f. Friedlein 258 · p. 258

Prop. I.7: Λῆμμα μοναδικότητος συστάσεως τριγώνου

Euclid: [I.7]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 258–266; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

f. Friedlein 259 · p. 259

δείκνυσθαι καὶ τὸ τρίγωνον ἰσοσκελές; εἰ γὰρ εὐθεῖα πᾶσα ἐπ᾽ εὐθεῖαν σταθεῖσα καὶ ποιοῦσα δύο γωνίας δυσὶν ὀρθαῖς ἴσας ποιεῖ, τῶν ὑπὸ τὴν βάσιν γωνιῶν δεδομένων ἴσων καὶ αἱ πρὸς τῇ βάσει ᾿ πάντως ἴσαι ἔσονται, τούτων δὲ ἴσων οὐσῶν καὶ αἱ ὑποτείνουσαι ὃ αὐτὰς ἴσαι. τούτῳ τοίνυν χρώμενος ἐν πάσῃ τῇ στοιχειώσει ἠδύνατο λαμβάνειν ὅτι τῶν ὑπὸ τὴν βάσιν

ἴσων οὐσῶν τὸ τρίγωνον ἰσοσκελές ἐστιν εἴπερ ἐδεῖτο καὶ τούτου πρός τινῶν θεωρημάτων 1 ἀπόδειξιν. οὐ γὰρ μετὰ πολλὰ φανήσεται δεικνύμενον ὅτι, ἐὰν εὐ- τὸ θεῖα ἐπ᾽ εὐθεῖαν στᾶσα γωνίας ποιῇ, ἥτοι δύο ὀρθὰς ἢ δύο ὀρθαῖς ἴσας ποιήσει. καὶ τὰ μὲν πρὸ τούτου οὐδὲν δεῖ τῆς ἀντιστροφῆς ταύτης, τὰ δὲ ἑξῆς, εἰ δέοιτο, διὰ τούτου τὴν πίστιν ἕξει τοῦ θεωρήματος.

ΥἹΙ, ἔθου. 1Π Ἐπὶ τῆς αὐτῆς εὐθείας δύο ταῖς αὐταῖς εὐθείαις ἄλλαι δύο εὐθεῖαι ἴσαι οὐ σταθήσονται ἑκατέρα ἑκατέρα πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις.

Ἐστὶ μὲν τὸ θεώρημα τοῦτο σπάνιόν τι πεπονθὸς καὶ οὐ πάνυ ταῖς ἐπιστημονικαῖς προτάσεσιν εἰωθός. τὸ γὰρ ἀποφατικῶς σχηματίξεσθαι καὶ μὴ καταφατικῶς οὐ σφόδρα αὐταῖς οἰκεῖον. τὰ γοῦν πολλὰ καταφάσεις εἰσὶν αἴ προτάσεις τῶν τὲ γεωμετρικῶν καὶ τῶν ἀριθμητικῶν θεωρημάτων. αἴτιον δέ, ὡς φησὶν

f. Friedlein 260 · p. 260

᾿Αφιστοτέλης, ὅτι τὸ καθόλου καταφατικὸν ταῖς ἐπιστήμαις ἐστὶ μάλιστα προσῆκον ὡς αὐταρκέστερον καὶ μηδὲν τῆς ἀποφάσεως προσδεόμενον, τὸ δὲ καθόλου ἀποφατικὸν δεῖται καὶ τῆς καταφάσεως, εἰ μέλλοι

δείκνυσθαι. ἄνευ γὰρ καταφάσεως οὔτε ἀπόδειξίς

ἐστιν, οὔτε συλλογισμὸς οὐδείς, καὶ διὰ τοῦτο αἴ ἀποδεικτικαὶ τῶν ἐπιστημῶν τὰ μὲν πλεῖστα καταφατικὰ δεικνύουσι, σπανίως δὲ χρῶνται καὶ τοῖς ἀποφατικοῖς συμπεράσμασι.

Θαυμαστῆς δὲ ἀκριβείας ἐστὶν ἡ πρότασις τοῦ θεωρήματος πλήρης καὶ πάσαις ἠσφάλισται ταῖς προσθήκαις, δι’ ὧν ἀνέλεγκτος ἀποτετέλεσται καὶ ἀναμφισβήτητος τοῖς συκοφαντεῖν ἐπιχειροῦσι. πρῶτον μὲν γὰρ τὸ ἐπὶ τῆς αὐτῆς εὐθείας εἴληπται, ἵνα ἡ ἐπ’ ἄλλης δίο δυσὶν ἴσας δεικνύωμεν ἑκατέραν ἑκατέρᾳ καὶ παραλογιξώμεθα τοὺς τῇ προτάσει χρωμένους. ἔπειτα μιᾶς εὐθείας οὔσης οὐ φησὶν ἐπὶ ταύτην συσταθήσεσθαι τὰς δύο ταῖς δυσὶν ἴσας οὐχ ἁπλῶς – τοῦτο γὰρ δυνατίν — ἀλλ᾽ ἑκατέραν ἑκατέρᾳ. τί γὰρ θαυμαστὸν ἀμφοτέρας ἀμφοτέραις ἴσας λαβεῖν τῶν ἐπισυνισταμένων, τὴν μὲν ἐκχτείναντα, τὴν δὲ συστείλαντα᾽ ἀλλ᾽ ἑκατέραν ἑκατέρα φησὶν ἀδύνατον.

4 τῆς καταφάσεως] καταφάσεων ἢ, ν». 210. [{ εἰ κα με

f. Friedlein 261 · p. 261

τρίτον προστέθησιν τὸ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ. τί γάρ, εἴ τις ταῖς προὐφεστώσαις δύο ποιήσας ἴσας ἄλλας δύο καὶ ἑκατέραν ἑκατέρᾳ ἐφαρμόσειεν ταύτας ἐκείναις καὶ πρὸς τῷ αὐτῷ σημείῳ τῷ κορυφοῦντι τὰς ὑποχειμένας εὐθείας καὶ ταύτας συστήσαιτο; πάντως γὰρ ἴσων οὐσῶν τῶν εὐθειῶν καὶ τὰ πέρατα ἐφαρμόσει. [ τέταρτον τὸ ἐπὶ τὰ αὐτὰ μέρη. τί γάρ, εἰ μιᾶς εὐθείας ὑποκειμένης τὰς μὲν ἐπὶ τὸ ἕτερον αὐτῆς μέρος ποιήσαιμεν τῶν εὐθειῶν, τὰς δὲ ἐπὶ τὸ ἕτερον, ὥστε τὴν εὐθεῖαν κοινὴν εἶναι βάσιν τὸ τριγώνων δυεῖν τὰς κορυφὰς ἀντικειμένας ἐχόντων; ἵνα οὖν μὴ τοῦτο παθόντες τὴν αὑτῶν ἀπάτην ἐπὶ τὸν στοιχειωτὴν μεταγάγωμεν προσέθηκεν τὸ ἐπὶ τὰ αὐτὰ μέρη. πέμπτον ἐπήνεγχε τὸ τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς ἐξ ἀρχῆς εὐθείαις. καὶ γὰρ ἦν δυ- τὸ νατὸν ἐπὶ τῆς αὐτῆς εὐθείας δύο δυσὶν ἴσας ἑκατέραν ἑκατέρᾳ συστήσασθαι πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ ἐπὶ τὰ αὐτὰ μέρη ὅλῃ τῇ εὐθείᾳ χρησάμενον καὶ ἐπὶ ταύτῆς τὰς δύο συνιστάντα, τῶν συνισταμένων οὐ τὰ αὐτὰ πέρατα ἐκείναις ἐχουσῶν ἀλλὰ ἕτερα. ἐὰν γοῦν τὸ νοήσωμεν ἐν τετραγώνῳ δύο διαγωνίους ἐπὶ μιᾶς τῶν τοῦ τετραγώνου πλευρῶν, ἔσονται δύο δυσὶν ἴσαι, πλευρὰ καὶ διάμετρος τῇ παραλλήλῳ πλευρᾷ καὶ τῇ ἑτέρᾳ διαμέτρῳ, ἀλλ᾽ οὐχ αἱ ἴσαι τὰ αὐτὰ πέρατα ξξουσιν᾽ οὔτε γὰρ αἴ παράλληλοι οὔτε αἵ διάμετροι τὰ αὐτὰ ἕξουσιν ἀλλήλαις, αὗται δὲ ἦσαν ἴσαι.

f. Friedlein 262 · p. 262

Τούτων οὖν πάντων τῶν διορισμῶν φυλαττομέ-

νῶν ἥ τὲ πρότασις ἀληθὴς καὶ ὁ συλλογισμὸς ἀναμφισβήτητος ἀποδείκνυται. τάχα δ᾽ ἂν τινες καὶ ἐπὶ τούτοις ἅπασι τοῖς ἐπιστημονικοῖς ὅροις ἐνίστασθαι τολμήσειαν λέγοντες, ὅτι καὶ τούτων ὑποκειμένων δυνατόν ἐστιν, ὅ φησιν ὁ γεωμέτρης ἀδύνατον εἶναι.

ἔστω γὰρ ἡ αβ εὐθεῖα καὶ ἐπὶ ταύτης δύο ταῖς ἂν γβ δύο ἴσαι αἴ αὃ ὃβ καὶ ἔστωσαν αὐταὶ ἐντὸς ἐκείνῶν, ἵνα καὶ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ γ καὶ

ιο τῷ ὃ ὦσι καὶ τὰ αὐτὰ πέρατα ἔχωσι ταῖς ἐξ ἀρχῆς

εὐθείαις τὸ ἃ καὶ τὸ β, καὶ ἡ μὲν ἂγ τῇ αὃ ἴση, ἡ δὲ βγ τῇ βδ. πρὸς δὴ τοὺς οὕτως ἐνισταμένους ἀπαντησόμεθα τὴν μὲν ὃγ ἐπι-

ξεύξαντες, τὰς δὲ αγ καὶ αὃ ἐκβάλλοντες. τούτων γὰρ καταδσκευασθέντων πρόδηλον ὅτι ἰσο-

σχελὲς μὲν τὸ αγὸ τρίγωνον, ἴσης

οὔσης, ὡς ἐκείνων λόγος, τῆς αὃ ᾿ 8 τῇ ἀγ. αἱ δὲ ὑπὸ τὴν βάσιν ἴσαι, ἡ ὑπὸ εγδ τῇ ὑπὸ ξδγ. [μείζων δὲ τῆς ὑπὸ βγδ ἡ ὑπὸ εγδ], μείξων ἄρα τῆς ὑπὸ βγὸ ἡ ὑπὸ ξδγ, πόλλῳ

f. Friedlein 263 · p. 263

ἄρα μείξων ] ἡ ὑπὸ βὸὃγ τῆς ὑπὸ βγδ. ἀλλ᾽ ἐπειδὴ πάλιν ἴση ἡ ὃβ τῇ γβ;, ἴσαι καὶ αἴ ) πρὸς τῇ βάσει ἡ ὑπὸ βὸγ τῇ ὑπὸ βγὸ, ἡ αὐτὴ ἄρα καὶ μείξων πολλῷ καὶ ἴση, ὅπερ ἀδίνατον. καὶ τοῦτο ἦν ἄρα, ὅπερ ἐξηγούμενοι τὸ πέμπτον ἐλέγομεν ὅτι τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας ἀλλήλαις εἷναι, καὶ εἰ μὴ πρὸς τὰς ἀποδείξεις τῶν ἑξῆς θεωφημάτων, ἀλλὰ πρός γε τὰς τῶν ἐνστάσεων διαλύσεις ἔσται χρήσιμον. καὶ γὰρ νῦν

τὴν ἔνστασιν διηλέγξαμεν λαβόντες ὅτι τῶν αγ αὃ ἴσων οὐσῶν ἔσονται καὶ αἴ ὑπὸ εγὸ ξὸγ γωνίαι ἴσαι. τὸ φανήσεται δὲ ὡσαύτως καὶ ἐπ᾿ ἄλλων θεωρημάτων ἡμῖν τοῦτο συντελοῦν εἰς τὰς τῶν ἀπορουμένων διαλύσεις.

Εἰ δὲ λέγοι τις ὅτι ἔστωσαν ἐπὶ τῆς αβ εὐθείας ταῖς αγ αὃ ἴσαι αἱ βὸ βγ, ὧν ἡ μὲν βγ ἴση τῇ αγι ἡ δὲ βὸ τῇ αὃ πρὸς ἄλλῳ καὶ ἄλλῳ σημείῳ τῷ α καὶ τῷ β, τὰ αὐτὰ πέρατα ἔχουσαι ταῖς αγ αὃ τὸ γ καὶ

τὸ ὃ σημεῖον, τί ἐροῦμεν πρὸς τοῦτον τὸν λόγον; ἡ ὅτι δεῖ καὶ τὰς ἐξ 90

ΞΘ ΝΣ ε: ἀρχῆς εὐθείας ἐπὶ τῆς αβ εὐθείας τ συνεστάναι καὶ τὰς ταύταις ἴσας ἐπὶ τῆς αὐτῆς συν-

ίστασθαι τῆς αβ εὐθείας; οὕτως γὰρ καὶ ὁ στοιχι ιωτὴς ἐν τῇ προτάσει λέγει. αἴ δὲ αγ καὶ αὃ εὐθεῖαι

f. Friedlein 264 · p. 264

οὐκ εἰσὶν ἐπὶ τῆς αβ εὐθείας, ἀλλὰ πρός τινι σημείῳ τῆς αβ εὐθείας τὴν σύστασιν ἔσχον καὶ οὐκ ἐπ᾽ αὐτῆς, ὥστε ἄλλαι μέν εἰσιν αἴ ἐπὶ τῆς αβ εὐθείας, οἷον αἴ

ἂγ γβ καὶ αἵ αὃ ὃδβ, καὶ ἄλλαι αἵ ἐξ ἀρχῆς εὐθεῖαι ὃ καὶ αἴ ταύταις ἴσαι, δέον πως τὰς συνισταμένας

εὐθείας ἴσας ταύταις εἶναι, αἱ ἦσαν ἐπὶ τῆς αβ εὐθείας. Τοσαῦτα καὶ πρὸς ταύτην εἰρήσθω τὴν ζήτησιν᾽ ὅτι δὲ τὸ θεώρημα τοῦτο δέδεικται παρὰ τῷ στοι1 χειωτῇ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ ὅτι τὸ ἀδύνατον μάχεται πρὸς κοινὴν ἔννοιαν τὴν λέγουσαν τὸ ὅλον τοῦ μέρους μεῖξον καὶ τὸ αὐτὸ μεῖζον καὶ ἴσον εἷναι ἀδύνατον, πρόδηλον. ἔοικεν δὲ εἶναι τοῦτο τὸ θεώρημα λῆμμα προλαμβανόμενον τοῦ ὀγδόου 16 θεωρήματος. Ϊ εἰς γὰρ τὴν ἀπόδειξιν ἐκείνου συντελεῖ καὶ οὔτε στοιχεῖόν ἐστιν ἁπλῶς οὔτε στοιχειῶδες. οὐ γὰρ ἐπὶ πολλὰ διατείνει τὴν ἑαυτοῦ χρείαν. σπανιωτάτην γοῦν αὐτοῖ παρὰ τῷ γεωμέτρῃ τὴν χρῆσιν εὑρήσομεν.

f. Friedlein 265 · p. 265

ΥἼΠ], ἰμθοσ. Υ. Ἐὰν δύο τρίγωνα τὰς δύο πλευρὰς ταῖς δύο πλευραῖς ἴσας ἔχῃ ἑκατέραν ἑκατέρᾳ καὶ τὴν βάσιν τῇ βάσει ἴσην, καὶ τὴν γωνίαν τῇ γωνίᾳ ἴσην ἕξει τὴν ὑπὸ τῶν ἴσων εὐθειῶν περιεχομένην.