Prop. I.1: Κατασκευὴ ἰσοπλεύρου τριγώνου¶
Euclid: [I.1]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 208–219; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
Ταῦτα δὲ πάντα τὰ προειρημένα σκεψώμεθα ἐπὶ τοῦ πρώτου τούτου προβλήματος. ὅτι μὲν γὰρ πρόβλημά ἐστι δῆλον. ἐπιτάττει γὰρ ἡμῖν τριγώνου μηχανήσασθαι γένεσιν ἰσοπλεύρου. συνέστηκεν δὲ ἡ ἐν
τούτῳ πρότασις ἔκ τε τοῦ δεδομένου καὶ τοῦ ξητουμένου. δέδοται μὲν γὰρ εὐθεῖα πεπερασμένη, ζητεῖται δέ, πῶς ἂν ἐπ’ αὐτῆς συσταίη τὸ ἰσόπλευρον τρίγωνον, καὶ ἡγεῖται τὸ δεδομένον, ἕπεται δὲ τὸ ξητούμενον, ἵνα καὶ συνημμένον πλέξῃς, εἴ ἐστιν εὐθεῖα πε-
περασμένη, δυνατὸν ἐπ᾽ αὐτῆς συστήσασθαι τρίγωνον ἰσέπλευφον. οὔτε γὰρ μὴ εὐθείας οὔσης συσταίη ἂν τρίγωνον — ὑπὸ γὰρ εὐθειῶν περιέχεται γραμμῶν - οὔτε μὴ πεκερασμένης᾽ οὐ γὰρ δύναται γωνία γενέσθαι [εἰ μὴ] πρὸς ἑνὶ σημείῳ᾽ τῆς δὲ ἀπείρου
ιὸ πέρας σημεῖον οὐκ ἔστιν.
Μετὰ δὲ τὴν πρότασιν ἑξῆς ἡ ἔκθεσις· Ἔστω ἡ δοθεῖσα εὐθεῖα πεπερασμένη ἥδε. καὶ ὁρᾶς ὅτι τὸ δεδομένον αὐτὸ λέγει μόνον ἡ ἔκθεσις, οὐ προσποιησομένη τὸ ξητούμενον. καὶ ἐπὶ ταύτῃ ὁ διορισμός·
“0 Ζεῖ δὴ ἐπὶ τῆς ἐκτεθείσης πεπερασμένης εὐθείας τρίγῶνον ἰσόπλευρον συστήσασθαι. τρόπον τινὰ προσἐχείας ἐστιν αἴτιος ὁ διορισμός. προσεχεστέρους γὰρ ἡμᾶς ποιεῖ πρὸς τὴν ἀπόδειξιν ἀναφωνῶν τὸ ξητούμενον, ὥσπερ ἡ ἔκθεσις εὐ] μαθεστέρους ἀπεργάξεται
0 πρὸ ὀμμάτων ποιουμένη τὸ δεδομένον. μετὰ δὲ τὸν
f. Friedlein 209 · p. 209διορισμὸν ἡ κατασκευή Κέντρῳ μὲν τῷ ἑτέρῳ πέρατι τῆς εὐθείας διαστήματι δὲ τῷ λοιπῷ γεγράφθω κύκλος. καὶ πάλιν κέντρῳ μὲν τῷ πρότερον [διαστήματι], διαστήματι δὲ τῷ κέντρῳ γεγράφθω κύκλος, καὶ ἀπὸ τοῦ κοίνου σημείου τῆς τῶν κύχλων τομῆς ἐπὶ τὰ πέρατα τῆς εὐθείας ἐπεξεύχθωσαν εὐθεῖαι. καὶ ὁρᾶς ὅτι πρὸς τὴν κατασκευὴν χρῶμαι τοῖς αἰτήμασιν, τῷ τε ἀπὶ παντὸς σημείου ἐπὶ πᾶν σημεῖον εὐθεῖαν γραμμὴν ἀγαγεῖν καὶ τῷ κέντρῳ καὶ διαστήματι κύκλον γράψαι. καθόλου γὰρ τὰ μὲν αἰτήματα συντελεῖ ταῖς κατασκευαῖς, τὰ δὲ ἀξιώματα ταῖς ἀποδείξεσιν ἐφεξῆς οὖν ἡ ἀπόδειξις Ἐπειδὴ θάτερον σημεῖον τῶν ἐπὶ τῆς δοθείσης εὐθείας κέντρον ἐστὶν τοῦ περιέχοντος αὐτὸ κύκλου, ἴση ἐστὶν ἡ ἐπὶ τὴν κοινὴν τομὴν τῇ δοθείσῃ εὐθείᾳ. διὰ ταῦτα δὴ καὶ ἐπεὶ τὸ λοιπὸν σημεῖον τῶν
ἐπὶ τῆς δοθείσης τοῦ περιέχοντος αὐτὸ κύκλου κέντρον ἐστίν, ἴση ἐστὶν ἡ ἐπὶ τὴν κοινὴν τομὴν τῶν κύκλων τῇ δοθείσῃ εὐθεία. καὶ τούτων ὑπόμνησις ἀπὸ τοῦ ὁρισμοῦ τοῦ κύκλου, ὃς ἔλεγεν ἴσας εἶναι τὰς ἐκ τοῦ κέντρου πάσας. ἑκατέρα ἄρα τῇ αὐτῇ ἐστιν ἴση. τὰ δὲ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἴσα ᾿ διὰ τὸ ἃ ἀξίωμα. αἴ τρεῖς ἄρα ἴσαι. συνέστη ἄρα ἐπὶ ταύτης τῆς εὐθείας ἰσόπλευρον τρίγωνον. τοῦτο μὲν τὸ πρό-
τερον συμπέρασμα τῇ ἐχθέσει ἑπόμενον. ἐπὶ δὲ τούτῳ͵
f. Friedlein 210 · p. 210τὸ καθόλου᾽ Ἐπὶ τῆς δοθείσης ἄρα εὐθείας τρίγωνον ἰσόπλευρον συνέστη. κἂν γὰρ τὴν διπλασίαν τῆς νῦν ἐχτεθείσης ποιήσῃς δεδομένην, αἱ αὐταὶ κατασκευαὶ καὶ ἀποδείξεις ἁρμόσουσιν, κἂν τριπλασίαν κἂν ἄλ-
ὃ λὴν ὁπωσοῦν μείζονα ταύτης ἢ ἐλάσσονα λάβῃς. τούτοις δὲ προσέθηκεν τὸ ὕπερ ἔδει ποιῆσαι, δεικνὺς ὅτι τὸ συμπέρασμα προβληματικόν. καὶ γὰρ ἐπὶ τῶν θεωρημάτων προστίθησι τὸ ὅπερ ἔδει δεῖξαι. τὰ μὲν γὰρ ποίησιν ἐπαγγέλλεταί τινος, τὰ δὲ δεῖξιν καὶ εὕρε-
ἴὸ σιν ὄντος. ὅλως μὲν οὖν ἐπάγει ταῦτα τοῖς συμπεράσμασιν ἐνδεικνύμενος, ὅτι τὰ τῆς προτάσεως γέγονεν, καὶ τέλος ἀρχῇ συνάπτων καὶ μιμούμενος τὸν ἀνελιχθέντα νοῦν καὶ πάλιν εἰς τὴν ἀρχὴν ἐπιστρέφοντα. οὐ ταὐτὸν δέ, ἀλλ᾽ ὅτε μὲν τὸ ὅπερ ἔδει ποι-
18 ἦσαι, ὅτε δὲ τὸ ὅπερ ἔδει δεῖξαι. διὰ τὴν τῶν προβλημάτων πρὸς τὰ θεωρήματα διαφορᾶν.
Ἡμεῖς μὲν οὖν ἐφ᾽ ἑνὸς τοῖ πρώτου προβλήματος ἐγυμνάσαμεν πάντα ταῦτα καὶ σαφῆ πεποιήκαμεν. δεῖ ὃὲ τοὺς ἀκούοντας καὶ ἐπὶ τῶν λοιπῶν ταῦτα ξητεῖν,
ἡ τίνα μὲν παραλαμβάνεται, τίνα δὲ παραλείπεται τῶν κεφαλαίων καὶ ποσαχῶς τὸ δεδομένον δέδοται. καὶ ἀπὸ ποίων ἀρχῶν ἢ τὰς κατασκευὰς ἢ τὰς ἀποδείξεις λαμβάνομεν. ἡ γὰρ τούτων συνοπτικὴ θεωρία γυμνασίαν οὐκ ὀλίγην ἐμποιεῖ καὶ μελέτην τῶν ἐν γεω-
μετρίᾳ λόγων. ἀλλ᾽ ἐπειδὴ καὶ ταῦτα διώρισται, φέρε καὶ περὶ τῶν συνηρτημένων τούτοις βραχέα διέλθω-
μεν, τί λήμμα, τί πτῶσις, τί πόρισμα, τί ἔνστασις, τί ἀπαγωγή.
f. Friedlein 211 · p. 211Τὸ μὲν οὖν λῆμμα πολλάκις καὶ κατὰ πάσης προτάσεως εἰς κατασχευὴν ἄλλου λαμβανομένης κατηγοροῦσιν, ἐκ τοσῶνδε λημμάτων αὐτοῖς τὴν ἀπόδειξιν γεγονέναι φάσκοντες. ἰδίως δὲ τὸ ἐν τοῖς γεωμετρου-
μένοις λῆμμα πρότασίς ἐστι δεομένη πίστεως. ὅταν
γὰρ ἢ περὶ τὴν κατασχευὴν ἢ περὶ τὴν ἀπόδειξιν λάβωμέν τι τῶν μὴ δεδειγμένων ἀλλὰ λόγου δεομένων, τότε τὸ ληφθὲν ὡς ἀμφίβολον καθ᾽ αὑτὸ ζητήσεως ἀξιώσαντες λῆμμα αὐτὸ προσαγορεύομεν τοῦ αἰτήματος καὶ ἀξιώματος διαφέρον τῷ ἀποδεικτὸν ὑπάρχειν, ἐκείνων ἄνευ ἀποδείξεως εἰς πίστιν ἄλλων αὐτόθεν παραλαμβανομένων. περὶ δὲ τὴν εὕρεσιν τῶν λημμάτων τὸ μὲν ἄριστον τῆς διανοίας ἐστὶ πρὸς τοῦτο ἐπιτηδειότης. πολλοὺς γὰρ ἔστιν ἰδεῖν ὀξεῖς περὶ τὰς λύσεις ] καὶ οὐ μεθόδοις τοῦτο ποιοῦντας, ὥσπερ καὶ ὁ καθ᾽ ἡμᾶς Κράτιστος ἱκανὸς μὲν ἦν θηρᾶσαι τὸ ξητούμενον ἐκ πρώτων καὶ ἐλαχίστων ὡς δυνατόν. ἐχρήσατο δὲ τῇ φύσει πρὸς τὴν εὕρεσιν. μέθοδοι δὲ ὅμως παραδίδονται, καλλίστη μὲν ἡ διὰ τῆς ἀναλύσεως ἐπ᾽ ἀρχὴν ὁμολογουμένην ἀνάγουσα τὸ ξητούμενον, ἣν καὶ ὁ Πλάτων ὡς φασὶν ΔΠεωδάμαντι παραδέδωκεν, ἀφ᾽ ἧς καὶ ἐκεῖνος πολλῶν κατὰ γεωμετρίαν εὑρετὴς ἰστόρηται γενέσθαι. δευτέρα δὲ ἡ διαιρετική, κατ᾽ ἄρθρα μὲν διαιροῦσα τὸ προκείμενον γένος, ἀφορμὴν δὲ τῇ ἀποδείξει παρεχομένη διὰ τῆς τῶν ἄλλων ἀναιρέσεως τῆς τοῦ προκειμένου κατασκευῆς, ἣν καὶ αὐτὴν ὁ Πλάτων ἐξύμνησεν ὡς πάσαις
ὃ ἄλλων Ο. 8 ἀπόδοσιν δς, 6, ᾿ἀοιιομδίσδι μοι δ, “85-
f. Friedlein 212 · p. 212ταῖς ἐπιστήμαις ἐπίκουρον γινομένην. τρίτη δὲ ἡ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς οὐχ αὐτὸ δεικνῦσα τὸ ξητούμενον αὐτόθεν, ἀλλὰ τὸ ἀντικείμενον ἐλέγχουσα καὶ κατὰ συμβεβηκὸς τὸ ἀληθὲς εὑρίσκουσα.
Τὸ μὲν οὖν λῆμμα τοιαύτην ἔχει θεωρίαν, ἡ δὲ πτῶσις διαφόρους τῆς κατασκευῆς τρόπους ἐπαγγέλλεται καὶ θέσεων ἐξαλλαγὴν τῶν σημείων μετατιθεμένων ἢ τῶν γραμμῶν ἢ τῶν ἐπιπέδων ἢ τῶν στερεῶν. καὶ ὅλως πᾶσα αὐτῆς ἡ ποικιλία περὶ τὴν
καταγραφὴν ὁρᾶται, διὸ καὶ πτῶσις ἀποκαλεῖται μετάθεσις οὖσα τῆς κατασκευῆς.
Τὸ δὲ πόρισμα λέγεται μὲν καὶ ἐπὶ προβλημά-
τῶν τινῶν, οἷον τὰ Εὐκλείδῃ γεγραμμένα πορίσματα. λέγεται δὲ ἰδίως, ὅταν ἐκ τῶν ἀποδεδειγμένων ἄλλο
1 τι συναναφανῇ θεώρημα μὴ προθεμένων ἡμῶν, ὃ καὶ διὰ τοῦτο πόρισμα κεκλήκασιν, ὥσπερ τι κέρδος ὃν τῆς ἐπιστημονικῆς ἀποδείξεως πάρεργον.
Ἢ δὲ ἔνστασις κωλύει τὴν ὅλην ἀτραπὸν τοῦ λόγου ἥτοι πρὸς τὴν κατασκευὴν ἢ πρὸς τὴν ἀπόδει-
2). ἕξιν ἀπαντῶσα, καὶ οὐχ ὥσπερ τὴν πτῶσιν προθέμενον ἀναγκαῖον ἐπιδεικνύναι τὴν πρότασιν ἐπαληθεύουσαν,
᾿ οὕτω καὶ τὴν ἔνστασιν, ἀλλὰ ἀνελεῖν δεῖ τὴν ἔνστασιν καὶ δεῖξαι τὸν χρώμενον αὐτῇ ψευδόμενον.
Ἡ δὲ ἀπαγωγὴ μεταβασίς ἐστιν ἀπ᾿ ἄλλου προ-
f. Friedlein 213 · p. 213βλήματος ἢ θεωφήματος ἐπ᾽ ἄλλο, οὗ γνωσθέντος ἢ πορισθέντος καὶ τὸ προχείμενον ἔσται καταφανές, οἷον ὥσπερ καὶ τοῦ διπλασιασμοῦ τοῦ κύβου ξητηθέντος μετέθεσαν τὴν ξήτησιν εἰς ἄλλο, ᾧ τοῦτο ἔπεται, τὴν εὕρεσιν τῶν δύο μέσων, καὶ τὸ λοιπὸν ἐξήτουν. πῶς ὧν δύο δοθεισῶν εὐἰθειῶν δύο μέσαι ἀνάλογον εὑρεθεῖεν. πρῶτον δέ φασι τῶν ἀπορουμένων διαγραμμάτων τὴν ἀπαγωγὴν ποιήσασθαι Ἱπποκράτην τὸν Χῖον, ὃς καὶ μηνίσκον ἐτετραγώνισε καὶ ἄλλα πολλὰ κατὰ γεωμετρίαν εὗρεν εὐφυὴς περὶ τὰ διαγράμματα τὸ εἴπερ τις ἄλλος γενόμενος.
Τοιαῦτα καὶ περὶ τουτων᾽ ἐπὶ δὲ τὸ προκείμενον ἐπανέλθωμεν πρόβλημα.
Τὸ μὲν οὖν ἰσόπλευρον τρίγωνον ὅτι κάλλιστον ἐν τοῖς τριγώνοις καὶ τῷ κυκλῳῷ συγγενέστατον τῷ ιὸ πάσας ἰσας ἔχοντι τὰς ἐκ τοῦ κέντρου καὶ μίαν καὶ ἁπλῆν τὴν ἔξωθεν αὐτὸ ὁρίζουσαν γραμμὴν παντὶ καταφανές. ἔοικεν δὲ ἡ τῶν δύο κύκλων περίληψις, καὶ τούτων ἐκ μέρους ἑκατέρου — οὐ γὰρ εἰς ὅλον ἑκάτερον ἐγγέγραπται. ἀλλ᾽ εἰς τὸ ἕκτον ἑκατέρου — δηλοῦν ὡς ἐν εἰκόσιν, ὅπως καὶ τὰ προελθόντα ἀπὸ τῶν ἀρχῶν τὸ τέλειον καὶ τὸ ταὐτὸν καὶ τὸ ἴσον ἀπ᾽ ἐκείνων καταδέχεται. κατὰ γὰρ τοῦτον τὸν τρόπον καὶ τὰ ἐπ᾽ εὐθείας κινούμενα κύκλῳ περιάγεται διὰ τῆς ἀεὶ γενεσίας, καὶ αἴ ψυχαὶ μεταβατικὰς ἔχουσαι νοήσεις διὰ τῶν ἀποκαταστάσεων καὶ τῶν περιόδων
f. Friedlein 214 · p. 214ἀπεικονίξουσι τὴν ἀμετάβατον ἐνέργειαν τοῦ νοῦ. λέγεται δὲ καὶ ὑπὲ δύο νοῶν ἡ ξωογόνος πηγὴ περιἔχεσθαι τῶν ψυχῶν. εἰ τοίνυν ὁ μὲν κύκλος εἰκών ἐστι τῆς νοερᾶς οὐσίας, τὸ δὲ τρίγωνον τῆς πρωτίδστης ψυχῆς διά τε τὴν ἰσότητα καὶ τὴν ὁμοιότητα τῶν γωνιῶν καὶ πλευρῶν, εἰκότως ἂν καὶ τοῦτο διὰ τῶν κύκλων ἐν αὐτοῖς μέσον ἀπολαμβανόμενον ἰσόπλευρον ἀποδεικνύοιτο. εἰ δὲ καὶ πᾶσα ψυχὴ πρόεισιν ἀπὸ νοῦ καὶ ἐπιστρέφει πρὸς νοῦν καὶ μετέχει τοῦ ιονοῦ δυαδικῶς, εὖ ἂν ἔχοι καὶ ταύτῃ τὸ τρίγωνον τῆς τριφυοῦς τῶν ψυχῶν ὑποστάσεως σύμβολον ὃν ὑπὸ δυεῖν κύκλων περιληφθὲν λαμβάνειν τὴν γένεσιν. ᾿Δλλὰ ταῦτα μὲν ὡς ἐξ εἰκόνων ἡμᾶς ἀναμιμνηιὸ σκέτω τῆς τῶν πραγμάτων φύσεως. ἐπειδὴ δέ τινες πρὸς τὴν τοῦ ἰσοπλεύρου τριγώνου σύστασιν ἐνέστησαν οἰόμενοι τὴν ὅλην γεωμετρίαν διελέγχειν βραχέα καὶ πρὸς τούτους ἀπαντήσομεν. λέγει δὴ Ζήνων ἐχεῖνος, οὗ καὶ πρότερον ἐμνήσθην, ὅτι, κἂν ταῖς 2 ἀρχαῖς τις ἐπιτρέψῃ τῶν γεωμετρῶν, οὐκ ἂν συσταίη τὰ ἐφεξῆς, μὴ συγχωρηθέντος αὐτοῖς ὅτι δύο εὐθειῶν τὰ αὐτὰ τμήματα οὐκ ἔστιν. εἰ γὰρ τοῦτο μὴ δοθείη, τὸ ἰσόπλευρον οὐ δείκνυται τρίγωνον. ἔστω γάρ φη-
σιν ἡ αβ εὐθεῖα, ἐφ᾽ ἧς δεῖ συστήσασθαι τὸ ἰσόπλευ-
f. Friedlein 215 · p. 215φον τρίγωνον. καταγεγράφθωσαν οἵ κύκλοι καὶ ἀπὸ τῆς κοινῆς αὐτῶν τομῆς ἐπεξεύχθωσαν αἵ γεα γεβ κοινὸν ἔχουσαι τὸ γε τμῆμα.
συμβαίνει τοίνυν τὰς μὲν ἀπὸ τῆς κοινῆς τομῆς ἴσας εἷναι τῇ
αβ τῇ δοθείσῃ, οὐκέτι δὲ τὰς τοῦ τριγώνου ἴσας, ἀλλὰ ἐλάσ-
σονας τὰς δύο ] τῆς αβ. τούτου
ὃὲ μὴ συστάντος οὐδ᾽ ἂν τὰ ἐφεξῆς ἔτι σύστασιν λάβοι. μήποτε οὖν, φησὶν ὁ Ζήνων, καὶ τῶν ἀρχῶν υυ δοθεισῶν οὐχὶ ἕπεται τὰ ἑξῆς, εἰ μὴ καὶ τοῦτο προ-
ληφθείη τὸ μήτε σεριφερῶν μήτε εὐθειῶν εἶναι τμήματα κοινα.
Πρὸς δὴ ταῦτα ῥητέον πρῶτον μέν, ὅτι τοῦτο τρόπον τινὰ προείληπται ἐν ταῖς ἀρχαῖς τὸ δύο εὐ- ι10 θειῶν μὴ εἶναι τμῆμα κοινόν — καὶ γὰρ ὁ τῆς εὐθείας ὁρισμὸς τοῦτο εἶχεν, εἴπερ εὐθεῖά ἐστιν ἡ ἐξ ἴσου κειμένη τοῖς ἐφ᾽ ἑαυτῆς σημείοις. τὸ γὰρ ἴσον εἶναι τὸ διάστημα τῶν σημείων τῇ εὐθείᾳ μίαν ποιεῖ τὴν συνἄπτουσαν αὐτὰ καὶ ἐλαχίστην, ὥστε, εἴ τις αὐτὴν κατὰ : μέρος ἐφαρμόσοι, καὶ κατὰ λοιπὸν μέρος ἐφαρμόττειν. ἐπ᾽ ἄκρον γὰρ τεταμένη διὰ τὸ ἐλαχίστην εἶναι ὅλη ἐπὶ ὅλην πίπτειν ἀναγκασθήσεται — καὶ δὴ καὶ ὅτι ἐν τοῖς αἰτήμασι τοῦτο προδήλως εἴληπται. τὸ γὰρ καὶ πεπερασμένην εὐθεῖαν ἐπ᾽ εὐθείας ἐκβάλλειν δεικνύει σαφῶς, ὅτι μίαν εἶναι δεῖ τὴν ἐκβαλλομένην καὶ κατὰ μίαν κίνησιν ἐκβάλλεσθαι. εἰ δὲ δεῖ καὶ
8–9Ἔ9ὃ [ὴ Η ἰγἱδηραϊαπι δοααϊ]δίοσαπι ὁδί ἀθρίοίαπι οἱ 4 ἱπίγα γ Ῥοβίζαπι, 16 τὸ] τῶν δ. 18 ἑαυτοῖς Η. 21 ἐφαρμόσσοι ὦ. 23 ἐπ᾿ ἄκρων Π. 51 κατὰ τὴν μίαν Ὁ.
f. Friedlein 216 · p. 216ὥσπερ λήμματος τούτου λαβεῖν ἀπόδειξιν, ἔστω. εἰ δυνατόν, ἡ αβ τμῆμα κοινὸν τῆς ἂν καὶ τῆς αδ, καὶ κέντρῳ μὲν τῷ β. διαστήματι δὲ τῷ
βα γεγράφθω κύκλος ὁ αγδ. ἐπεὶ δ᾽ οὖν εὐθεῖά ἐστι διὰ τοῦ κέντρου ἡ
αβγ, ἡμικύκλιόν ἐστι τὸ αεγ, καὶ ἐπεὶ εὐθεῖα διὰ τοῦ κέντρου ἡ
αβδ. ἡμικύκλιον τὸ αεδ. ἴσα ἄρα ἀλλήλοις τὰ αεγ
(εδ ὅπερ ἀδύνατον.
Πρὸς δὴ ταύτην τὴν ἀπόδειξιν ὁ Ζήνων εἴποι ἄν, ὅτι καὶ τὸ τὴν διάμετρον δίχα τέμνειν τὸν κύκλον ἀποδέδεικται προλαβόντων ἡμῶν, ὅτι οὐκ ἔστι δύο περιφερειῶν ἕν τμῆμα κοινόν. ] οὕτω γὰρ ἐλαμβάνομὲν τὴν ἑτέραν ἐπὶ τὴν ἑτέραν ἐφαρμόττειν τῶν περι· φερειῶν, ἢ μὴ ἐφαφμόττουσαν ἐκτὸς πίπτειν ἢ ἐντός.
κωλύει δέ, φησὶν, οὐδὲν μὴ ὅλην ἐφαρμόξειν πρὸς ὕλην, ἀλλὰ κατά τι μέρος. ξως δ᾽ ἂν μὴ ἀποδεικνύηται τὸ τὴν διάμετρον δίχα τέμνειν τὸν κύχλον οὐδὲ τὸ προκείμενον δειχθήσεται.
9 ῈΞΠρὸς ταῦτα καὶ ὁ Ποσειδώνιος. ὀρθῶς ἀπήντηδεν ἐπισχώψας τὸν δριμὺν Ἐπίκουρον ὡς οὐ συνεἰδότα, κἂν κατὰ μέρος μὴ ἐφαρμόττωσιν αἴ ἴα φέρειαι, ὦ Ἰ προχωφοῦσαν τὴν ἀπόδειξιν. καθ᾽ ὃ γὰρ
f. Friedlein 217 · p. 217οὐχ ἐφαρμόξουσι μέρος, ἡ μὲν ἐντός, ἡ δὲ ἐκτὸς ἔσται, καὶ τὰ αὐτὰ ἄτοπα, τῆς εὐθείας ἀπὸ τοῦ κέντρου προβληθείσης ἐπὶ τὴν ἐκτὸς περιφέρειαν. ἔσονται γὰρ ἴσαι αἱ ἐκ τοῦ κέντρου οὖσαι, ἥ τε μείξων ἡ ἐπὶ τὴν ἐχτὸς καὶ ἡ ἐλάσσων ἡ ἐπὶ τὴν ἐντός. ἢ οὖν ὅλη πρὸς ὕλην ἐφαρμόσει καὶ ἴσαι εἰσίν, ἢ κατὰ μέρος ἐφαρμόζουσα παραλλάττει καθ᾽ ἕτερον, ἢ οὐδὲν μέρος αὐτῆς οὐδενὶ ἐφαρμόξει, καὶ εἰ τοῦτο, ἢ ἐκτὸς πίπτει ἢ ἐντός᾽ πάντα δὲ ταῦτα ὡσαύτως διελέγχεται.
Ταῦτα μὲν ὑπὲρ τούτων᾽ ὁ δὲ Ζήνων ἕτέραν ἀπόδειξιν ἀναγράφει τοιαύτην, ἣν καὶ διαβάλλειν ἐπιχειρεῖ. ἔστω γὰρ δύο εὖ- ι ᾿
θειῶν τῶν ἃ αὃ τμῆμα κοινὸν ἡ κβ καὶ ἤχθω τῇ ἂγ πρὸς ὀρθὰς ἡ βε. ὀρθὴ ἄρα δ·
ἡ ὑπὸ εβγ. εἰ μὲν οὖν καὶ ἡ ὑπὸ εβὸ ὀρθή, ἴσαι ἔσονται, ὅπερ ἀδύνατον, εἰ δὲ μή, ἤχθω τῇ αὃ πρὸς ὀρθὰς ἡ
ἐβ. ὀρθὴ ἄρα ἡ ὑπὸ ἔβα· ἦν δὲ χαὶ ἡ ὑπὸ βα ὀρθή᾽ ἴσαι ἄρα εἰσὶν ἀλλήλαις, ὅπερ ἀδύνατον. ἡ μὲν τ οὖν ἀπόδειξις αὕτη διαβάλλει δὲ αὐτὴν ὡς προλαμβάνουσάν τι τῶν ὕστερον, ἀπὸ τοῦ δοθέντος σημείου τῇ δοθείσῃ εὐθείᾳ [εὐθεῖαν] πρὸς ὀρθὰς ἀγαγεῖν. ὁ δὲ Ποσειδώνιος οὐδαμοῦ μὲν ἐν ταῖς στοιχειώσεσιν απόδειθι τοιαύτην φέρεσθαί φησιν, ἀλλὰ τὸν
f. Friedlein 218 · p. 218Ζήνωνα συκοφαντεῖν τοὺς ἐφ᾽ ἑαυτοῦ γεωμέτρας ὡς μοχθηρᾷ ἀποδείξει χρωμένους εἶναι δέ τινα καὶ ὑπὲρ ταύτης λόγον εἰπεῖν. ἐπεὶ γάρ ἐστί τις πάντως ἑκατέρα τῶν εὐθειῶν πρὸς ὀρθάς — πᾶσαι γὰρ δύο εὐθεῖαι δύνανται ποιεῖν ὀρθήν. καὶ τοῦτο προειλήφαμεν ὁριξόμενοι τὴν ὀρθήν. παρὰ γὰρ τὴν τοιάνδε κλίσιν μόνην ὑφιστάνομεν τὴν ὀρθήν — ἔστω ἦδε τυχὸν ἣν ἀνεστήσαμεν. πρὸς τὸ καὶ αὐτὸν τὸν Ἐπίκουρον συγχωρεῖν καὶ τοὺς ἄλλους φιλοσόφους πολλὰ μὲν 1. δυνατὰ πολλὰ δὲ καὶ τῆς ἀδυνάτου ὕλης ὑποτίθεσθαι τῆς τοῦ ἀκολούθου ἕνεκα θεωρίας. ] Τοσαῦτα περὶ τοῦ ἰσοπλεύρου τριγώνου. δεῖ δὲ καὶ τὰ λοιπὰ συστήσασθαι καὶ πρότερον τὸ ἰσοσκελές.
ἔστω οὖν ἡ αβ, ἐφ᾽ ἧς δεῖ συστήσασθαι τὸ ἰσοσκελές. καὶ γεγράφθωσαν κύκλοι ὡς ἐπὶ τοῦ ἰσοπλεύρου καὶ ἐκβεβλήσθω ἐφ᾽ ἑκάτερα ἡ
αβ ἐπὶ τὰ γ ὃ σημεῖα. ἴσα ἄρα ἡ γβ τῇ αδ. κέντρῳ
320 οὖν τῷ β, διαστήματι δὲ
τῷ γβ γεγράφθω κύκλος ὁ γὲ, καὶ πάλιν κέντρῳ τῷ α, διαστήματι δὲ τῷ δα ὁ δὲ
κύκλος. καὶ ἀπὸ τοῦ ε, καθ᾽ ὃ τέμνουσιν ἀλλήλους οἵ κύκλοι ἐπὶ τὰ α β σημεῖα ἐπεξζεύχθωσαν αἵ ξαὰ εβ.
ἐπεὶ οὖν ἴσή ἡ μὲν ξα τῇ αδ, ἡ δὲ εβ βγ, ἴση δὲ ἡ
f. Friedlein 219 · p. 219αὃ τῇ βγ, ἴση καὶ ἡ τα τῇ εβ. ἀλλὰ καὶ μείξους τῆς αβ. ἰσοσκελὲς ἄρα ἐστὶν τὸ αβε τρίγωνον, ὅπερ ἔδει ποιῆσαι.
᾿Δλλὰ δὴ προστετάχθω σκαληνὸν συστήσασθαι τρίγωνον ἐπὶ τῆς δοθείσης εὐθείας τῆς αβ. καὶ γεγράφθωσαν οἷ κύχλοι κέντροις καὶ διαστήμασιν ὡς ἐπὶ τῶν πρότερον. καὶ εἰλήφθω ἐπὶ τοῦ κέντρον ἔχοντος τὸ α σημεῖον
τὸ γ καὶ ἐπεξεύχθω ἡ αγ, καὶ
ἐπὶ ταύτῃ σημεῖον τὸ ὃ, καὶ ἐπεξεύχθω ἡ δβ. ἐπεὶ οὖν κέντρον τὸ α, ἴση δὲ ἡ αβ τῇ ἂγ, μείξων ἄρα ἡ αβ τῆς αδ. κέντρον δὲ καὶ τὸ β. ἴση ἄρα ἐστὶν ἡ εβ τῇ αβ. μείζων ἄρα ἡ ὃδβ τῆς βα: ἡ δὲ βα τῆς αὸ μείξων. αἵ τρεῖς ἄρα δβ βα αὃ ι’ ἄνισοί εἰσιν᾽ σκαληνὸν ἄρα τὸ τρίγωνόν ἐστιν, ὥστε συνεστάθη τὰ τρία τρίγωνα.
Ταῦτα μὲν οὖν πολυθρύλητα, τὸ δὲ ἐν τούτοις γλαφυρόν, ὅτι τὸ μὲν ἰσόπλευρον πανταχόθεν ἴσον ὃν μοναχῶς συνίσταται, τὸ δὲ ἰσοσκελὲς ἐν δύο μόναις ) πλευραῖς ἰσότητα ἔχων διχῶς συνίσταται᾽ ἡ γὰρ δοθεῖσα εὐθεῖα ἢ ἐλάσσων ἐστὶν ἀμφοτέρων τῶν ἴσων,