f. Friedlein 251 · p. 251

Prop. I.6: Ἀντίστροφον τοῦ ἰσοσκελοῦς θεωρήματος

Euclid: [I.6]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 251–258; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

f. Friedlein 252 · p. 252

εἰς ἀδύνατον ἀπαγωγήν. ἀντιστρέφει μὲν γὰρ τῷ πρὸ αὐτοῦ θεωρήματι, δείκνυται δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. δεῖ δὲ περὶ ἀμφοτέρων εἰπεῖν, ὅσα πρὸς τὴν παροῦσάν ἐστι πραγματείαν οἰκεῖα.

3 “ἔγεται τοίνυν ἡ ἀντιστροφὴ παρὰ τοῖς γεωμέτραις ἡ μὲν προηγουμένως καὶ κυρίως, ὅταν τὰ συμπεράσματα καὶ τὰς ὑποθέσεις ἀλλήλων ἀντιμεταλαμβάνῃ τὰ θεωρήματα, καὶ τὸ μὲν τοῦ προτέρου συμπέρασμα ὑπόθεσις ἐν τῷ δευτέρῳ γίνηται, ἡ δὲ

υυ ὑπόθεσις Ι ὦ ὡς συμπέρασμα ἐπάγηται· οἷον τῶν ἰσοσκελῶν τριγώνων αἴ πρὸς τῇ βάσει γωνίαι ἴσαι — ὑπόθεσις μὲν τὸ ἰσοσκελὲς ἐνταῦθα τρίγωνον, συμπέρασμα δὲ ἡ ω τῶν πρὸς τῇ βάσει γωνιῶν ἰσότης —- καὶ ὧν αἵ πρὸς τῇ βάσει γωνίαι ἴσαι, ταῦτα ἰσοσκελῆ, ὃ δὴ καὶ

ιὸ τὸ ἔχτον λέγει θεώρημα, ὑπόθεσιν μὲν ποιησάμενον τὸ ἴσας εἶναι τὰς πρὸς τῇ βάσει γωνίας, συμπέρασμα δὲ τὴν ἰσότητα τῶν πλευρῶν τῶν ὑποτεινουσῶν τὰς ἴσας ἐκεένας γωνίας. ἡ δέ ἐστιν ἀντιστροφὴ κατὰ μόνην τὴν ποιὰν τῶν συγκειμένων ἐναλλαγήν. ἐὰν γὰρ

·0 ἢ θεώρημα σύνθετον ἀπὸ πλειόνων ὑποθέσεων ἀρχόμενον καὶ λῆγον εἴς τι συμπέρασμα, λαβόντες τὸ συμπέρασμα καὶ μίαν τῶν ὑποθέσεων συμπέρασμα ποιοὔνται μίαν τῶν ὑποθέσεων ἢ καὶ πλείους. καὶ κατὰ ΓΡ νμο κυ τ ᾿ ἐν ενώεεν βάσιν ἮΝ “ ἐφ μοι ς πρὸς τὴν βάσιν Ἡ, Ο. ᾿] καὶ. ὧν… ἔσαι οτὰ. ὦ. 14 ταῦτα

f. Friedlein 253 · p. 253

τοῦτον τὸν τρόπον τῷ τετάρτῳ θεωρήματι τὸ ὄγδοον ἀντιστρέψει. τὸ μὲν γάρ φησιν ὑπὸ ἴσας πλευρὰς καὶ γωνέας βάσεις ἴσαι ὑποτείνουσι, τὰ δὲ ἐπ᾿ ἴσων βάσεων ἴσαι πλευραὶ κείμεναι γωνίας ἴσας περιέχουσιν,

ὧν τὸ μὲν ἐπὶ ἴσων βάσεων συμπέρασμα ἦν τοῦ προτέρου, τὸ δὲ ἴσαι πλευραὶ κείμεναι μία τῶν ἐν ἐχείνῳ προειλημμένων ὑποθέσεων. δύο δὴ τούτων οὐσῶν ἀντιστροφῶν ἡ μὲν προηγουμένη μονοειδής ἐστι καὶ ὡρισμένη, ἡ δὲ ἑτέρα ποικίλη καὶ εἰς ἀριθμὸν πρόεισι πολὺν θεωρημάτων καὶ οὐκ ἐν ἑνὶ ἀντιστρέφουσα ἀλλ᾽ ἐν πολλοῖς διὰ τὸ πλῆθος τῶν ἐν τοῖς συνθέτοις θεωρήμασιν ὑποθέσεων. πολλάκις δὲ καὶ τῷ ἀπὸ δυεῖν [ἢ πλειόνων] ὑποθέσεων ἀρχομένῳ ὃν ἀντιστρέφομεν, ὅταν αἱ ὑποθέσεις μὴ πᾶσαι ὦσιν ὡρισμέναι ἀλλ᾽ ἔνιαι ἀοριστώδεις.

Δεῖ δὲ ἐφιστάνειν καὶ ἐν τούτοις, ὅτι πολλαὶ ἀντιστροφαὶ γίγνονται ψευδεῖς καὶ οὐκ εἰσὶ κυρίως ἀντιστροφαί· οἷον πᾶς ἕξάγωνος ἀρυθμὸς τρίγωνός ἐστιν, ἀλλ᾽ οὐκ ἔτι ἀληθὲς, ὅτι πᾶς τρίγωνος ἐξάγωνός ἐστιν. αἴτιον δὲ ὅτι τὸ μέν ἐστι κοινότερον, τὸ δὲ μερικώτε-

f. Friedlein 254 · p. 254

ρον καὶ κατὰ παντὸς λέγεται μόνον θατέρου θάτερον.

ἐφ᾽ ὧν δὲ τὸ πρώτως ὑπάρχον καὶ τὸ ἦ αὐτὸ λαμ-

βάνεται, ἐπ᾽ ἐκείνων καὶ ἀντιστροφὴ παρακολουθεῖ.

καὶ ταῦτα οὐδὲ τοὺς περὶ τὸν Μέναιχμον καὶ ᾿4μδφίνομον λέληθεν μαθηματικοῦς.

Αὐτῶν δὲ τῶν ἀντιστρεφόντων θεωρημάτων τὰ μὲν εἰώθασι καλεῖν προηγοίμενα, τὰ δὲ ἀντίστροφα. ὅταν μὲν γὰρ ὑποθέμενοί τι γένος ἀποδεικνύωσι τὸ περὶ αὐτὸ σύμπτωμα, προηγούμενον τοῦτο λέγουσιν,

τὸ ὅταν δὲ ἀνάπαλιν ὑπόθεσιν μὲν ποιῶνται τὸ σύμπτῶμα, Ι συμπέρασμα δὲ τὸ γένος, ᾧ τοῦτο συμβέβηκεν, ἀντίστροφον τὸ τοιόνδε προσαγορεύουσι. πᾶν ἰσοσκελὲς τρίγωνον ἴσας ἔχει τὰς πρὸς τῇ βάσει, τοῦτο

προηγούμενον — ὑπόκειται γὰρ τὸ τῇ φύσει προηγού-

ι μενον, λέγω δὴ τὸ γένος αὐτὸ τὸ ἰσοσκελὲς τρίγωνον - πᾶν τρίγωνον δύο γωνίας ἴσας ἔχον καὶ τὰς ὑποτεινούσας πλευρὰς ἴσας ἔχει καί ἐστιν ἰσοσκελές, τοῦτο ἀντιστρέφον. ἐναλλάττει γὰρ τὸ ὑποκείμενον καὶ τὸ τούτου πάθος, καὶ τὸ μὲν ὑποτίθησι, τὸ δὲ ἀπὸ τού-

του δείκνυσι.

Τοσαῦτα περὶ τῶν γεωμετρικῶν ἀντιστροφῶν εἴχομεν λέγειν. αἴ δὲ εἰς ἀδύνατον ἀπαγωγαὶ πάντως μὲν εἰς ἀδύνατον τελευτῶσιν ἐναργές, καὶ οὗ τὸ ἀντικείμενον ὡμολόγηται, συμβαίνει δὲ τὰς μὲν αὐτῶν

·5 ἐπὶ τὰ μαχόμενα ταῖς κοιναῖς ἐννοίαις ἤτοι αἰτήμασιν ἢ ταῖς ὑποθέσεσι τελευτᾶν, τὰς δὲ ἐπὶ τὰ τοῖς προἀποδεδειγμένοις ἀντιφάσκοντα. τὸ μὲν γὰρ ἕκτον

f. Friedlein 255 · p. 255

τοῦτο θεώρημα τὸ συμβαῖνον ἀδύνατον ἐπιδείκνυσι διὰ τὸ κοινὴν ἔννοιαν ἀνατρέπειν τὴν τὸ ὅλον τοῦ μέρου: μεῖξον λέγουσαν, τὸ δὲ ὄγδοον καταντᾷ μὲν εἰς ἀδύνατον, ἀλλ᾽ οὐ κοινῆς ἐννοίας ἀνατρεπτικόν,

ἀλλὰ τοῦ δεδειγμένου διὰ τοῦ ἑβδόμου θεωρήματος:. :

ὃ γαρ ἀπέφησεν τὸ ἔβδομον, τοῦτο ἐχεῖνο δείκνυσι καταφασκόμενον τοῖς μὴ συγχωροῦσι τὸ ξητούμενον. Πᾶσά γε μὴν εἰς τὸ ἀδύνατον ἀπαγωγὴ λαβοῦσα τῷ ξητουμένῳ τὸ μαχόμενον καὶ τοῦτο ὑποθεμένη πρόεἰσιν. ἕως ἂν εἰς ὁμολογούμενον ἄτοπον καταντύσῃ καὶ δι᾿ ἐκεῖνο τὴν ὑπόθεσιν ἀνελοῦσα βεβαιώσηται τὸ ἐξ ἀρχῆς ξητούμενον. ὅλως γὰρ εἰδέναι χρὴ ὅτι πᾶσαι αἱ μαθηματικαὶ πίστεις ἢ ἀπὸ τῶν ἀρχῶν εἰσιν ἢ ἐπὶ τὰς ἀρχάς, ὥς πού φησι καὶ ὁ Πορφύριος. καὶ

αἴ μὲν ἀπὸ τῶν ἀρχῶν διτταὶ καὶ αὐταὶ τυγχάνουσιν, ‘:

ἢ γὰρ ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὥρμηνται καὶ τῆς ἐναργείας μύνης τῆς αὐτοπίστου, ἣ ἀπὸ τῶν προδεδειγμένων᾽ αἷ δὲ ἐπὶ τὰς ἀρχὰς ἢ θετικαὶ τῶν ἀρχῶν εἰσιν ἢ ἀναιρετικαί. ἀλλὰ θετικαὶ μὲν οὖσαι τῶν ἀρχῶν ἀναλύσεις καλοῦνται, καὶ ταύταις αἴ συνθέσεις ἀντίκεινται — δυνατὸν γὰρ ἀπὺ τῶν ἀρχῶν ἐκείνων προελθεῖν εὐτάχτως ἐπὶ τὸ ζητούμενον. καὶ τοῦτό ἐστιν ἡ σύνθεσις — ἀναιρετικαὶ δὲ οὖσαι εἰς ἀδύνατον ἀπαγωγαὶ προσαγορεύονται. τὸ γὰρ τῶν ὦμολογημένων τι καὶ ἐναργῶν ἀνατρέψαι ταύτης ἔργον νῆς ἐφόδου. καί ἐστι καὶ ἐπὶ ταύτης συλλογισμός τις,

f. Friedlein 256 · p. 256

ἀλλ᾽’ οὐχ ὁ αὐτὸς ὥσπερ ἐπὶ τῆς ἀναλύσεως. ἐν γὰρ ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς ἡ πλοκὴ κατὰ τὸ δεύτερόν ἐστιν τῶν ὑποθετικῶν, οἷον εἰ μή εἰσιν τῶν ἴσας ἐχόντων γωνίας τριγώνων αἵ ὑποτείνουσαι πλευὃ ραὶ τὰς ἴσας γωνίας ] ἴσαι, τὸ ὅλον ἴσον ἐστὶν τῷ μέρει ἀλλὰ τοῦτο ἀδύνατον᾽ εἰσὶν ἄρα τῶν ἴσας ἐχόντων δύο γωνίας τριγώνων αἷ ὑποτείνουσαι πλευραὶ τὰς ἴσας γωνίας καὶ αὐταὶ ἴσαι. Τοσαῦτα καὶ περὶ τῆς παρὰ τοῖς γεωμέτραις εἰς ιο τὸ ἀδύνατον ἀπαγωγῆς χρῆται δέ, ὅπερ ἔφαμεν, ὁ στοιχειωτὴς τῇ μὲν ἀντιστροφῇ κατὰ τὴν πρότασιν, τὸ συμπέρασμα τοῦ πέμπτου θεωρήματος ὡς δεδομένον λαβὼν καὶ τὴν ὑπόθεσιν τὴν ἐχείνου προστιθεὶς ὡς ξητούμενον, τῇ δὲ εἰς ἀδύνατον ἀπαγωγῇ περί τε τὴν ι5 κατασχευὴν καὶ τὴν ἀπόδειξιν. εἰ δέ τινες ἐνίσταιντο

λέγοντες ὅτι τὸν τῇ αβ ἀπὸ τῆς ἂγ ἴσην ἀφαιροῦντα οὐ δεῖ πρὸς τῷ γ ποιεῖσθαι τὴν ἀφαίρεσιν, ἀλλὰ πρὸς τῷ α, θέμενοι καὶ ταύτην τὴν ὑπόθεσιν εἰς τὸ αὐτὸ ε καταντήσομεν ἀὲ ἀδύνατον. ἔστω γὰρ γυ ἴση ἡ αὃ τῇ α αβ καὶ ἐκβεβλήσθω ἡ βα καὶ κείσθω ἴση ἡ αἂε τῇ ὃγ. ὕλη ἄρα ἡ βε ἴση τῇ αγ. καὶ ἐπεξεύχθω ἡ ἐγ. ἐπεὶ οὖν ἡ ἂγ ἴση τῇ βε, κοινὴ δὲ ἡ βγ, δύο δυεῖν 26 ᾿ς ἔσαι, καὶ ἡ πρὸς τῷ β γωνία ἴση τῇ ὑπὸ αγβ — οὕτω γὰρ κεῖται - - καὶ πάντα ἄρα ῷ τὸν δεύτερον Η͂. 16 ἀνίστανται Θ. 420 ἡ αβ τῇ

αὃ Ο, ᾿οτν, Ο, 242 Ῥοκὶ τῇ 7 τἄάϊε ὦ: κοινὴ δὲ ἡ βγ.

f. Friedlein 257 · p. 257

πᾶσιν ἴσα διὰ τὸ τέταρτον, ὥστε καὶ τὸ εβγ τρίγωνον

τῷ αβγ τριγώνῳ ἴσον, τὸ ὅλον τῷ μέρει, ὅπερ ἀδύνατον.

᾿4λλ᾽ ἐπεὶ καὶ τοῦτο δήλον, ἑπόμενόν ἐστι καὶ τὸ λοιπὸν δεῖξαι τῆς ἀντιστροφῆς. ὁ μὲν γὰρ στοιχειωτὴς πρὸς μέρος ἀντέστρεψεν τοῦ πέμπτου θεωρήματος ὅλον τὸ ἕκτον. δεῖ δὲ καὶ τὴν λοιπὴν ἀντιστροφὴν προσθεῖναι. αὕτη δέ ἐστιν ἡ λαμβάνουσα μὲν ὡς ὑπόθεσιν τὸ εἶναι τριγώνου τινὸς τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας, δεικνύουσα δὲ ἰσοσκελὲς τὸ τρίγωνον. τ΄ὖὺ

ἔστω τοίνυν τὸ αβγ τρίγωνον καὶ

ἐκβεβλήσθωσαν αἴ αβ ἂγ καὶ ἔστωσαν αἱ ὑπὸ τὴν βάσιν ἴσαι. λέγω ὅτι ἰσοσκελές ἐστιν τὸ αβγ. εἰλήφθω γὰρ ἐπὶ τῆς αε σημεῖον 1 τὸ ε καὶ ἴση τῇ βε ἡ γέ καὶ ἐπεξεύχθωσαν αἱ ἐγ βὲ εξ. ἐπεὶ οὖν ἴση ἡ βε τῇ γξ, κοινὴ ἡ βγ,

δύο δυσὶν ἴσαι, καὶ ἡ ὑπὸ εβγ γωνία τῇ ὑπὸ ἔγβ

γωνίᾳ ἴση, καὶ γὰρ ὑπὸ τὴν βάσιν, καὶ πάντα ἄρα Ὁ

f. Friedlein 258 · p. 258

ὑπὸ βγε, ὑπὸ γὰρ αὐτὰς αἵ ἴσαι πλευραὶ ὑποτείνουσιν. ἦν δὲ καὶ ὅλη ἡ ὑπὸ εβγ ὅλῃ τῇ ὑπὸ ξγβ ἴση, ἀφ᾽ ὧν ἡ ὑπὸ ξβγ ἴση τῇ ὑπὸ εγβ, λοιπὴ ἄρα ἡ ὑπὸ εβξ ἴση τῇ ὑπὸ ἔγε. ἐστὶν δὲ ἡ βε τῇ γξ ἴση καὶ ἡ 8 βξ τῇ εγ καὶ γωνίας ἴσας περιέχουσι καὶ πάντα ἄρα πᾶσιν ἴσα, ὥστε καὶ ἡ ὑπὸ βεξ τῇ ὑπὸ γξε ἴση, ὥστε καὶ ἡ αε τῇ αξ ἴση δι’ αὐτὸ τὸ ἕκτον — δέδεικται γάρ — ἀφ’ ὧν ἡ βε τῇ γξ ἴση — οὕτως γὰρ ἀφἤρηται — λοιπὴ ἄρα ἡ αβ τῇ ἂγ ἴση. ἰσοσκελὲς

ἄρα ἐστὶν τὸ αβγ τρίγωνον. ἐάν τε ἄρα τὰς δύο γωνίας ἴσας ἔχῃ, ἰσοσκελές ἐστιν, ἐάν τε τῶν πλευρῶν ἐκβληθεισῶν τὰς ὑπὸ τὴν βάσιν ἴσας ἔχῃ. καὶ οὕτως ἰσοσκελὲς ἔσται τὸ δοθὲν τρίγωνον.

Τί οὖν αἴτιον, δι’ ὃ οὐκ ἀντέστρεψεν ὁ στοι-

χειωτὴς καὶ τὸ λοιπὲν μέρος; ἦ ὅτι καὶ ἐπὶ τοῦ πέμπτου θεωρήματος τὸ τὰς ὑπὸ τὴν βάσιν γωνίας ἴσας εἶναι πάρεργον ἦν, ἄλλων ἕνεκα ἀπόρων διαλύσεως ἐκβεβλημένον, τὸ δὲ τῶν ὑπὸ τὴν βάσιν ἴσων οὐσῶν ἰσοσκελὲς εἶναι τρίγωνον οὔτε πρὸς ἀπόδειξιν προ-

  1. ἡγουμένην οὔτε πρὸς διάλυσιν αὐτῷ συντελεῖ τῶν ξητουμένων πρὸς τῷ καὶ διὰ τῶν ἑξῆς θεωρημάτων ἀποφαίνεσθαι τοῦτο καὶ ἀφορμὰς αὐτῷ κἀκεῖνα παρἔχειν τοῦ τῶν ὑπὸ τὴν βάσιν γωνιῶν ἴσων οὐσῶν