f. Friedlein 317 · p. 317

Prop. I.19: Τριγώνου ἡ μείζων γωνία ὑπὸ τῆς μείζονος πλευρᾶς ὑποτείνεται

Euclid: [I.19]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 317–321; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

ΧΙΧ, ἴμθοχ. ΧΠ. Παντὸς τριγώνου ὑπὸ τὴν 6 μείξονα γωνίαν ἡ μείξων πλευρὰ ὑποτείνει.

Τοῦτό ἐστι τὸ ἀντίστροφον τῷ εἰρημένῳ θεωρή-

ματι. καί ἐστιν ἁπλοῦν ἐν ἑκατέρῳ τό τε διδόμενον καὶ τὸ ζητούμενον. καὶ τὸ ἐκεῖ συμπέρασμα ὑπόθεσίς ἐστιν ἐνταῦθα, ἡ δὲ ἐκεῖ ὑπόθεσις τούτου συμπέ-

ρασμα. προτέτακται δ᾽ ἐχεῖνο, διότι δεδομένην ἔχει τὴν ἀνισότητα τῶν πλευρῶν, ἔπεται δὲ τοῦτο τὰς γωνίας ἀνίσους ὑποθέμενον. δοκοῦσι γὰρ αἴ μὲν πλευραὶ τὰ εὐθύγραμμα περιέχειν, αἴ δὲ γωνίαι περιέχεσθαι. καὶ ὁ τρόπος δὲ τῆς ἀποδείξεως ἐπ᾽ ἐκείνου μὲν δεικτι-

κός, ἐπὶ δὲ τούτου διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.

Ὁ μὲν οὖν γεωμέτρης ἐκ διαιρέσεως τὸ ἀδύνατον συλλογίζεται. τῶν γὰρ γωνιῶν οὐσῶν ἀνίσων λέγω, φησίν, ὅτι καὶ αἱ ὑποτείνουσαι πλευραὶ ἄνισοι, καὶ Ἷ ἡ μείζων ὑποτείνει τὴν δεδομένην μείζονα γωνίαν.

0 εἰ γὰρ μή ἐστιν ἡ τὴν μείζονα γωνίαν ὑποτείνουσα μείζων, ἴση ἐστὶν ἢ ἐλάττων. ἀλλ᾽ εἰ μὲν ἴση, καὶ αἴ γωνίαι, ἃς ὑποτείνουσιν, ἴσαι διὰ τὸ ε, εἰ δὲ ἐλάττων, καὶ ἡ γωνία, ἣν ὑποτείνει, ἐλάττων διὰ τὸ πρὸ τούτου. δέδεικται γὰρ ὑπὸ τὴν μείζονα γωνίαν ἡ μείζων

86 πλευρὰ ὑποτείνουσα καὶ ὑπὸ τὴν ἐλάσσονα ἡ ἐλάσσων.

f. Friedlein 319 · p. 319

ἔχουσι δὲ ἀνάπαλιν αἴ γωνίαι· μείξων ἄρα ἡ πλευρὰ τῆς πλευρᾶς. δυνατὸν δὲ καὶ ἄνευ ταύτης τῆς διαιφέσεως δεῖξαι τὸ προκείμενον προαποδείξαντες λημμάτιόν τι τοιοῦτον·

Ἐὰν τριγώνου γωνία δίχα τμηθῇ καὶ ἡ ὁ τέμνουσα τὴν γωνίαν εὐθεῖα ἐπὶ τὴν βάσιν ἀχθεῖσα εἰς ἄνισα αὐτὴν διαιρῇ, αἱ τὴν γωνίαν περιέχουσαι πλευραὶ ἄνισοι ἔσονται, καὶ μείξων μὲν ἡ τῷ μείξονι τμήματι τῆς βάσεως συμπίπτουσα, ἐλάσσων δὲ ἡ ἐλάσσονι.

Ἔστω τρίγωνον τὸ

αβγ καὶ τετμήσθω δίχα ἡ Λ

πρὸς τῷ α γωνία, καὶ ἡ

αὃ εἰς ἄνισα τεμνέτω τὴν 7

βγ, καὶ μείζων ἡ γὸ τῆς ΞΖ δ ξ γι

βδ. λέγω ὅτι μείξων ἐστὶν ἡ αγ τῆς αβ. ἐκβεβλήσθω ἡ αὃ καὶ κείσθω ἴση ἡ δὲ ᾿

τῇ αδ. καὶ ἐπεὶ μείζων ἡ ὃγ τῆς ὃβ, κείσθω ἴση τῇ βὸ ἡ δ, καὶ ἐπεζεύχθω ἡ εξ καὶ ἐκβεβλήσθω ὡς ἐπὶ το τὸ ἢ. ἐπεὶ οὖν ἴση ἡ αὃ τῇ δὲ καὶ ἡ βὸ τῇ δξ, δύο δυσὶν ἴσαι, καὶ γωνίας ἴσας περιέχουσι τὰς κατὰ

χορυφήν᾽ βάσις ἄρα ἡ βα βάσει τῇ εξ ἴση καὶ

f. Friedlein 320 · p. 320

πάντα πᾶσιν, ὥστε καὶ γωνία ἡ ὑπὸ δεξ γωνίᾳ τῇ

ὑπὸ δαβ ἴση ἐστίν. ἀλλὰ αὕτη τῇ ὑπὸ δαη ἴση ἐστίν,

ὥστε καὶ πλευρὰ ἡ αη τῇ ξη ἴση διὰ τὸ ἕκτον. μεί-

ἕων ἄρα ἡ ἂγ τῆς εξ. ἡ δὲ εἶ τῇ αβ ἴση. μείξων ἄρα ἡ ἂγ τῆς αβ, ὕπερ ἔδει δεῖξαι.

Τούτου προληφθέντος δείξομεν ὅτι ὑπὸ τὴν μεί-

ξονα γωνίαν ἡ μείξων πλευρὰ ὑποτείνει. ἔστω τρί-

γῶωνον τὸ αβγ μείζονα

ἔχον τὴν πρὸς τῷ β γω-

νίαν τῆς πρὸς τῷ γ. λέγω

3 γ ὅτι ἡ αγ τῆς αβ μείξων

ἐστίν. τετμήσθω δίχα ἡ

βγ κατὰ τὸ ὃ καὶ ἐπεζεύ-

χθω ἡ αὃ, καὶ ἤχθω ἡ δὲ

ἴση ἡ τῇ αὃ, καὶ ἐπεξεύ-

χθω ἡ βε. ἐπεὶ οὖν ἴση ἡ βὸ τῇ ὃγ καὶ ἡ αὃ τῇ

δε, δύο δυσὶν ἴσαι, καὶ γωνίας ἴσας τὰς κατὰ χορυ-

φὴν περιέχουσιν. ἴση ἄρα καὶ ἡ βάσις ἡ βε τῇ αγ,

καὶ πάντα πᾶσιν, ὥστε καὶ ἡ ὑπὸ ὃβε γωνία ἴση τῇ

f. Friedlein 321 · p. 321

πρὸς τῷ γ. ἐλάσσων δὲ [ἡ πρὸς τῷ γ) τῆς ὑπὸ αβὸ. ἡ ἄρα ὑπὸ ὃβε ἐλάσσων τῆς ὑπὸ αβδ. τετμήσθω οὖν δίχα ἡ ὑπὸ αβε τῇ βὲ εὐθείχ᾽ μείζων ἄρα ἡ εἶ τῆς ξα. ἐπεὶ οὖν τριγώνου τοῦ αβε ἡ πρὸς τῷ Ρ β γωνία δίχα ἐτμήθη τῇ βὲ καὶ μείζων ἡ εἶ τῆς αξ, διὰ τὸ προδειχθὲν μείζων ἡ βε τῆς βα. ἢ δὲ βε τῇ αγ δέδεικται ἴση. μείξων ἄρα ἡ γα τῆς αβ. δέδεικται ἄρα τὸ ξητούμενον.

Καὶ φανερὸν ὅτι τὴν ποικιλίαν τῆς ἀποδείξεως παραιτούμενος ὁ στοιχειωτὴς τὸν τρόπον τοῦτον ἐφυλάξατο καὶ τῇ ἐκ διαιρέσεως εἰς τὸ ἀδύνατον ἀγοίσῃ δείξει προεχρήσατο βουλόμενος τὸ ἀντίστροφον ποιἤσαι τῷ προηγουμένῳ μηδενὸς μεταξὺ παρεμπίπτοντος, ἐπεὶ καὶ τὸ ὄγδοον ἀντιστρέφον πρὸς τὸ τέταρτον πολλὴν ἐνεποίησε ταραχὴν δυσεπίγνωστον ποιῆσαν τὴν ἀντιστροφήν. αἱρετώτερον γὰρ τὸ δι᾽ ἀδυνάτου δεικνύναι τὰ ἀντιστρέφοντα μετὰ τοῦ τὴν συνέχειαν φυλάττειν ἢ τὸ διακόπτειν τὴν συνέχειαν μετὰ τῆς προηγουμένης ἀποδείξεως. διὸ δὴ τὰ ἀντίστροφα πάντα σχεδὸν δι᾽ ἀδυνάτου δεέχνυσι.