Προοίμιον Βιβλίου Β΄ — Εὔδοξος καὶ Ἀρχιμήδης

f. Schöne 90 · p. 90

ΗΡΩΝΟΣ ΜΕΤΡΙΚΩΝ Β. ΠΡΟΟΙΜΙΟΝ (Schöne pp. 90–94; fols. 87r–88r). Ἐν μὲν τῷ πρώτῳ βιβλίῳ τῶν Μετρικῶν ἐδείξαμεν πῶς δεῖ μετρεῖν τάς τε ἐπιπέδους καὶ τὰς μὴ ἐπιπέδους ἐπιφανείας… ἐν δὲ τούτῳ δείξομεν πῶς δεῖ μετρεῖν τὰ στερεὰ σώματα, ἀναφέροντες καὶ ταῦτα ἐπὶ στερεοὺς κύβους… ὧν τὰ κυριώτατα εἰς Εὔδοξον καὶ Ἀρχιμήδην ἀναφέρεται· Εὐδόξου μὲν γὰρ εὕρημα ὅτι πᾶς κύλινδρος τριπλάσιός ἐστι κώνου τοῦ βάσιν μὲν ἔχοντος τὴν αὐτὴν αὐτῷ καὶ ὕψος ἴσον, Ἀρχιμήδους δὲ ὅτι πᾶσα σφαῖρα δύο τρίτα μέρη ἐστὶ κυλίνδρου τοῦ περιλαμβάνοντος αὐτήν.