f. Friedlein 313 · p. 313

Prop. I.18: Τριγώνου ἡ μείζων πλευρὰ τὴν μείζονα γωνίαν ὑποτείνει

Euclid: [I.18]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 313–317; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

Διὰ τούτου τοίνυν δυνατὸν κἀκεῖνο δεικνύναι, ὅτε ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ μέαν εὐθεῖαν δύο κάθετοι οὐχ ἀχθήσονται. ἔστωσαν γὰρ ἀπὸ τοῦ α ση-

μείου ἐπὶ τὴν βγ δύο κάθετοι αἵ

αβ᾽ αγ7.. ὀρθαὶ ἄρα εἰσὶν αἴ ὑπὸ αβ᾽ γ αγ αγβ γωνίαι. ἀλλ᾽ ἐπεὶ τρίγω-

νόν ἐστι τὸ αβγ, δύο ὁποιαιοῦν

γωνίαι δύο ὀρθῶν ἐλάσσους εἰσίν.

αἱ ἄρα ὑπὸ αβγ αγβ γωνίαι δύο ὀρθῶν ἐλάσσους εἰσίν. ἀλλὰ καὶ ἴσαι δυσὶν ὀρθαῖς διὰ τὰς καθέτους᾽

ὅπερ ἀδύνατον. οὐκ ἄρα ἀπὸ τοῦ αὐτοῦ σημείου δύο κάθετοι ἐπὶ τὴν αὐτὴν εὐθεῖαν ἀχθήσονται.

ΧΥ͂ΠΙ, ἰμθοσ. ΧΙ. Παντὸς τριγώνου ἡ με ξων πλευρὰ τὴν μείζονα γωνίαν ὑποτείνει.

[ Ὅτι μὲν ἡ τῶν πλευρῶν ἰσότης ἐφ᾽ ἑκάστου τῶν τριγώνων ἴσας ἀποτελεῖ τὰς ὑπὸ τούτων ὑποτεινομένας γωνίας καὶ ἡ τῶν γωνιῶν ἰσότης ὡσαύτως τὰς ὑποτεινούσας αὐτὰς πλευρὰς ἴσας ἀποφαίνει μεμαθήκαμεν διά τε τοῦ πέμπτου καὶ ἔκτου θεωρήματορ᾽ ὅτι δὲ καὶ ταῖς ἀνισότησι τῶν πλευρῶν ἡ τῶν ὑποτεινομένων γωνιῶν ἀνισότης ἀκολουθεῖ καὶ ἀνάκαλιν διὰ τούτων διδασκόμεθα τῶν θεωρημάτων τοῦ τε ὀκτωκαιδεκάτου λέγω καὶ τοῦ ἐννεακαιδεκάτου. τὸ μὲν γὰρ

θ ᾿ἀναχθήσονται ΘΟ. 4–8 ἘΠφΌτΣΔΙΩ οτὰ. 3; δοὰ ἱηνθηΐυν

f. Friedlein 314 · p. 314

δείκνυσι τὴν μείζονα πλευρὰν ὑπὸ τὴν μείξονα γωνίαν, τὸ δὲ ὑπὸ τὴν μείζονα γωνίαν τὴν μείζονα πλευράν, ἀντιστρέφοντα μὲν ἀλλήλοις, ἐπὶ δὲ τῶν ἐναντίων πραγμάτων τὰ αὐτὰ θεωροῦντα συμπτώματα τῷ τε πέμπτῳ καὶ τῷ ἔκτῳ θεωρήματι. φανερὸν δὲ ὅτι τὴν μείξονα καὶ τὴν ἐλάσσονα πλευρὰν ἀνάλογον ληψόμεθα καὶ διαιρήσομεν τὴν μεγίστην καὶ μέσην καὶ ἐλαχίστην, καὶ τὰς γωνίας ὡσαύτως ἐπὶ τῶν σκαληνῶν τριγώνων. ἐπὶ δὲ τῶν ἰσοσκελῶν ἀρχέσει τὸ μεῖξον ἁπλῶς καὶ ἔλασσον. μία γάρ ἐστιν ἡ ταῖς δυσὶν ἄνισος, ἤτοι μείξων οὖσα ἢ ἐλάττων, ὡς ἐπί γε τῶν ἰσοπλεύρῶν οὐκ ἔχει ταῦτα τὰ θεωρήματα χώραν. καὶ ὁρᾶς ὅπως τὰ μὲν τῆς ἰσότητος τῶν γωνιῶν ἢ πλευρῶν δεικτικὰ τοῖς ἰσοπλεύροις καὶ ἰσοσκελέσιν ἐφήρμοττεν, : τὰ δὲ τῆς ἀνισότητος τοῖς σκαληνοῖς καὶ τοῖς ἰσοσκελέσιν. αἴτιον δὲ ὅτι τὰ μὲν τῶν τριγώνων ἰσότητός ἐστι μόνης ἔχγονα, τὰ δὲ ἀνισότητος μόνης, τὰ δὲ ἀμφοτέρων, ὠδὶ μὲν διὰ τῆς ἰσότητος, ὡὠδὶ δὲ διὰ τῆς ἀνισότητος ὑφιστάμενα᾽ καὶ τὰ μὲν ὄντα τῷ πέρατι συγγενῆ, τὰ δὲ τῇ ἀπειρίᾳ, τὰ δὲ κατὰ τὴν μῖξιν ἀμφοτέρων ἀπογεννώμενα, ὥστε διὰ πάντων ἡ τριὰς αὕτη πεφοίτηκεν, οἷον γραμμῶν, γωνιῶν, σχημάτων, καὶ ἐν τοῖς σχήμασι τριπλεύρων. τετραπλεύρων, ἑξῆς ἁπάντων. ἀλλὰ καὶ τὸ πέρας οὗ μὲν διὰ τῆς ὁμοιότη4δτος, οὗ δὲ διὰ τῆς ἰσότητος ἐμφαντάξεται τοῖς γεωμετρικοῖς εἴδεσι, καὶ τὸ ἄπειρον οὗ μὲν διὰ τῆς

f. Friedlein 315 · p. 315

ἀνομοιότητος, οὗ δὲ διὰ τῆς ἀνισότητος, καὶ τὸ μικτὸν ὅτε μὲν ἐξ ὁμοιοτήτων, ὅτε δὲ ἐξ ἰσοτήτων. αἴτιον δὲ καὶ τούτων ὅτι τὰ εἴδη τὰ γεωμετρικὰ τῷ ποσῷ προσήκει καὶ τῷ ποιῷ. διότι τῶν δύο τούτων ἐπισημαινομένων

δῆλον (9) καὶ ὅτι παντὸς τριγώνου λέγων ὁ στοι-

χειωτὴς οὐχὶ καὶ τοῦ ἰσοπλεύρου λέγει, ἀλλὰ τοῦ ἔχοντος μείξω καὶ ἐλάττω πλευράν. δεῖ γὰρ τὸ δεδομένον ἡγούμενον νομίζειν, ἑπόμενον δὲ () τὸ ξητούμενον. ὃ δ᾽ ἂν μείξονα πλευρὰν ἔχῃ καὶ ἐλάσσονα, τοῦτο ὑπὸ τὴν μείζονα πλευρὰν τὴν μείζονα γωνίαν [ἔξει]. Ἐπειδὴ δὲ ὁ ᾿ γεωμέτρης ἐν τῇ κατασκευῇ λαβὼν

τὸ αβγ τρίγωνον καὶ μείζονα τὴν αγ τῆς αβ, ἵνα δείξῃ τῆς πρὸς τῷ γ γωνίας τὴν πρὸς τῷ β μείξονα, ἀφεῖλεν ἀπὸ τῆς αγ τῇ αβ ἴσην τὴν αὃ, φαίη δ᾽ ἄν

τις ὅτι πρὸς τῷ γ δεῖ γενέσθαι τὴν ἀφαίρεσιν, φέρε καὶ ἐπὶ ταύτης τῆς ὑποθέσεως δείξωμεν τὸ προκείμε-

των) “οχ β᾽τα πα ἀϊηῖθαβ δ ἀἰββίγα ἢ παἰηλῦτι8.. … 6Χ δοααδὶὶ-

f. Friedlein 316 · p. 316

νον, ὡς Πορφύριος. ἔστω γὰρ ἡ ὃγ ἴση τῇ αβ καὶ ἐκβεβλήσθω ἡ αβ ἐπὶ τὸ ε καὶ κείσθω ἡ βε τῇ δα - ἴση. ὅλη ἄρα ἡ ἂε ἴση τῇ ἃγ, καὶ ἐπεξεύχθω ἡ ἐγ. ἐπεὶ οὖν

δ ἢ αε τῇ αγ ] ἴση, καὶ ἡ ὑπὸ ἂεγ ἴση τῇ ὑπὸ ἀγε διὰ τὸ

Ζ πέμπτον. ἡ ἄρα ὑπὸ αεγ μείἔων τῆς ὑπὸ αγβ. ἐστὶν δὲ καὶ

ἡ ὑπὸ αβγ μείζων τῆς ὑπὸ

10 5 πεν. τοῦ γὰρ γβε μία πλευρὰ ἐκβέβληται ἡ εβ, καὶ ἡ ὑπὸ αβγ ἐκτὸς οὖσα τῆς ἀπεναντίον καὶ ἐντὸς μείξων ἐστί. πολλῷ ἄρα μείξων

ἡ ὑπὸ αβγ τῆς ὑπὸ αγβ, ὅπερ ἔδει δεῖξαι. Αἱ μὲν οὖν γεωμετρικαὶ δείξεις τοιαῦται. δῆλον δὲ ὅτι τὸ αἴτιον τούτου τοῦ συμπτώματός ἐστιν ἡ τῆς πλευρᾶς αὐτῆς τῆς ὑποτεινούσης τὴν γωνίαν ὑπεροχὴ κατὰ τὸ μέγεθος ἢ ἐλάττωσις· μείζων μὲν γὰρ οὖσα διΐστησιν ἐπὶ πλέον τὴν γωνίαν, ἐλαττουμένη δὲ συνελαττοῖ κἀκείνην καὶ ἐπὶ μεῖον συνάγει. τοῦτο δὲ διὰ τὴν ἐπ᾿ ἄκρον τάσιν τῆς εὐθείας. ἐπ᾽ ἄχρον γὰρ αὐτὴ τεταμένη καὶ τῶν γωνιῶν τὰ μεγέθη κατὰ τὴν ἑαυτῆς αὔξησιν καὶ μείωσιν συμμετατίθησιν. καὶ ταῦτα λέγομεν ἐφ᾽ ἑνὸς τριγώνου, ἐπεὶ δυνατὸν καὶ τὴν αὐτὴν γωνίαν ὑπὸ μείζονος καὶ ἐλάσσονος εὐθείας 26 ὑποτείνεσθαι καὶ τὴν αὐτὴν εὐθεῖαν μείξω καὶ ἐλάττω

f. Friedlein 317 · p. 317

γωνίαν ὑποτείνειν. ἔστω γὰρ εἰ τύχοι τρίγωνον ἰσοσκελὲς τὸ αβγ, καὶ εἰλήφθω ἐπὶ τῆς αβ τὸ ὃ σημεῖον, καὶ ἴση ἡ αε τῇ αὃ [ἐπὶ τῆς «

7] καὶ ἐπεζεύχθω ἡ δε. τὴν

οὖν πρὸς τῷ α γωνίαν ὑποτείνουσιν αἴ δε βγ, ὧν ἡ μὲν δ Ἔ μείξων ἡ δὲ ἐλάσσων, καὶ μυ-

ρίας ὅσας ᾿ λαβεῖν δυνατὸν

κατὰ τὸν αὐτὸν λόγον τὴν α 7 γωνίαν ὑποτεινούσας μείζους καὶ ἐλάσσους εὐθείας. πάλιν ἔστω τὸ αβγ ἰσοσκελές, καὶ ἐλάσσων ἡ βγ τῶν βα ἄγ, καὶ ἰσόπλευρον τρίγωνον «

ἐπὶ τῆς βγ τὸ βὸγ, καὶ ἐπεξεύχθω

ἡ αὃ καὶ ἐκβεβλήσθω ἐπὶ τὸ ε. ἐπεὶ

οὖν τοῦ αβὸ τριγώνου ἐκτός ἐστιν 1δ ἡ ὑπὸ βδὲ γωνία, μείξων ἐστὶ τῆς

ὑπὸ βαδ, κατὰ τὰ αὐτὰ δὴ καὶ ξ 7

ἡ ὑπὸ γδὲε μείξων τῆς ὑπὸ γαδ. ὅλη ἄρα ἡ ὑπει βὸγ μείξων τῆς ὑπὸ βαγ καὶ ὑποτείνει ἀμφοτέρας ἡ αὐτὴ εὐθεῖα μείξονα καὶ ἐλάσσονα γωνίαν. δέδεικται 0 δὲ ὅτι τὴν αὐτὴν γωνίαν μείζους εὐθεῖαι καὶ ἐλάσσους ὑποτείνουσιν. ἀλλ᾽ ἐπὶ τοῦ αὐτοῦ τριγώνου

f. Friedlein 318 · p. 318

, 3 ἣν ’ ς ’ ·“· ἰ , μία εὐθεῖα μίαν ὑποτείνει γωνίαν καὶ ἡ μὲν μείζων τὴν μείξονα ἐκ παντός. ἡ δὲ ἐλάσσων τὴν ἐλάσσονα· καὶ τὸ αἴτιον ἐθεωρήσαμεν.