Προτάσεις ιδ΄–ιη΄ · Ἡ ἀρχαία πρότασις περὶ τοῦ ἀρβήλου¶
Πάππου Ἀλεξανδρέως Συναγωγῆς Δ΄ (Props. 14, 17, 18, ed. F. Hultsch, Vol. I, pp. 208, 220–228)
[Ch. 19 · Prop. ιδ΄ · Hultsch I, p. 208] Φέρεταί τις ἐν τοῖς ἀρχαίοις πρότασις τοιαύτη πολλοῖς θαυμαστὴ φαινομένη· ἐὰν γὰρ ἡμικύκλιον ληφθῇ ὡς τὸ ΒΗΓ ((O0, A)), καὶ ἐπὶ τῆς διαμέτρου τῆς ΒΓ (AC) τυχὸν σημεῖον τὸ Δ (D), καὶ ἐπὶ τῶν ΒΔ, ΔΓ γραφῇ δύο ἡμικύκλια ἐφαπτόμενα ἀλλήλων, τό τε ΒΕΔ ((O1, A)) καὶ τὸ ΔΖΓ ((O2, D)), καὶ εἰς τὸν μεταξὺ τόπον τῶν τριῶν περιφερειῶν, ὃν δὴ καλοῦσιν ἄρβηλον, ἐγγραφῶσιν κύκλοι ἐφαπτόμενοι τῶν τε ἡμικυκλίων καὶ ἀλλήλων ἐφεξῆς ὁσοιδηποτοῦν, δείκνυται ὅτι ἡ μὲν ἀπὸ τοῦ κέντρου τοῦ πρώτου κύκλου (K1) κάθετος ἐπὶ τὴν ΒΓ (P1K1) ἴση ἐστὶν τῇ διαμέτρῳ αὐτοῦ, ἡ δὲ ἀπὸ τοῦ δευτέρου (P2K2) διπλασίων, ἡ δὲ ἀπὸ τοῦ τρίτου (P3K3) τριπλασίων, καὶ ἀεὶ αἱ ἑξῆς κάθετοι τῶν ἰδίων διαμέτρων πολλαπλάσιαι κατὰ τοὺς ἐφεξῆς ἀριθμούς.
[Ch. 25 · Prop. ιζ΄ · Hultsch I, pp. 220–224] Τῶν αὐτῶν ὑποκειμένων γεγράφθω κύκλος ὁ ΘΡΤ (C2) ἐφαπτόμενος τῶν τε ἐξ ἀρχῆς ἡμικυκλίων καὶ τοῦ ΕΗΘ κύκλου (C1) κατὰ τὰ Θ, Ρ, Τ σημεῖα, καὶ ἀπὸ τῶν Α, Π κέντρων κάθετοι ἤχθωσαν ἐπὶ τὴν ΒΓ βάσιν αἱ ΑΜ, ΠΝ· λέγω ὅτι ἐστὶν ὡς ἡ ΑΜ μετὰ τῆς διαμέτρου τοῦ ΕΗΘ κύκλου πρὸς τὴν διάμετρον αὐτοῦ, οὕτως ἡ ΠΝ πρὸς τὴν τοῦ ΘΡΤ κύκλου διάμετρον.
[Ch. 26 · Prop. ιη΄ · Hultsch I, pp. 224–228] Τούτων προτεθεωρημένων ὑποκείσθω ἡμικύκλιον τὸ ΒΗΓ ((O0, A)), καὶ ἐπὶ τῆς βάσεως αὐτοῦ τυχὸν σημεῖον εἰλήφθω τὸ Δ (D), καὶ ἐπὶ τῶν ΒΔ, ΔΓ ἡμικύκλια γεγράφθω τὰ ΒΕΔ ((O1, A)), ΔΥΓ ((O2, D)), καὶ ἐγγεγράφθωσαν εἰς τὸν μεταξὺ τόπον τῶν τριῶν περιφερειῶν τὸν καλούμενον ἄρβηλον κύκλοι ἐφαπτόμενοι τῶν ἡμικυκλίων καὶ ἀλλήλων ὁσοιδηποτοῦν, ὡς οἱ περὶ τὰ κέντρα τὰ Α (K1), Π (K2), Ο (K3), καὶ ἀπὸ τῶν κέντρων αὐτῶν κάθετοι ἐπὶ τὴν ΒΓ ἤχθωσαν αἱ ΑΜ (P1K1), ΠΝ (P2K2), ΟΣ (P3K3)· λέγω ὅτι ἡ μὲν ΑΜ ἴση ἐστὶν τῇ διαμέτρῳ τοῦ περὶ τὸ Α κύκλου, ἡ δὲ ΠΝ διπλῆ τῆς διαμέτρου τοῦ περὶ τὸ Π κύκλου, ἡ δὲ ΟΣ τριπλῆ τῆς διαμέτρου τοῦ περὶ τὸ Ο κύκλου, καὶ αἱ ἑξῆς κάθετοι τῶν οἰκείων διαμέτρων πολλαπλάσιαι κατὰ τοὺς ἑξῆς μονάδι ἀλλήλων ὑπερέχοντας ἀριθμούς. […] καὶ ὁμοίως καὶ ἡ τοῦ ἑξῆς κύκλου (C4) κάθετος (P4K4) τῆς διαμέτρου τετραπλασία, καὶ αἱ ἑξῆς κάθετοι τῶν καθʼ αὑτὰς διαμέτρων εὑρεθήσονται πολλαπλάσιαι κατὰ τοὺς ἑξῆς μονάδι ἀλλήλων ὑπερέχοντας ἀριθμούς, καὶ τοῦτο συμβαῖνον ἐπὶ τὸ ἄπειρον ἀποδειχθήσεται.