Prop. I.20: Παντὸς τριγώνου αἱ δύο πλευραὶ τῆς λοιπῆς μείζους (Ἐπίκουρος)¶
Euclid: [I.20]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 322–326; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ΡῬιορ. ΧΧ, ἰμοου. ΧΠῚ. Παντὸς τριγώνου αἷ δύο πλευραὶ τῆς λοιπῆς μείξονές εἰσι πάντη μεταλαμβανόμεναι.
Τοῦτο τὸ θεώρημα διασύρειν μὲν εἰώθασιν οἵ
δ᾽ Ἐπικούρειοι καὶ ὄνῳ λέγοντες αὐτὸ δῆλον εἶναι καὶ μηδεμιᾶς δεῖσθαι κατασκχευῆς᾽ ὁμοίως δ᾽ ἀνεπιστήμονος ἔργον εἶναι τά τε ἐμφανῆ παραμυθίας ἀξιοῦν καὶ τοῖς ἀδήλοις αὐτόθεν πιστεύειν. ὃ γὰρ ταῦτα συγχέων φανερός ἐστι τό τε ἀναπόδεικτον καὶ τὸ ἀποδεικτὸν 10. ἀγνοῶν. ὅτι δὲ καὶ ὄνῳ τὸ προκείμενον θεώρημα γνώριμον κατασκευάζουσιν ἐκ τοῦ τεθέντος χόρτου κατὰ τὸ ἕτερον πέρας τῶν πλευρῶν τὸν ὄνον τὴν μίαν ὁδεύειν πλευρὰν ἀλλὰ μὴ τὰς δύο τροφῆς ὀρεγόμενον. ιὃ} Πρὸς δὲ ταῦτα λεκτέον ὅτι σαφὲς μὲν κατὰ τὴν αἴσθησιν ἔστω τὸ θεώρημα, οὕπω δὲ σαφὲς κατὰ τὸν ἐπιστημονικὸν λόγον. πολλὰ γὰρ τοῦτο πέπονθε τῶν πραγμάτων, Ϊ οἷον θερμαίνει τὸ πῦρ᾽ καὶ τοῦτο τῇ αἰσθήσει δαφές, ἀλλὰ πῶς θερμαίνει τῆς ἐπιστήμης ἔργον ἑλεῖν, πότερον ἀσωμάτῳ δυνάμει ἢ σωματικαῖς τομαῖς, σφαιρικοῖς μορίοις ἢ πυραμοειδέσι. πάλιν ὅτι κινούμεθα τῇ αἰσθήσει δῆλον, πῶς δὲ κινούμεθα, παραστῆσαι τῷ λόγῳ χαλεπόν, πότερον κατὰ ἀμερές, ἢ κατὰ διάστημα᾽ πῶς δὲ ἄπειρα δίϊμεν. εἰς ἄπειρον 26 γὰρ διαιρετὸν πᾶν μέγεθος. ἔστω τοίνυν καὶ τοῦ
f. Friedlein 323 · p. 323τριγώνου τὸ μείζους εἶναι τὰς δύο τῆς μιᾶς τῇ αἰσθήσει καταφανές, ἀλλὰ πῶς τοῦτο γίνεται τῆς ἐπιστήμης ἔργον εἰπεῖν.
᾿Αλλὰ πρὸς μὲν τοὺς ᾿ΕἘπικουρείους καὶ ταῦτα ἀρκούντως ἀντειρήσθω᾽ δεῖ δὲ καὶ τὰς ἄλλας ἀποδείξεις τοῦ προχειμένου θεωρήματος συντόμως ἱστορῆσαι, ῦσας οἱ περὶ Ἤφρωνα καὶ Πορφύριον ἀνέγραψαν τῆς εὐθείὰᾶς μὴ προσεκβαλλομένης, ὃ πεποίηκεν ὁ στοιχειωτής. ἔστω τρίγωνον τὸ ω αβγ. δεῖ δὴ δεῖξαι τὰς αβ αγ
τῆς βγ μείζους. τετμήσθω δίχα ἡ πρὸς τῷ ἃ γωνία. ἐπεὶ οὖν τριγώνου τοῦ αβε γωνία ἐκτὸς β ᾿ 4 ἡ ὑπὸ αεγ, μείξων ἐστὶ τῆς ὑπὸ βαε’ ἀλλ᾽ ἡ ὑπὸ βαε τῇ ὑπὸ ξαγ ἴση· ἡ ἄρα ὑπὸ ἀεγ μείξων τῆς ὑπὸ τὸ ἔἐαγ. ὥστε καὶ ἡ αγ πλευρὰ τῆς γε μείζων. διὰ τὰ αὐτὰ δὴ καὶ ἡ αβ τῆς βε μείξων. τριγώνου γὰρ τοῦ ἀξ} ἐκτὸς ἡ ὑπὸ αεβ καὶ μείξων τῆς ὑπὸ γαε, τουτἔστιν τῆς ὑπὸ εαβ, ὥστε καὶ ἡ αβ τῆς βε μείζων. αἴ ἄρα αβ ἂγ τῆς βγ ὅλης μείξους. ὁμοίως δείξομεν καὶ τ0 ἐπὶ τῶν ἄλλων.
Πάλιν ἔστω τρίγωνον τὸ αβγ᾽ εἰ μὲν οὖν ἰσόπλευρόν ἐστι τὸ αβγ, πάντως αἷ δύο μείζους τῆς λοιπῆς — τριῶν γὰρ ἴσων δύο ὁποιαοῦν διπλάσια τοῦ ἕνός
f. Friedlein 324 · p. 324— εἰ δὲ ἰσοσκελές, ἤτοι ἐλάσσονα ἔχει τῶν ἴσων ἑκατέρας τὴν βάσιν ἢ μείξονα. εἰ μὲν οὖν ἐλάσσων ἡ βάσις, πάλιν αἱ δύο μείζους τῆς λοιπῆς· εἰ δὲ μείξων ἃ ἡ βάσις, ἔστω ἡ βγ μείξων, καὶ ἀφῃρήσθω ἴση ἑκατέρᾳ ἐκείνων ἡ βε, καὶ ἐπεξεύχθω ἡ ἀξ. ἐπεὶ οὖν τριγώνου τοῦ Στὸν ἀεβ ἐκτὸς ἡ ὑπὸ ἀεγ γωνία, μείξων ἐστὶ τῆς ὑπὸ βαε. διὰ 1ο τὰ αὐτὰ δὴ καὶ ἡ ὑπὸ αεβ τῆς ὑπὸ γαε μείζων. αἵ ἄρα περὶ τὴν αε γωνίαι μείζους ὅλης τῆς πρὸς τῷ α, ὧν ἡ ὑπὸ βεα ἴση τῇ ὑπὸ βαε, ἐπεὶ καὶ [ ἡ αβ τῇ βε ἴση. λοιπὴ ἄρα ἡ ὑπὸ αεγ τῆς ὑπὸ γαε μείξων, ὥστε καὶ ἡ ἂγ τῆς γὲ μείξων. ἦν δὲ ἡ αβ τῇ βε ἴση. ι αἱ ἄρα αβ ἂγ μείξους τῆς βγ. εἰ δὲ σκαληνὸν τὸ αβγ, ἔστω μεγίστη ἡ αβ, μέση ἡ ἀγ, ἐλαχίστη ἡ βγ. ἡ μὲν οὖν μεγίστη μεθ᾽ ἑκατέρας ληφθεῖσα πάντῶς μείξων τῆς λοιπῆς καὶ γὰρ καθ᾽ αὑτὴν ἑκατέρας
μείξων. εἰ δὲ τὴν αγ καὶ βγ δεῖξαι ξητοῖμεν τῆς αβ
μεγίστης οὔσης μείζονας, ὡς ἐπὶ τοῦ ἰσοσκελοῦς ποιἥσομεν ἀπὸ τῆς μεγίστης ἀφελόντες τῇ ἑτέρᾳ ἴσην, καὶ ἐπιξεύξαντες ἀπὸ τοῦ γ, καὶ ἀποχρησάμενοι ταῖς ἐκτὸς τῶν τριγώνων γωνίαις.
f. Friedlein 325 · p. 325Πάλιν ἔστω τρίγωνον τυχὸν ] τὸ αβγ. λέγω ὅτι
αἴ αβ ἂγ μείζους εἰσὶ τῆς βγ. εἰ γὰρ μή, ἥτοι ἴσαι εἰσίν, ἢ ἐλάσσους, ἔστω- σαν ἴσαι, καὶ ἀφῃρήσθω τῇ αβ ἴση ἡ βε. λοιπὴ ὄ ἄρα ἡ ἐγ τῇ αγ ἴση.
ἐπεὶ οὖν ἡ αβ τῇ βὲε β γ ἴση, γωνίας ἴσας ὑπο-
τείνουσιν. ὁμοίως δὴ καί, ἐπεὶ ἡ αγ τῇ γε ἴση, γωνίας ἴσας ὑποτείνουσιν. αἱ ἄρα πρὸς τῷ ε γωνίαι ι9 ἴσαι καὶ αἱ πρὸς τῷ α, ὕπερ ἀδύνατον. πάλιν δὴ
ἔστωσαν ἐλάσσους αἱ αβ Μ
ἂγ τῆς βγ, καὶ ἀφῃρήσθω
τῇ μὲν αβ ἴση ἡ βὃ, τῇ δὲ
αγ ἡ γε. ἐπεὶ οὖν ἴση ἡ 1
αβ τῇ βδ, ἴση ἡ ὑπὸ βδα ΝΝ “
τῇ ὑπὸ βαδ, καὶ ἐπεὶ ἴση ἡ ἂγ τῇ γε, ἴση ἡ ὑπὸ γεα
τῇ ὑπὸ εαγ᾽ δύο ἄρα αἱ ὑπὸ βδα γεα ἴσαι δυσὶν
ταῖς ὑπὸ βαδ καὶ ξαγ. πάλιν ἐπεὶ τριγώνου τοῦ
αδγ ] ἐκτὸς ἡ ὑπὸ βδα, μείξων τῆς ὑπὸ ξαγ, καὶ γὰρ
τῆς ὑπὸ δαγ. κατὰ τὰ αὐτὰ δὴ καί, ἐπεὶ τριγώνου
τοῦ αβε ἐκτὸς ἡ ὑπὸ γεα, μείζων τῆς ὑπὸ βαδ, καὶ
f. Friedlein 326 · p. 326γὰρ τῆς ὑπὸ βαε μείζων. αἱ ὑπὸ βδα γεα μείξους ἐχεῖ δύο τῶν ὑπὸ βαδ ξαγ. ἦσαν δὲ καὶ ἴσαι αὐταῖς·
ὅπερ ἀδύνατον. αἱ ἄρα αβ ἂγ οὔτε ἴσαι εἰσὶν τῇ βγ, οὔτε ἐλάσσους, ἀλλὰ μείζους. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.
ΧΧΙῚ, ἔβθοσυ. ΧΠΠ. ᾿Ἐὰν τριγώνου ἐπὶ μιᾶς
τῶν πλευρῶν δύο εὐθεῖαι συσταθῶσιν ἐντὸς
ἀπὸ τῶν περάτων ἀρξάμεναι, αἱ συσταθεῖσαι
τῶν λοιπῶν τοῦ τριγώνου πλευρῶν ἐλάττους τὸ μὲν ἔσονται, μείξονα δὲ γωνίαν περιέξουσι.