f. Friedlein 284 · p. 284

Prop. I.12: Ἄγησις καθέτου ἀπὸ σημείου ἔξω (Οἰνοπίδης)

Euclid: [I.12]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 284–289; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

ΧΙ], ῥσοῦ]. 11. Ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν ἄπειρον ἀπὸ τοῦ δοθέντος σημείου, ὃ μή ἐστιν ὁ ἐπ᾿’ αὐτῆς, κάθετον εὐθεῖαν γραμμὴν ἀγαγεῖν.

Τοῦτο τὸ πρόβλημα πρῶτον Οἰνοπίδης ἐξή τησεν χρήσιμον αὐτὸ πρὸς ἀστρολογίαν οἰόμενος. ὀνομάξει δὲ τὴν κάθετον ἀρχαϊκῶς κατὰ γνώμονα, διότι καὶ ὁ γνώμων πρὸς ὀρθάς ἐστι τῷ ὁρίζοντι. τῆς δὲ τὸ πρὸς ὀρθὰς ἡ κάθετός ἐστιν αὕτη διαφέρουσα τῇ σχέσει μόνον, κατὰ τὸ ὑποκείμενον ἀδιάφορος οὖσα, ὥσπερ φασὶ καὶ ἡ κάθοδος. διττὴ δ᾽ αὖ κάθετός ἐστιν, ἡ μὲν ἐπίπεδος, ἡ δὲ στερεά. καὶ ὅταν μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ ἡ τὸ σημεῖον, ἀφ᾽ οὗ ἡ κάθετος, καὶ ἡ εὐθεῖα, ἐπίπεδος λέγεται κάθετος, ὅταν δὲ μετέρον τὸ σημεῖον καὶ ἔξω τοῦ ὑποχειμένου ἐπιπέδου, στερεά. καὶ ἡ μὲν ἐπίπεδος πρὸς εὐθεῖαν ἄγεται, ἡ ὃὲ στερεὰ πρὸς ἐπίπεδον. διὸ καὶ ἀναγκαῖον ἐκείνην οὐ πρὸς μίαν εὐθεῖαν ποιεῖν γωνίας ὀρθάς, ἀλλὰ πρὸς πάσας τὰς ἐν τῷ αὐτῷ ἐπιπέδῳ. πρὸς γὰρ το ἐπίπεδον ἦν ἠγμένη κάθετος. ἐν τούτῳ τοίνυν ἡ στοιχειωτὴς τῷ προβλήματι κάθετον ἄγειν ἐπίπεδον προ-

f. Friedlein 284 · p. 284

τίθεται. πρός τὸ γὰρ εὐθεῖαν ἡ ἀγωγὴ προτίέθεται καὶ ὡς ἐν ἑνὶ ἐπιπέδῳ πάντων ὑποχειμένων ὁ λόγος πρόεισιν. Ἐπὶ μὲν οὖν τῆς πρὸς ὀρθάς, ἐπειδὴ τὸ σημεῖον

ἐπ᾿’ αὐτῆς εἴληπτο τῆς εὐθείας, οὐδὲν ἐδεόμεθα τῆς ἀπειρίας, ἐπὶ δὲ τῆς καθέτου τὴν δοθεῖσαν ἄπειρον ὑποτίθεται, ἐπειδὴ τὸ σημεῖον, ἀφ᾽ οὗ κάθετος ἀχθήσεται, ἔξω που κεῖται τῆς εὐθείας. εἰ γὰρ μὴ ἦν ἄπειρος, ἐξῆν οὕτω τὸ σημεῖον λαβεῖν, ὥστε ἔξω μὲν εἶναι τῆς δοθείσης, ἐπ᾿ εὐθείας δὲ ταύτῃ κείμενον ὡς ἐκβαλλομένην τὴν εὐθεῖαν ἐπ᾽ αὐτὸ πίπτειν, καὶ οὐ προἐχώρει τὸ πρόβλημα. διὸ ἄπειρον ἔθετο τὴν εὐθεῖαν, ἐὰν ἐφ᾽ ἑκάτερα αὐτῆς μόνως λαμβάνηται τὸ σημεῖον, μηδαμοῦ. χώρας ὑπολειπομένης αὐτῷ, καθ᾽ ἣν ἐπ᾽ 1· εὐθείας ἔσται τῇ δοθείσῃ εὐθείᾳ, εἰ μὴ μέλλοι πρὸς αὐτῇ κείσεσθαι καὶ οὐκ ἔξω αὐτῆς. ἄπειρος μὲν οὖν ἡ εὐθεῖα δέδοται διὰ [ τοῦτο, ἐφ᾽ ἣν ἡ κάθετος ἀχθήσεται’ πῶς δὲ ὅλως ὑπόστασιν ἔχει τὸ ἄπειρον, ἄξιον θεωρῆσαι. δῆλον γὰρ ὅτι 3. εὐθείας ἀπείρου οὔσης ἔσται καὶ ἐπίπεδον ἄπειρον, καὶ ταῦτα κατ᾽ ἐνέργειαν, εἴπερ ἔσται τὸ προβληθέν. ὅτι μὲν οὖν ἐν τοῖς αἰσθητοῖς οὐδέν ἐστι μέγεθος ἄπειρον κατ᾽ οὐδεμίαν διάστασιν, ἱχανῶς ὅ τὸ δαιμόνιος ᾿Αριστοτέλης καὶ οἵ ἀπ’ αὐτοῦ παραδεξάμενοι : τὴν φιλοσοφίαν δεικνύουσιν. οὔτε γὰρ τὸ χύχλω κινούμενον ἄπειρον εἷναι ἐνδέχεται οὔτε τῶν ἄλλων

f. Friedlein 285 · p. 285

σωμάτων τῶν ἁπλῶν οὐδέν. ἔστι γὰρ ἑχάστου τόπος ὡρισμένος. ἀλλὰ μὴν οὐδὲ ἐν τοῖς χωριστοῖς καὶ ἀμεφέσι λόγοις εἷναι τὸ τοιοῦτον ἄπειρον δυνατόν. εἰ γὰρ μηδὲ διάστασίς ἐστιν ἐν ἐχείνοις μήτε μέγεθος,

σχολή, εἰ ἄπειρον εἴη μέγεθος. λείπεται δὴ οὖν ἐν τῇ

φαντασίᾳ τὸ ἄπειρον ὑφίστασθαι μόνον οὐ νοούσης τὸ ἄπειρον τῆς φαντασίας. ἅμα γὰρ νοεῖ καὶ μορφὴν ἐπάγει τῷ νοουμένῳ καὶ πέρας, καὶ τῇ νοήσει τὴν τοῦ φαντάσματος ἴστησι διέξοδον, καὶ διέξεισιν αὐτὸ καὶ περιλαμβάνει. οὐ νοούσης τοίνυν ἐστὶν τὸ ἄπειρον ἀλλ᾽ ἀορισταινούδης περὶ τὸ νοούμενον καὶ μὴ νοούσης μᾶλλον καί, ὅσον ἀκαταμέτρητον ἀφίησι καὶ ἀπερίληπτον νοήσει, τοῦτο ἄπειρον λεγούσης. ὥσπερ γὰρ τὸ σκότος τῷ μὴ ὁρᾷν ἡ ὄψις γινώσκει, οὕτως ἡ φαντασία τὸ ἄπειρον τῷ μὴ νοεῖν. γεννᾷ μὲν οὖν αὐτὸ τῷ δύναμιν ἔχειν ἀμερῆ προϊέναι δυναμένην ἀκαταλήκτως, νοεῖ δὲ ὡς ὑποστὰν ὅτι μὴ νοεῖ τὸ ἄπει-

ρον. ὃ γὰρ ἀφῆκεν ὡς ἀδιεξίτητον, τοῦτο ἄπειρον λέγει, ὥστε τὴν ἄπειρον γραμμὴν τὴν δοθεῖσαν ἐν τῇ φαντασίᾳ θέμενοι, καθάπερ δὴ καὶ τὰ ἄλλα πάντα γεωμετρίας εἴδη, τὰ τρίγωνα, τοὺς κύκλους, τὰς γωνίας, τὰς γραμμάς, οὐ θαυμασόμεθα, πῶς κατ᾽ ἐνέργειαν ἄπειρός ἐστι γραμμὴ καὶ προστίθησιν ἀορισταίνουσα ταῖς ὡρισμέναις νοήσεσιν. ἡ δὲ διάνοια, παρ᾽ ἧς οἷ λόγοι καὶ αἴ ἀποδείξεις, οὐ πρὸς τὴν ἐπιστήμην χρῆται τῷ ἀπείρῳ — τὸ γὰρ ἄπειρον ὅλως ἐπιστήμῃ

σχολή, εἰ] σχολὴ γ᾽ ἂν δὼ Ο, σχολῆς γ᾽ ἂν Ο4, “ναλ 0 τηΐὨπ8᾽ 2, τι τ λ τὸ ἣν δὴ] δὲ Ὁ. ᾿ 8 ν οτὴ. Οἵ, δὰᾷ, Ο.

f. Friedlein 286 · p. 286

περιληπτὸν οὐχ ἔστιν — ἀλλ᾽ ἐξ ὑποθέσεως παραλαβοῦσα τῷ πεπερασμένῳ μόνῳ χρῆται πρὸς τὴν ἀπόδειξιν, καὶ οὐ τοῦ ἀπείρου ἕνεκα τὸ ἄπειρον ἀλλὰ τοῦ πεπερασμένου λαμβάνει, ἐπεί, εἴ γε δοίης αὐτῇ, μήτε ἐπ’ εὐθείας κεῖσθαι τῇ πεπερασμένῃ τὸ δοθὲν σημεῖον, μήτε οὕτως ἀφεστάναι τῆς εὐθείας, ὥστε μηδὲν μέρος αὐτῆς ὑποκεῖσθαι τῷ σημείῳ, οὐδὲν ἔτι τοῦ ἀπείρου δεήσεται. ἵν᾽ οὖν τῇ πεπερασμένῃ χρωμένη ἀνελέγκτως χρήσηται καὶ ἀναμφισβητήτως, εἶναι τὸ

ἄπειρον ὑποτίθεται τῇ τῆς φαντασίας ᾿ ἀοριστίᾳ τῆς τοῦ ἀπείρου γενέσεως ὑποβάθρᾳ χρωμένη.

Περὶ μὲν οὖν τῆς ὑποθέσεως τοῦ ἀπείρου τοσαῦτα πρὸς τὸ παρὸν ἀρκέσει. μετὰ δὲ ταῦτα χωρῶμεν ἐπὶ τὰς ἐνστάσεις τὰς πρὸς τὴν κατασκευὴν τοῦδε τοῦ

1 προβλήματος. εἰλήφθω γάρ, φασίν, εὐθείας οὔσης

ἀπείρου τῆς αβ καὶ σημείου δοθέντος, ἀφ᾽ οὗ δεῖ τὴν κάθετον ἀγαγεῖν, τοῦ γ ἐπὶ θάτερα Ξὺς σημεῖον τὸ ὃ, καθά φησιν ὁ

ὃ αν γεωμέτρης, ἀλλ᾽ ὁ κχύχλος ὁ τέμνων τὴν αβ εὐθεῖαν κατά

f. Friedlein 287 · p. 287

ἐπεξζεύχθω ἡ γθ καὶ ἐχβεβλήσθω μέχρι τῆς περιφερείας, καὶ ἐπεξεύχθωσαν αἴ γα γβ. ] ἐπεὶ οὖν αὗται ἐκ κέντρου, καὶ ἡ αθ’ τῇ 9β ἴση, κοινὴ δὲ ἡ γθ, πάντα ἴσα πᾶσιν. ὀρθὰς ἄρα ποιεῖ πρὸς τῷ ὃ γωνίας ἡ γθ. πάλιν ἐπεὶ ἡ γα γβ ἴσαι, γωνίας ἴσας ποιοῦσι πρὸς κ5

τοῖς ἃ καὶ β σημείοις. ἀλλὰ καὶ ἡ γα τῇ γξ ἴση, ὥστε καὶ ἡ ὑπὸ γαξ ἴση τῇ ὑπὸ [γξα, καὶ ἡ γβ τῇ γξ ἴση, ὥστε καὶ ἡ ὑπὸ γξβ ἴση τῇ ὑπὸ] γβξ. ἐπεὶ οὖν αἱ πρὸς τῷ ἃ καὶ β ἴσαι, καὶ ἡ ὑπὸ γξα τῇ ὑπὸ γξβ ἴση, καί εἰσιν ἐφεξῆς, ὀρθαὶ ἄρα εἰσίν. ἐστὶν δὲ τὸ ὀρθὴ καὶ ἑκατέρα τῶν πρὸς τῷ ὃ, ἴση ἄρα ἡ γθ τῇ γξ, ἀλλὰ καὶ ἡ γξ τῇ γὸ ἴση – ἐκ κέντρου γάρ — ἡ ἄρα γθ8 τῇ γὸ ἴση, ὅπερ ἀδύνατον. οὐκ ἄρα κατ᾽ ἄλλο σημεῖον ὁ κύκλος τέμνει τὴν αβ εὐθεῖαν. εἰ δὲ λέγοι τις ὅτι ὁ γραφόμενος κύκλος κατὰ τὸ ξ διχοτομείτω τὴν αβ, πάλιν τὸ αὐτὸ δείξομεν ἀδύνατον.

γεγράφθω γὰρ καὶ ἡ ξβ δίχα τετμήσθω κατὰ τὸ θ.

ῷ γὰ γβ]) “ε6, 6·, οὉ 8. ἢ ῬΡοδὲ γβ αἀδυπὶ ΠΥ, δ: καὶ ἡ αθ τῇ θβ ἴση κοινὴ ἡ γθ8 καὶ ἐκβεβλήσθω μέχρι τῆς περι-

f. Friedlein 288 · p. 288

ἐπεὶ οὖν ἴσαι αἴ αξ ἐβ, κοινὴ δὲ ἡ γξ, καὶ βάσις ἡ γα τῇ γβ ἴση, πάντα ἴσα Ι πᾶσιν, ὥστε ὀρθαὶ αἵ πρὸς τῷ ξ γωνίαι. πάλιν ἐπεὶ ἴση ἡ ἐθ

Ἷ τῇ ὃβ καὶ κοινὴ ἡ γθ, ἐπιξευ-

ὄ χθεῖσα δὲ ἡ γξ βάσις ἴση τῇ γβ εν - ἐκ κέντρου γάρ — ὐὀρθαί εἰσιν 5. αἴ πρὸς τῷ ὃ γωνίαι. ἴσαι γάρ

εἰσι καὶ ἐφεξῆς. ἐπεὶ οὖν ν ὀρθὴ ἑκατέρα τῶν ὑπὸ γέξθ

γθξ, ἴση ἐστὶν ἡ γέ τῇ γθ. ἀλλὰ ἡ γέ τῇ γε ἴση –

1 ἐκ κέντρου γάρ εἰσιν — ἴση ἄρα ἐστὶν ἡ γθ τῇ γε, ὕπερ ἀδύνατον. λείπεται δὴ τὴν τρίτην ἔνστασιν διἐλθεῖν. τεμνέτω γάρ, φασίν, ὁ γραφόμενος κύκλος

τὴν εὐθεῖαν κατά τε τὰ α β καὶ κατὰ τὰ ξ 8. σημεῖα.

“πος τεμόντες οὖν ἡμεῖς δίχα τὴν 1δ ΄ Ἔς αβ κατὰ τὸ κ καὶ ἐπιξεύξαντες Ἷ ᾿ ἷ τὰς γα γξ γχα γβ δείξομεν τὸ

.-:-285Ξ:-: ἀδύνατον. ἐπεὶ γὰρ ἴσαι αἴ ακ Ἕ χ᾽ Α ν,ᾳβ καὶ κοινὴ ἡ γα καὶ αἵ βάσεις αἴ γα γβ ἴσαι [ὀρθαὶ αἴ πρὸς τῷ κ], καὶ αἴ πρὸς

80 τοῖς α β γωνίαι ἴσαι. ἀλλὰ ἴση ἑκατέρα [τῶν γα γβ] τῇ γξ᾽ ὀρθαὶ ἄρα καὶ αἱ πρὸς τῷ ξ — ἴσαι γάρ εἰσιν

δὲ] καὶ δ. 6θ ὀρθαὶ ἄρα εἰσὶν ΟΘὅ. 11 δὴ] δὲ 6.

f. Friedlein 289 · p. 289

ἐφεξῆς οὖσαι — ἴση ἄρα ἡ γξ τῇ γκ᾽ ὀρθὰς γὰρ ὑποτείνουσιν. ἀλλὰ ἡ γᾷ ἴση ἐστὶν τῇ γὸ — ἐκ κέν-

τρου γάρ εἰσιν — ἡ ἄρα γὸ τῇ γκ ἴση ἐστίν, ὕπερ ἀδύνατον. οὐκ ἄρα δυνατὸν οὔτε καθ᾽ ἕν σημεῖον

οὔτε κατὰ δύο ἄλλα τὸν γραφόμενον κύκλον τέμνειν

τὴν αβ εὐθεῖαν παρὰ τὰ α β σημεῖα.

Αἱ μὲν οὖν ἐνστάσεις αὗται εἰσὶν δὲ καὶ πτώσεις τῆς τοῦ προβλήματος κατασχευῆς, ἃς δεῖ χωρίξειν ἀπὸ τῶν ἐνστάσεων. οὐ γὰρ ταὐτὸν πτῶσις καὶ ἔνστασις, ἀλλ᾽ ἡ μὲν τὸ αὐτὸ δείκνυσιν ἄλλως, ἡ δὲ εἰς ἀτοπίαν ἐπάγει τὸ ἐνιστάμενον. οἵ ὃὲ ἐξηγηταὶ μὴ διακρίνοντες ταῦτα ἀπ᾿ ἀλλήλων, πάντα φέρουσιν εἰς ταὐτὸ καί εἰσιν ἄδηλοι, πότερον πτώσεις ἡμῖν ἢ ἐνστάσεις ἐπαγγέλλονται γράφειν. ἡμεῖς οὖν διελόμενοι χωρὶς μετὰ τὰς ἐνστάσεις τὰς πτώσεις συνάγομεν. ἔστω οὖν εὐθεῖα ἄπειρος ἡ

αβ, τὸ δὲ δοθὲν σημεῖον δ· τὸ γ. λέγει οὖν τις ὅτι ; οὐχ ἔστιν τόπος ἐπὶ θά- Σ ‘

τερα τῆς εὐθείας, ἀλλ᾽ ἐφ᾽ κα ᾿

Γ νι γΓπ ’ “᾿ θ ἃ κεῖται τὸ [γ. [[ λαβόντες

οὖν ἐπὶ τῆς εὐθείας} σημεῖον τὸ ὃ κέντρῳ τῷ γ καὶ

διαστήματι τῷ γδ κύκλου περιφέρειαν γράψομεν τὴν

1 ὀρθαὶ 11. ὃ ἀλλὰ Ἡ, ·ἀλλὰ Οθ. 14 ἀπαγγέλλονται Ο, ἐπαγγέλλονται Ὁ. δ τὰς πτώσεις οτὴ. Ἦ,, 6.