Σπεῖρα Διονυσοδώρου (ιγ΄) & Ἐφοδικὸν Ἀρχιμήδους (ιδ΄–ιε΄)¶
f. Schöne 126 · p. 126ιγ΄. Ἡ Περὶ τῆς Σπείρας Μέτρησις (Schöne pp. 126–130; fols. 95v–96r):
Ἔστω δὲ σπεῖραν μετρῆσαι πρότερον ἐκθέμενον τὴν γένεσιν αὐτῆς. ἔστω γάρ τις ἐν ἐπιπέδῳ εὐθεῖα ἡ ΑΒ καὶ δύο τυχόντα ἐπʼ αὐτῆς σημεῖα. εἰλήφθω ὁ ΒΓΔΕ κύκλος ὀρθὸς ὢν πρὸς τὸ ὑποκείμενον ἐπίπεδον, ἐν ᾧ ἐστιν ἡ ΑΒ εὐθεῖα, καὶ μένοντος τοῦ Α σημείου περιφερέσθω κατὰ τὸ ἐπίπεδον ἡ ΑΒ, ἄχρι οὗ εἰς τὸ αὐτὸ ἀποκατασταθῇ συμπεριφερομένου καὶ τοῦ ΒΓΔΕ κύκλου ὀρθοῦ διαμένοντος πρὸς τὸ ὑποκείμενον ἐπίπεδον. ἀπογεννήσει ἄρα τινὰ ἐπιφάνειαν ἡ ΒΓΔΕ περιφέρεια, ἣν δὴ σπειρικὴν καλοῦσιν…
Δέδεικται δὲ Διονυσοδώρῳ ἐν τῷ Περὶ τῆς σπείρας ἐπιγραφομένῳ, ὅτι ὃν λόγον ἔχει ὁ ΒΓΔΕ κύκλος πρὸς τὸ ἥμισυ τοῦ ΔΕΗΘ παραλληλογράμμου, τοῦτον ἔχει καὶ ἡ γεννηθεῖσα σπεῖρα ὑπὸ τοῦ ΒΓΔΕ κύκλου πρὸς τὸν κύλινδρον, οὗ ἄξων μέν ἐστιν ὁ ΗΘ, ἡ δὲ ἐκ τοῦ κέντρου τῆς βάσεως ἡ ΕΘ…
Δυνατὸν δέ ἐστι καὶ ἄλλως μετρῆσαι· ἐπεὶ γὰρ ἡ ΑΖ ἐστὶ μονάδων ιδ, καὶ ἔστιν ἐκ τοῦ κέντρου, ἡ ἄρα διάμετρός ἐστι μονάδων κη· ὥστε ἡ περιφέρεια τοῦ κύκλου γίγνεται μονάδων πη· ἁπλωθεῖσα ἄρα ἡ σπεῖρα καὶ γενομένη ὡς κύλινδρος ἕξει τὸ μῆκος μονάδων πη· καὶ ἔστιν ἡ διάμετρος τῆς βάσεως τοῦ κυλίνδρου, τουτέστιν ἡ ΒΓ, μονάδων ιβ· ὥστε τὸ στερεὸν ἔσται μονάδων θϠνϛ δ΄ ζ΄ [9956 4/7].
Ἐφοδικὸν Ἀρχιμήδους, Πλατωνικὰ Σχήματα & Ἀκανόνιστα Σώματα (ιδ΄–κ΄)¶
f. Schöne 130 · p. 130ιδ΄–ιε΄. Τμῆμα Κυλίνδρου καὶ Καμάρα ἐκ δύο Κυλίνδρων (Schöne pp. 130–132; fols. 96v–97r): Ὁ δὲ αὐτὸς Ἀρχιμήδης ἐν τῷ αὐτῷ βιβλίῳ [τῷ Ἐφοδικῷ] δείκνυσιν, ὅτι ἐὰν εἰς κύβον δύο κύλινδροι διωσθῶσι τὰς βάσεις ἔχοντες ἐφαπτομένας τῶν τοῦ κύβου πλευρῶν, τὸ κοινὸν τμῆμα τῶν κυλίνδρων ἔσται δύο τρίτα τοῦ κύβου.