Προοίμιον πρὸς Μεγέθιον · Περὶ τῆς τῶν μελισσῶν προνοίας

Πάππου Ἀλεξανδρέως Συναγωγῆς Ε΄ (Chs. 1–3, ed. F. Hultsch, Vol. I, pp. 304–308)

[Ch. 1 · Hultsch I, pp. 304–306] Τὰ μὲν οὖν ἄλλα ζῷα τῆς τῶν ἀνθρώπων διανοίας ἀπολείπεται, κράτιστε Μεγέθιε, αἱ δὲ μέλισσαι σοφίας τινὸς καὶ γεωμετρικῆς προνοίας ἐοίκασιν μετειληφέναι παρὰ τῶν θεῶν. δρεπόμεναι γὰρ τῶν καλλίστων καὶ γλυκυτάτων ἀνθέων τὸν θεῖον χυμὸν καὶ τοῦτον ἀθροίζουσαι κομίζουσιν τοῖς ἀνθρώποις τὸ μέλι, πρὸς δὲ τὴν ὑποδοχὴν αὐτοῦ κατασκευάζουσιν ἀγγεῖα σύμμετρα καὶ συνηρμοσμένα πρὸς ἄλληλα τὰ καλούμενα κηρία, οὐ τυχόντα κατὰ τὸ σχῆμα, ἀλλʼ ἰσόπλευρά τε καὶ ἰσογώνια καὶ ἑξάγωνα πάντα.

[Ch. 2 · Hultsch I, p. 306] ἐνόησαν γὰρ πρῶτον μὲν ὅτι δεῖ τὰ σχήματα συνεχῆ ἀλλήλοις εἶναι, ἵνα μὴ καταλειφθέντων μεταξὺ κενωμάτων ἀλλότριόν τι παρεμπῖπτον λυμαίνηται τὸ ἔργον αὐτῶν. τρία δὴ μόνα σχήματα εὐθύγραμμα ἰσόπλευρα καὶ ἰσογώνια δύναται τὸν περὶ τὸ αὐτὸ σημεῖον τόπον ἐκπληροῦν, τό τε ἰσόπλευρον τρίγωνον καὶ τὸ τετράγωνον καὶ τὸ ἑξάγωνον· αἱ μὲν γὰρ ἓξ τοῦ ἰσοπλεύρου τριγώνου γωνίαι τέσσαρσιν ὀρθαῖς ἴσαι γίνονται (ἑκάστη γὰρ αὐτῶν διμοίρου ἐστὶν ὀρθῆς, [I.32]), αἱ δὲ τέσσαρες τοῦ τετραγώνου τέσσαρσιν ὀρθαῖς, αἱ δὲ τρεῖς τοῦ ἑξαγώνου ὁμοίως τέσσαρσιν ὀρθαῖς (ἑκάστη γὰρ αὐτῶν μιᾶς ἐστιν ὀρθῆς καὶ τρίτου). τρεῖς δὲ πενταγώνου γωνίαι ἐλάττονές εἰσιν τεσσάρων ὀρθῶν, τέσσαρες δὲ μείζονες, ὥστε οὐ δύναται πεντάγωνα περὶ τὸ αὐτὸ σημεῖον συντιθέμενα πληροῦν τὸν τόπον, οὐδὲ μὴν ἑπτάγωνα ἢ τῶν ἔτι πολυγωνιωτέρων οὐδέν.

[Ch. 3 · Hultsch I, pp. 306–308] αἱ οὖν μέλισσαι, τριῶν ὄντων σχημάτων τῶν δυναμένων καθʼ ἑαυτὰ τὸν περὶ τὸ αὐτὸ σημεῖον τόπον ἀναπληροῦν, τό τε τρίγωνον καὶ τὸ τετράγωνον ὑπερεῖδον, ἐπελέξαντο δὲ πρὸς τὴν τῶν κηρίων κατασκευὴν τὸ ἑξάγωνον, ὑπονοήσασαι πλεῖον μέλι χωρήσειν αὐτὸ τῶν ἑτέρων ἑκατέρου ἐκ τῆς ἴσης ὕλης δαπανωμένης εἰς τὴν ἑκάστου κατασκευήν. ἡμεῖς μέντοι πλεῖόν τι τῶν μελισσῶν ἐπαγγελλόμενοι σοφίας ἔχειν ἀνθρωπίνης καθολικώτερόν τι ζητήσομεν, ὅτι τῶν ἰσοπεριμέτρων καὶ ὁμοταγῶν ἰσοπλεύρων τε καὶ ἰσογωνίων ἐπιπέδων σχημάτων μεῖζον μέν ἐστιν ἀεὶ τὸ πολυγωνιώτερον, μέγιστος δὲ πάντων ὁ κύκλος.