f. Friedlein 220 · p. 220

Prop. I.2: Θέσις ἴσης εὐθείας πρὸς σημείῳ

Euclid: [I.2]

Note

Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 220–229; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.

ὡς ἡμεῖς ἐποιήσαμεν, ἣ μείζων ἀμφοτέρων, τὸ δὲ σκαληνὸν πάντη ἄνισον ὃν τριχῶς συνίσταται᾽ ἡ γὰρ δοθεῖσα ἢ μεγίστη ἐστίν, ἢ ἐλαχίστη τῶν τριῶν, ἢ τῆς μὲν μείζων, τῆς ὃὲ ἐλάσσων. καὶ ἔξεστιν ἑκάστην ἑαυτῷ ἢ προτείναντα ἢ συστείλαντα τῶν ὑποθέσεων γυμνάξεσθαι· ἡμῖν δὲ ἀρκείτω τὰ ἐκκείμενα. Καθόλου δὲ θεωρήσομεν, ὅτι τῶν προβλημάτων τὰ μὲν μοναχῶς γίγνεται, τὰ δὲ πλεοναχῶς. τὰ δὲ ἀπειραχῶς. λέγεται δὲ, ὡς φησὶν ᾿μφίνομος, τὰ μὲν μοναχῶς συνιστάμενα [τεταγμένα], τὰ δὲ πλεοναχῶς ·} καὶ κατὰ ἀριθμὸν ὡρισμένον μέσα, τὰ δὲ ἀπειραχῶς ποικιλλόμενα ἄτακτα. πῶς μὲν οὖν μοναχῶς ἢ πλεοναχῶς συσταίη ἂν προβλήματα, δῆλον ἐπὶ τῶν εἰρημένων τριγώνων. τὸ μὲν γὰρ ἰσόπλευρον μοναχῶς,

τῶν δὲ λοιπῶν τὸ μὲν διχῶς συνίσταται, τὸ δὲ τριχῶς. ἀπειραχῶς δὲ τὰ τοιαῦτα προβλήματα γένοιτο ὥν᾽ τὴν δοθεῖσαν εὐθεῖαν τεμεῖν εἰς τρία ἀνάλογα. εἰ μὲν γὰρ εἰς διπλάσιον λόγον τμηθείη καὶ τὸ ἀπὸ τῆς ἐλάσσονος παρὰ τὴν μείζονα παραβληθείη ἐλλεῖπον

.5 εἴδει τετραγώνῳ, ἔσται εἰς τρία ἴσα τετμημένη. εἰ δὲ

τὸ μεῖξον τμῆμα τοῦ ἐλάσσονος εἴη μεῖξον ἢ διπλάσιον ἢ τριπλάσιον καὶ παραβληθείη τῷ ἀπὸ τοῦ ἐλάσσονος

f. Friedlein 221 · p. 221

ἴσον παρὰ τὴν μείξονα ἐλλεῖπον εἴδει τετραγώνῳ, ἔσται εἰς ἄνισα τρία ἀνάλογον τετμημένη. ἐπεὶ οὖν ἀπειραχῶς ἂν εἰς δύο τμηθείη, ὧν τὸ μεῖζόν [τοῦ ἐλάσσονος μεῖζον] ἐστιν ἢ διπλάσιον ἢ τριπλάσιον -ἐπ᾿ ἄπειρον γὰρ ὁ πολλαπλάσιος πρόεισι λόγος — ἀπειραχῶς καὶ εἰς τρία ἀνάλογα τμηθήσεται.

Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὸ πρόβλημα λέγεται πλεοναχῶς. καὶ γὰρ πᾶν τὸ προτεινόμενον πρόβλημα καλεῖται, εἶτε μαθήσεως ἕνεκα προτείνοιτο εἴτε καὶ ποιήσεως. ἰδίως δὲ ἐν τοῖς μαθήμασι καλεῖται πρόβλημὰ τὸ προτεινόμενον εἰς ποίησιν τὴν θεωρητικήν. καὶ γὰρ τὸ ποιούμενον ἐν τούτοις τέλος ἔχει τὴν θεωοίαν᾽ καὶ πολλάκις μὲν καὶ τῶν ἀδυνάτων τινὰ προβλήματα καλοῦσιν, ἰδιώτερον δὲ τὸ δυνατὸν καὶ μήτε πλεονάζον μήτε ἐλλεῖπον ἔχει τὴν ἐπωνυμίαν ταύτην. ἔστιν δὲ πλεονάζον μὲν τὸ τοιόνδε τρίγωνον ἰσόπλευρον συστήσασθαι ἔχον τὴν πρὸς τῇ κορυφῇ διμοίρον ὀρθῆς. τοῦτο γὰρ παρέλκει καὶ περιττῶς πρόσκειται. παντὶ γὰρ ὑπάρχει τῷ ἰσοπλεύρῳ τριγώνῳ. τῶν δὲ πλεοναζόντων ὅσα μὲν ἀσυμβάτοις πλεονάζει συμπτώμασι καὶ ἀνυπάρκτοις ἀδύνατα ταῦτα προσαγορεῖι-ουσιν, ὅσα δὲ συμβαίνειν δυναμένοις μείζονα ἣ προυβλήματα ταῦτα καλοῦσιν. ἐλλειπὲς δέ ἐστι πρόβλημα. ᾿ χαλεῖται ἔλασσον ἢ πρόβλημα, τὸ προσθήκης ἄλλης δεόμενον, ἵνα ἐκ τῆς ἀοριστίας εἰς τάξιν καὶ ὅρον

f. Friedlein 222 · p. 222

ἐπιστημονικὸν ἀχθῇ᾽ οἷον εἰ λέγοι τις ἰσοσκελὲς συστήσασθαὶι τρίγωνον. ἐλλειπὲς γὰρ τοῦτο καὶ ἀοριστῶδὲς καὶ δεῖ τοῦ προσθήσοντος. ὁποῖον ἰσοσκελές, τὸ ἔχον μείζονα τὴν βάσιν ἢ τὸ ἐλάσσονα ἔχον τῶν ἴσων ὃ ἑκατέρας, καὶ πότερον τὸ ἔχον τὴν πρὸς τῇ κορυφῇ γωνίαν διπλὴν ἑκατέρας τῶν πρὸς τῇ βάσει, οἷον τὸ ἡμιτετράγωνον, ἢ τὸ ἔχον ἑκατέραν τῶν πρὸς τῇ βαεἰ [ τῆς πρὸς τῇ κορυφῇ διπλὴν ἢ κατ᾽ ἄλλον τινὰ λόγον τὰς γωνίας ταύτας ἔχον, τριπλάσιον ἢ τετραπλάσιον. δυνατὸν γὰρ ἀπειραχῶς ποικίλλειν. φανερὸν οὖν ἐκ τούτων, ὅτι τὰ κυρίως λεγόμενα προβλήματα βούλεται τὴν ἀοριστίαν διαφεύγειν καὶ μὴ εἶναι τῶν ἀπειραχῶς γινομένων. λέγεται δὲ ὅμως κἀκεῖνα προβλήματα διὰ τὴν ὁμωνυμίαν τοῦ προβλήματος. τὸ δὴ πρώτιστον πρόβλημα τῶν στοιχείων καὶ ταύτῃ πλεονεκτεῖ τῷ μήτε πλεονάξον εἶναι μήτε ἐλλειπὲς μήτε ἀόριστον καὶ πολλαχῶς ἢ ἀπειραχῶς συνιστάμενον. ἔδει γὰρ τοιοῦτον εἶναι τὸ τῶν ἄλλων στοιχεῖον ἐσόμενον.

ΡΥορ. 1Π, ῥγοῦ]. Πι Πρὸς τῷ δοθέντι σημείῳ τῇ δοθείσῃ εὐθείᾳ ἴσην εὐθεῖαν θέσθαι.

Τῶν προβλημάτων τὰ μὲν ἄπτωτά ἐστιν, τὰ δὲ πολύπτωτα, ὥσπερ καὶ τῶν θεωρημάτων. ὅσα μὲν οὖν τὴν αὐτὴν δύναμιν ἔχει διὰ πλειόνων πεφοιτη-

f. Friedlein 223 · p. 223

κυῖαν διαγραμμάτων καὶ τὰς θέσεις ἐξαλλάττοντα τὸν αὐτὸν φυλάττει τῆς ἀποδείξεως τρόπον, ταῦτα λέγεται πτώσεις ἔχειν. ὅσα δὲ κατὰ μίαν θέσιν καὶ κατασκευὴν μίαν προκόπτει, ταῦτα ἄπτωτά ἐστιν. ἁπλῶς γὰρ ἡ πτῶσις περὶ τὴν κατασκευὴν ὁρᾶται καὶ τῶν

θεωρημάτων καὶ τῶν προβλημάτων. ἐστὶν οὖν τὸ β πρόβλημα πολύπτωτον, δέδοται δὲ ἐν αὐτῷ τὸ μὲν

σημεῖον τῇ θέσει — ταύτῃ γὰρ καὶ δίδοται μόνον -“— ἡ δὲ εὐθεῖα τῷ τε εἴδει — οὐ γὰρ ἁπλῶς ἐστι γραμμή, ἀλλὰ τοιάδε — καὶ τῇ θέσει. ζητεῖται δὲ ταύτῃ τῇ εὐθείᾳ ἴσην θέσθαι πρὸς τῷ σημείῳ, ὅπου ποτ᾽ ἂν ἡ τοῦτο κείμενον. πρόδηλον ὃΣ ὅτι πάντως ἐν τῷ ὑποκειμένῳ ἐπιπέδῳ τὸ σημεῖόν ἔστιν, ἐν ᾧ καὶ ἡ εὐθεῖα καὶ οὐκ ἐν μετεωροτέρῳ. πᾶσι γὰρ τοῖς τῶν ἐπιπέδων προβλήμασιν καὶ θεωρήμασιν ἕν ἐπίπεδον ὑποκεῖσθαι χρὴ νομίζειν. εἰ δέ τις ἀποροίη, πῶς τῇ δοθείσῃ εὐθείᾳ θέσθαι ἴσην παρακελεύεται — τί γάρ, εἰ ἄπειρος δέδοται; τὸ γὰρ δοθὲν τοῦτο καὶ ἐπὶ τὴν πεπερασμένην φέρει καὶ ἐπὶ τὴν ἄπειρον᾽ σημαίνει γὰρ τὸ ἐκκείμενον πᾶν καὶ ὑποβεβλημένον ἡμῖν εἰς τὴν ξήτησιν. δηλοῖ δὲ καὶ αὐτὸς ὅτε μὲν λέγων, ἐπὶ τῆς δοθείσης εὐθείας πεπερασμένης συστήσασθαι τρίγωνον ἐσόπλευρον, ὅτε δὲ ἐπὶ τὴν δοθεῖσαν εὐθεῖαν ἄπειρον κάθετον ἀγαγεῖν — εἴ τις οὖν ταῦτα διαποροίη, λεκτέον ὅτι τὴν ἴσην τῇ δοθείσῃ πρὸς τῷ δοθέντι σημείῳ θέσθαι παρακελευσάμενος πῶς οὐχὶ δῆλόν σοι πεποίηκεν αὐτόθεν, ὅτι ἡ δοθεῖσα πεπέρασται; πάντως γὰρ ἡ πρὸς τῷ σημείῳ τεθησομένη πεπέρασται

f. Friedlein 224 · p. 224

κατ᾽ αὐτὸ τὸ σημεῖον, ὥστε πολλῷ πρότερον ἐκείνη πεπέρασται, ἧ ἐστιν ἴση ἡ τιθεμένη. ἅμα τε οὖν εἶπεν πρὸς τῷ δοθέντι σημείῳ καὶ ἀμφοτέρας περατοῖ τὰς εὐθείας καὶ τὴν δοθεῖσαν καὶ ἣν ἐκείνῃ τίθησιν ἴσην. 6. ὋὍὈτι δὲ αἵ πτώσεις τούτου τοῦ προβλήματος γίνονται παρὰ τὴν τοῦ σημείου διάφορον θέσιν, δῆλον. ἥ γὰρ ἔξω κεῖται τὸ δοθὲν σημεῖον τῆς δοθείσης εὐθείας ἢ ἐπ᾽ αὐτῆς, καὶ εἰ ἐπ᾽ αὐτῆς, ἢ τῶν περάτων αὐτῆς ἔσται θάτερον ἢ ἐν τῷ μεταξὺ κείσεται τῶν ι᾽ο ἄκρων, καὶ εἰ ἔξω αὐτῆς, ἢ ἐκ πλαγίου, ὥστε τὴν ἀπ᾿ αὐτοῦ πρὸς τὸ πέρας τῆς εὐθείας ἐπιξευγνυμένην γωνίαν ποιεῖν ἢ ἐπ᾽ εὐθείας τῇ δεδομένῃ, ὥστε ἐκβαλλομένην αὐτὴν ἐπὶ τὸ σημεῖον πίπτειν. ὃ μὲν οὖν γεωμέτρης ἔλαβεν τὸ σημεῖον ἔξω κείμενον καὶ ἐκ .5 πλαγίου, γυμνασίας δὲ ἕνεκα πάσας ληπτέον τὰς θέσεις, ὧν ἡμεῖς ἐκθησόμεθα τὴν δυσκολωτέραν. ἔστω γὰρ ἡ δοθεῖσα εὐθεῖα ἡ αβ καὶ τὸ σημεῖον τὸ δοθὲν τὸ γ κείμενον ἐπ᾽ αὐτῆς ἐν τῷ μεταξὺ τῶν περάτων, καὶ γεγονέτω τὰ αὐτὰ τῷ στοιχείῳ, τρίγωνον ἰσύ-

πλευρον ἐπὶ τῆς γα τὸ ὃγα, καὶ ἐκβεβλήσθωσαν αἴ ὃγ δα, καὶ κέντρῳ τῷ

ἃ) διαστήματι δὲ τῷ αβ κύκλος ὁ βε, καὶ πάλιν

ἢ ἐστιν ἴση τῇ τιθεμένῃ 7,,, ἢ. “ᾳπδλθ εἷ, 486 μομίζιι,

f. Friedlein 225 · p. 225

κέντρῳ τῷ ὃ, διαστήματι δὲ τῷ δὲ κύκλος ὁ εξ. ἐπεὶ οὖν κέντρον τὸ α, ἴση ἡ βα τῇ αε. καὶ διὰ τὰ αὐτὰ ἴση ἡ δὲ τῇ δη, ὧν ἡ ὃγ τῇ δα ἴση — τρίγωνον γὰρ ἰσόπλευρον τὸ δαγ – λοιπὴ ἄρα ἡ αε τῇ γὴ ἴση ἐστίν. ἦν δὲ ἡ αε τῇ αβ ἴση, ὡς δέδεικται. καὶ ἡ γῆ ἄρα ἴση τῇ αβ. πρὸς τῷ δοθέντι ἄρα σημείῳ τῷ γ

ἴση ἡ γη ἐτέθη τῇ αβ.

Ὡς μὲν οὖν πρὸς τὴν τοῖ σημείου θέσιν τοσαῦται γίνονται πτώσεις, ὡς δὲ πρὸς τὴν τοῦ τριγώνου τοῦ ἰσοπλεύρου σύστασιν καὶ τὰς τῶν πλευρῶν ἐκβολὰς τ χαὶ τὰς τῶν κύκλων γραφὰς ἔτι πόλλῳ πλείους. ] εἰλήφθω γὰρ ὡς ἐν τῷ στοιχείῳ τὸ α σημεῖον καὶ ἡ

βγ εὐθεῖα, καὶ ἐπεξζεύχθω ἡ βα. Γ᾽

τρίγωνον οὖν ἐπ᾽ αὐτὴν ἰσόπλευ-

ρον μὴ συνεστάτω ἄνω ἔχον τὴν 1δ κορυφὴν διὰ τὸ μὴ εἷναι τόπον,

ἀλλὰ κάτω καὶ ἔστω τὸ αδβ. οὐκοὖν ἤτοι ἴση ἡ αὃ τῇ βγ ἢ μείξων ἢ ἐλάσσων. εἰ μὲν οὖν ἴση, γέγονεν τὸ προ-

ταχθέν, εἰ δὲ ἐλάσσων, κέντρῳ τῷ ἢ, διάστηματι δὲ νο

f. Friedlein 226 · p. 226

τῷ βγ κύχλος γεγράφθω καὶ ἐχβεβλήσθωσαν αἵ ᾿αὃ βὸ ἐπὶ τὰ ηξ, καὶ κέντρῳ τῷ ὃ, διαστήματι δὲ τῷ δη κύκλος γεγράφθω ὁ ἢε. ἐπεὶ οὖν ἴση ἡ δη τῇ δε, ἐκ κέντρου γάρ, ἀλλὰ καὶ ἡ αὃ τῇ ὃβ, ἰσόπλευρον γάρ᾽ ὅλη ἄρα ἡ ἂε ὅλῃ τῇ βη ἴση· ἀλλ᾽ ἡ βη τῇ βγ ἴση, ἐκ κέντρου γάρ᾽ ἡ ἄρα αε ἴση τῇ βγ, ὅπερ ἔδει ποιῆσαι. εἰ δὲ μείξων ἡ αὃ τῆς βγ — τοῦτο γὰρ ὑπόλοιπον — κέντρῳ τῷ β, διαστήματι δὲ τῷ βγ κύκλος γεγράφθω. τεμεῖ ἄρα την ὃβ ὁ γὲ κύκλος. πάλιν

κέντρῳ ὃ, διαστήματι δὲ δὲ κύ-

κλος γεγράφθω. τεμεῖ ἄρα τὴν δα ὁ ἢξ. ἐπεὶ οὖν τὸ ὃ

f. Friedlein 227 · p. 227

κέντρον τοῦ εξ, ἴση ἡ ὃ τῇ δε ἦν δὲ καὶ ἡ δα τῇ ὃβ ἴση· λοιπὴ ἄρα ἡ αἡ ἴση τῇ βε᾽ ἀλλὰ ἡ βὲ ἴση ἐστὶν τῇ βγ᾽ ἐκ κέντρου γάρ εἰσιν ἀμφότεραι· ἡ ἄρα

αἢ ἴση ἐστὶν τῇ βγ καὶ κεῖται πρὸς τῷ α, ὅπερ ἔδει

ποιῆσαι. πολλῶν δὲ καὶ ἑτέρων πτώσεων οὐσῶν ἀρκεῖ

καὶ ταύτας πρὸς τὸ παρὸν ἀναγράψασθαι· καὶ γὰρ ἀπὸ τούτων δυνατὸν καὶ περὶ τὰς ἄλλας γυμνάσασθαι τοῖς ζητητικωτέροις.

Ἤδη δέ τινες ἀφελόντες τὴν τοῦ στοιχείου τούτου κατασκευὴν καὶ ποικιλίαν εἰρήκασιν οὕτως ἔστω τὸ

πα τὸ δοθὲν σημεῖον, ἡ δὲ βγ ἡ δο-

θεῖσα εὐθεῖα καὶ κέντρῳ μὲν τῷ α διαστήματι δὲ τοσούτῳ, ὅση ἐστὶν ἡ

βγ, κύκλος γεγράφθω ὁ εὃ καὶ Ὁ προσεχβεβλήσθω τις εὐθεῖα ἀπὸ τοῦ

« ἐπὶ τὴν περιφέρειαν ἡ αδ. αὕτη ἄρα ἴση τῇ βγ᾽ τοσαύτη γὰρ ἦν ἡ ἐκ τοῦ κέντρου ὅση ἡ βγ; ! καὶ γέγονεν τὸ ἐπιταχθέν. εἴ τις οὖν ταῦτα λέγοι, τὸ ἐν ἀρχῇ αἰτεῖται. ὅταν γὰρ λέγῃ κεντρῷ τὸ α, διαστήματι δὲ τῷ βγ γράφεσθαι τὸν εὃ κύκλον, ἴσην ἔλαβεν ἤδη τρύπον τινὰ τῇ βγ πρὸς τῷ α κειμένην πέρατι, καὶ φυλάττον τὸ αἴτημα τοῦ διαστήματος τοῦτο μὲν ἐποίει κέντρον, τῷ δὲ ἔγραφεν τὸν κύκλον, ἐνταῦθα δὲ ὥλλο

f. Friedlein 228 · p. 228

μὲν τὸ κέντρον, ἀλλαχοῦ δὲ τὸ διάστημα τοῦ κύκλου. πάντη ἄρα τὸν τρόπον τοῦτον τῆς ἀποδείξεως οὐ προσθησόμεθα.