f. Friedlein 280 · p. 280

Prop. I.11: Ἀναγωγὴ καθέτου ἀπὸ σημείου ἐπὶ τῆς εὐθείας

Euclid: [I.11]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 280–284; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

f. Friedlein 281 · p. 281

εἶδος δέδοται· μέγεθος γὰρ αὐτῆς ἢ ἢ λόγος ἣ θέσις οὐκ ἀφώρισται. ὁ μὲν οὖν στοιχειωτὴς τῷ πρώτῳ χρησάμενος θεωρήματι καὶ τῷ τρίτῳ καὶ ἑνὶ τῶν αἰτημάτων καὶ τῷ πρώτῳ καὶ τῷ ὀγδόῳ πρὸς τούτοις θεω-

ρήματι καὶ τῷ ὅρῳ τῆς πρὸς ὀρθὰς δείκνυσι τὸ προ-

κείμενον. εἰ δέ τινες τὸ σημεῖον ἐπ᾽ ἄχρας τῆς εὐθείας τιθέντες ἀξιοῖεν μὴ προσεχβάλλοντας ἡμᾶς ἄγειν ἀπὸ τούτου τὴν πρὸς ὀρθάς, δυνατὸν καὶ τοῦτο δείξομεν. [

ἔστω γὰρ αβ καὶ τὸ δοθὲν σημεῖον α, καὶ εἰλήφθω

ἐπὶ τῆς αβ τυχὸν τὸ γ ση- ε μεῖον καὶ ἀπὸ τούτου τῇ ᾿ αβ πρὸς ὀρθάς, ὡς ἐν τῷ στοιχείῳ μεμαθήχαμεν ἡ γε. καὶ ἴση ἀπὸ τῆς γὲ

ἀφῃφήσθω τῇ ἂγ ἡ ὃγ καὶ τετμήσθω δίχα ἡ πρὸς τῷ γ γωνία ὑπὸ τῆς γξ καὶ ἀπὸ τοῦ ὃ τῇ ἐγ πρὸς ὀρθὰς ἀχθεῖσα συμπιπτέτω [ἡ δὲ] τῇ γξ κατὰ τὸ ξ, καὶ ἀπὸ τοῦ ξ ἐπὶ τὸ ἃ ἐπεξεύχθω ἡ ξα. λέγω ὅτι ὀρθή ἐστιν ἡ πρὸς τῷ α γω-

f. Friedlein 282 · p. 282

τῷ ὃ. ὀρθὴ ἄρα καὶ ἡ πρὸς τῷ α. δέδεικται μὲν οὖν

τὸ προβληθέν᾽ ὁ δὲ στοιχειωτὴς οὐδὲν δεῖται τῆς

ἐπινοίας ταύτης. ἐπέταξεν γὰρ πρὸς ὀρθὰς γωνίας

ἀγαγεῖν γραμμήν, ἀλλ᾽ οὐ πρὸς μέαν ὀρθήν᾽ δεῖ οὖν

μὴ ἐπ᾽ ἄκρας τῆς εὐθείας λαμβάνειν τὸ σημεῖον, ἵνα

ἡ ἀγομένη εὐθεῖα γωνίας ποιῇ πρὸς τὴν ὑποχειμένην εὐθεῖαν, ἀλλὰ μὴ μίαν γωνίαν.

᾿Δπολλώνιος δὲ τὴν πρὸς ὀρθὰς ἄγει τὸν τρό-

πον τοῦτον. ἐπὶ τῆς αγ τυχὸν τὸ ὃ, καὶ ἀπὸ τῆς γβ

ἴση τῇ γὸ ἡ γε, καὶ κέντρῳ τῷ ὃ, τῷ δὲ εὃ διαστή-

· ματι γεγράφθω κύ-

. κλος. καὶ πάλιν κέν-

τρῷ τῷ ε, διαστήματι

δὲ τῷ δὲ κύκλος γε-

ι γράφθω, καὶ ἀπὸ τοῦ ξ ἐπὶ τὸ γ ἤχθω [ἡ ξγ7], λέγω ὅτι αὕτη ἐστὶν ἡ πρὸς ὀρθάς. ἐὰν γὰρ ἐπιξευχθῶσιν

αἴ ξὸ ξε, ἴσαι ἔσονται᾽ ἴσαι δὲ καὶ αἵ ὃ γε καὶ

κοινὴ ἡ ἔγ, ὥστε καὶ αἴ πρὸς τῷ γ γωνίαι ἴσαι διὰ τὸ ὄγδοον. ὀρθαὶ ἄρα εἰσίν.

Πάλιν οὖν ὁρᾷς, ὅτι Ϊ ποικιλωτέρα ἡ ἀπόδειξις αὕτη τῆς παρὰ τῷ στοιχειωτῇ ἡ καὶ προσδεηθεῖσα τῆς τῶν κύκλων γραφῆς, ἐξὸν αὐτόθεν ἐπὶ τῆς δὲ γράψαι τὸ ἰσόπλευρον τρίγωνον καὶ δεῖξαι τὸ προκείμενον. πάντα γὰρ τὰ ἄλλα κοινὰ ταῖς ἀποδείξεσίν ἐστιν. τὴν

f. Friedlein 283 · p. 283

ὃΣ διὰ τοῦ ἡμικυκλίου δεῖξιν οὐδὲ λέγειν ἄξιον. πολλὰ γὰρ προλαμβάνει τῶν ὕστερον καὶ τῆς ἐν τῇ στοιχειώσει τάξεως ἀποπίπτει παντελῶς.