγ. ἴση δὲ ἡ δὲ τῇ αβ’ αἱ ἄρα ἐγ ξὸ μείξους τῶν αβ αγ, καί εἰσιν ἐντός. πάλιν ἔστω τρίγωνον
f. Friedlein 328 · p. 328ἰσοσκελὲς τὸ αβγ μείξονα τὴν βάσιν ἔχον τὴν βγ ἑκατέρας τῶν ἴσων, καὶ ἀφῃφρήσθω ἀπὸ τῆς βγ ἴση τῇ αβ ἡ βὸ, καὶ ἐπεξεύχθω ἡ αδ, καὶ σημεῖον ἐπὶ τῆς αὃ τυχὸν εἰλήφθω
Σ τὸ ε, καὶ ἐπεξεύχθω ἡ ἐγ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ αβ τῇ βὸ, ἴση καὶ γωνία ἡ ὑπὸ βαὸ τῇ ὑπὸ βδα, καὶ ἐπεὶ τριγώνου τοῦ εδγ ἐκτός ἐστιν ἡ ὑπὸ βδα, μείξων ἐστὶ τῆς ἐντὸς καὶ ἀπεναν-
τίον τῆς ὑπὸ δεγ, ὥστε καὶ ἡ ὑπὸ βαδ μείζων τῆς ὑπὸ δεγ. πολλῷ ἄρα μείζων ἡ ὑπὸ βαγ τῆς ὑπὸ δεγ. καὶ περιέχεται ἡ μὲν ὑπὸ βαγ ὑπὸ τῶν ἐκτός, ἡ δὲ ὑπὸ δὲν ὑπὸ τῶν ἐντός. συνεστάθησαν ἄρα ἐντὸς τοῦ τριγώνου αἱ δὲ ἐγ γωνίαν περιέχουσαι ἐλάσσονα
: τῶν ἐκτός, καὶ δέδεικται τὸ προκείμενον οὐ προσχρησαμένων ἡμῶν ταῖς παραλλήλοις τῶν ἐξηγητῶν. ἀναγκαῖον ἄρα τὰς συνεσταμένας εὐθείας ἀπὸ τῶν περάτων ἄρχεσθαι τῆς βάσεως. αἷ γὰρ ἐπὶ μέρους αὐτῆς συνἐιστάμεναι καὶ μείζους δείκνυνταί ποτε τῶν ἐχτὸς καὶ
ἐλάσσονα περιέχουσαι γωνίαν.
Οὕτω δὲ καὶ συνισταμένων ἀπὸ τῶν περάτων
ἀναφαίνεται καὶ τὸ εἶδος τῶν καλουμένων ἀκιδοειδῶν τριγώνων, ἕν καὶ τοῦτο τῶν ἐν γεωμετρίᾳ ᾿ παρα-
f. Friedlein 329 · p. 329δόξων τρίγωνον τετράπλευρον εὑρεῖν οἷον τὸ βαγ. περιέχεται μὲν γὰρ ὑπὸ τεττάρων πλευρῶν τῶν βα 7} γε εβ, τρεῖς δὲ ἔχει γωνίας, «
μίαν μὲν τὴν πρὸς τῷ β, ἑτέραν δὲ τὴν πρὸς τῷ α, λοιπὴν δὲ τὴν πρὸς τῷ γ. τετράπλευρον ἄρα ἐστὶ τρίγωνον τὸ προκείμενον σχῆμαι 935 7
ΧΧΙΙ, ῥχοῦ]. ΥΠΙ. Ἐκ τριῶν εὐθειῶν, αἵ
εἶσιν τρισὶ ταῖς δοθείσαις εὐθείαις ἴσαι, τρίγωῶωνον συστήσασθαι. δεῖ δὲ τὰς δύο τῆς λοιπῆς μείζους εἶναι πάντη μεταλαμβανομένας.
Ἐπὶ τὰ προβλήματα μετεληλύθαμεν αὖθιςρ᾽ καὶ παρακελεύεται τριῶν ἐκκειμένων εὐθειῶν, ὧν αἱ δύο μείξους τῆς λοιπῆς, συστήσασθαι τρίγωνον ἐξ ἴσων
πλευρῶν ταῖς δοθείσαις εὐθείαις, πρῶτον μὲν τοῦτο συνιδών, ἐξ αὐτῶν ἐχείνων θέσιν ἤδη λαβουσῶν εἰρημένην συστῆναι τρίγωνον ἀδύνατον, ἀλλ᾽ ἐκ τῶν ἴσων αὐταῖς δυνατόν, ἔπειθ᾽ ὅτι δεῖ τὰς εὐθείας τὰς συμπληροῦν μελλούσας τὸ τρίγωνον τὰς δύο τῆς λοιπῆς μείζους ἔχειν πάντη μεταλαμβανομένως — παντὸς γὰρ τριγώνου αἱ δύο πλευραὶ μείζους εἰσὶ τῆς λοιπῆς, ὡς δέδεικται — καὶ διὰ ταύτην τὴν αἰτίαν προσθεὶς, ὡς ὥρα ἀναγκαῖον καὶ τῶν ἐξ ἀρχῆς εὐθειῶν