Ἥρωνος Περὶ Διόπτρας Κεφ. ιε΄ — Ὄρος Διορύξαι

f. Schöne 238 · p. 238

ιε΄. Ὄρος διορύξαι ἐπʼ εὐθείας τῶν στομίων τοῦ ὀρύγματος ἐπὶ τοῦ ὄρους δοθέντων.

Ἔστω ἡ μὲν τοῦ ὄρους ῥίζα ἡ ΑΒΓΔ γραμμή, τὰ δὲ στόμια, διʼ ὧν δεῖ διορύξαι, τὰ Β, Δ· καὶ ἤχθω τις ἀπὸ τοῦ Β τυχοῦσα εὐθεῖα ἐπὶ τῶν ὑποκειμένων χωρίων ἡ ΒΕ διὰ τῆς διόπτρας, ἀπὸ δὲ τυχόντος ἐπʼ αὐτῆς σημείου τοῦ Ε πρὸς ὀρθὰς αὐτῇ ἤχθω διὰ τῆς διόπτρας ἡ ΕΖ, καὶ ἔτι ἀπὸ τυχόντος τοῦ Ζ τῇ ΕΖ πρὸς ὀρθὰς ἤχθω διὰ τῆς διόπτρας ἡ ΖΗ, καὶ ἔτι ἀπὸ τυχόντος τοῦ Η πρὸς ὀρθὰς ἤχθω τῇ ΗΖ ἡ ΗΘ, καὶ ἀπὸ τοῦ Θ τῇ ΗΘ πρὸς ὀρθὰς ἤχθω ἡ ΘΚ, καὶ ἔτι τῇ ΚΘ πρὸς ὀρθὰς ἡ ΚΛ· καὶ κινείσθω ἡ διόπτρα ἐπὶ τῆς ΘΚ εὐθείας ἀεὶ πρὸς ὀρθὰς διαφυλάσσουσα τὰς διόπτρας τῇ ΚΘ, ἄχρι ἂν φανῇ διʼ αὐτῆς τὸ Δ σημεῖον.

Πεφηνέτω οὖν οὔσης τῆς διόπτρας κατὰ τὸ Μ σημεῖον· ἔσται ἄρα ἡ ΜΔ ἐπὶ τὴν ΘΚ κάθετος, τουτέστι παράλληλος ταῖς ΒΕ, ΖΗ. μετρηθήτω οὖν ἑκάστη τῶν ΒΕ, ΕΖ, ΖΗ, ΗΘ, ΘΜ, ΜΔ, καὶ ἐκβεβλήσθω ἡ μὲν ΕΒ ἐπὶ τὸ Ν, ἀπὸ δὲ τοῦ Δ ἐπὶ τὴν ΒΝ κάθετος ἐπινοείσθω ἡ ΔΝ. ἐκ δὴ τῶν μεμετρημένων παρὰ μὲν τὴν ΒΕ εὐθεῖαν ἔσται ἡ ΒΝ φανερὰ ὅσων ἐστὶ μονάδων, παρὰ δὲ τὴν ΕΖ φανερὰ ἔσται καὶ ἡ ΔΝ ὅσων ἐστὶ μονάδων· ὑπεροχαὶ γὰρ λαμβάνονται τῶν τε παρὰ τὴν ΒΕ καὶ τῶν παρὰ τὴν ΕΖ.

Ἐπενοήθη δὴ ἐπεζευγμένη ἡ ΒΔ· ἔσται ἄρα ὀρθογώνιον τρίγωνον τὸ ΒΔΝ, οὗ δοθεῖσά ἐστιν ἑκατέρα τῶν ΒΝ, ΝΔ. προεκβεβλήσθω δὴ τῆς ΒΝ ἐπʼ εὐθείας ἡ ΒΟ καὶ τυχὸν εἰλήφθω ἐπʼ αὐτῆς σημεῖον τὸ Ο, καὶ τῇ ΟΒ πρὸς ὀρθὰς ἤχθω ἡ ΟΞ οὕτως ὥστε εἶναι ὡς τὴν ΒΝ πρὸς ΝΔ, τὴν ΒΟ πρὸς ΟΞ· καὶ ἐπεζεύχθω ἡ ΒΞ. φανερὸν δὴ ὅτι ἐπʼ εὐθείας εἰσὶν αἱ ΞΒ, ΒΔ διὰ τὸ ὅμοια γίνεσθαι τὰ ΒΔΝ, ΒΞΟ τρίγωνα. ὁμοίως δὴ ἐκβεβλήσθω ἡ ΜΔ ἐπὶ τὸ Π, καὶ τῇ ΔΠ πρὸς ὀρθὰς ἤχθω ἡ ΠΡ, καὶ ὡς ἡ ΒΝ πρὸς ΝΔ, γενέσθω ἡ ΔΠ πρὸς ΠΡ, καὶ ἐπεζεύχθω ἡ ΔΡ· φανερὸν δὴ πάλιν ὅτι αἱ ΒΔ, ΔΡ ἐπʼ εὐθείας εἰσίν. ὀρύξομεν οὖν ἀπὸ μὲν τοῦ Β στομίου ἐπʼ εὐθείας τῇ ΞΒ κανόνας παραβάλλοντες ἐπὶ τὴν ΞΒ τῷ ὑπολειπομένῳ μέρει αὐτοῦ κατακολουθοῦντες, ἀπὸ δὲ τοῦ Δ ὁμοίως ἐπʼ εὐθείας τῇ ΔΡ· καὶ οὕτως ὑπαντήσουσιν ἀλλήλοις οἱ ἐργαζόμενοι τοῦ ὀρύγματος γινομένου κατὰ τὴν ΒΔ εὐθεῖαν. ἐὰν δὲ ᾖ τὸ ὄρυγμα ὑπόνομος, καὶ φρέατα ἐμβληθήσεται ἐπὶ τοῦ ὄρους λοξοτομηθέντος τοῦ ὄρους κατὰ τὴν ὑποκειμένην εὐθεῖαν.

Hero Dioptra Ch. 15 — Two-Portal Mountain Tunneling by Orthogonal Traverse [ E B ]: y = 0 [ E Z ]: x + 2 = 0 [ Z H ]: y + 3 = 0 [ H G ]: x - 16 = 0 [ G K ]: y - 8 = 0 [ C F ]: x - 14 = 0 [ D J ]: y - 5 = 0 [ D N ]: x - 12 = 0 [ X Q ]: -10*x + 24*y = 0 / B D /: |seg| = 13 / B E /: |seg| = 2 / E Z /: |seg| = 3 / Z H /: |seg| = 18 / H G /: |seg| = 11 / G K /: |seg| = 2 / K M /: |seg| = 3 / M D /: |seg| = 2 B = (0, 0) D = (12, 5) E = (-2, 0) Z = (-2, -3) H = (16, -3) G = (16, 8) K = (14, 8) M = (14, 5) N = (12, 0) O = (-6, 0) X = (-6, -5/2) P = (18, 5) Q = (18, 15/2) B D E Z H G K M N O X P Q