Prop. I.48: Ἀντίστροφον τοῦ Πυθαγορείου καὶ κατακλεὶς τοῦ πρώτου βιβλίου¶
Euclid: [I.48]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 430–436; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
καὶ εἰ τὸ ἀπὸ ταύτης ἢ ἴσον τοῖς ἀπὸ τῶν λοιπῶν, ὀρθογώνιόν ἐστι τὸ τρίγωνον ὀρθὴν ἔχον τὴν ὑπὸ τῶν λοιπῶν περιεχομένην. καὶ ἡ μὲν ἀπόδειξις τοῦ στοιχειωτοῦ φανερά· ὄντος δὲ τριγώνου τοῦ αβγ καὶ ἔχοντος τὸ ἀπὸ τῆς ἂγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ, 9 ἀγομένης ἐπ᾽ αὐτοῦ
[τῆς Ὁ] τῇ βγ πρὸς
ῦ ὀρθὰς ἀχὸ τοῖ β σημείου, ἐὰν λέγῃ τις
μ ῶ ὅτι ἐπὶ τὰ ἕτερα μέρη τὴν πρὸς ὀρθὰς ἄγειν
δεῖ καὶ μὴ ἐφ᾽ ἃ ὁ στοιχειωτὴς ἤγαγεν, ἐροῦμεν ὅτι ἀδύνατος ὁ λόγος οὔτε γὰρ ἐντὸς τοῦ τριγώνου πίατειν αὐτὸν δυνατόν, οὔτε ἐκτός, ἀλλ᾽ αὐτή ἐστιν ἡ
·δαβ. εἰ γὰρ δυνατόν, πιπτέτω ὡς ἡ βε. ἐπεὶ οὖν ὀρθή ἐστιν ἡ ὑπὸ εβγ, ὀξεῖα ἄρα ἐστὶν ἡ ὑπὸ γξβ, ὥστε ἡ λοιπὴ ἀμβλεῖα, ἡ ὑπὸ αξβ. μείζων ἄρα ἡ αβ τῆς βξ κείσθω οὖν τῇ αβ ἴση ἡ βε, καὶ ἐπεξεύχθω ἡ ἐγ. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ εβγ. τὸ ἀπὸ τῆς ἐγ ἴσον 0 τοῖς ἀπὸ τῶν εβ βγ. ἀλλὰ ἡ εβ τῇ βα ἐστὶν ἴση, τὸ ἄρα ἀπὸ τῆς Ἐγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ. τοῖς δὲ αὐτοῖς ἴσον ἦν καὶ τὸ ἀπὸ τῆς αγ. ἴσον ἄρα τὸ ἀπὸ τῆς ἐγ τῷ ἀπὸ τῆς αγ, καὶ ἡ ἐγ ἄρα ἴση τῇ αγ. ἦν
δὲ καὶ ἡ εβ ἴση τῇ αβ. αἵ ἄρα βε ἐγ δύο ταῖς βα
f. Friedlein 431 · p. 431αγ ἴσαι συνέστησαν ἐπὶ τῆς βγ ἑκατέρα ἑκατέρα, ὅπερ ἀδύνατον. οὐκ ἄρα ἐντὸς πε] σεῖται ἡ πρὸς ὀρθάς. ἀλλὰ μὴν οὐδὲ ἐκτὸς ἐπὶ τὰ ἕτερα μέρη τῆς αβ. εἰ γὰρ δυνατόν, πιπτέτω ὡς ἡ βη, καὶ ἴση ἔστω τῇ αβ ἡ βη. καὶ ἐπεζεύχθω ἡ γη. ἐπεὶ οὖν ὀρθὴ ἡ ὑπὸ υ ηβγ το ἀπὸ τῆς ἣν ἴσον τοῖς ἀπὸ τῶν βη βγ. [ἀλλὰ ἡ ηβ τῇ βα ἐστὶν ἴση, τὸ ἄρα ἀπὸ τῆς ἢ} ἴσον τοῖς ἀπὸ τῶν αβ βγ1 ἦν δὲ καὶ τὸ ἀπὸ τῆς αγ ἴσον τοῖς ἀπὸ τῶν αβ βγ. [ ἴση ἄρα ἡ Ἠγ τῇ αγ, ἀλλὰ καὶ ἡ ηβ τῇ βα ἐκὶ μιᾶς εὐθείας τῆς βγ, ὅπερ ἀδύνατον. οὔτε ἄρα ἐντός, οὔτε ἐχτὸς πεσεῖται ἡ ἀγομένη πρὸς ὀρθὰς ἀπὸ τοῦ β σημείου τῇ βγ. ἐπ’ αὐτῆς ἄρα πεσεῖται τῆς αβ, ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ αβγ. λέλυται ἄρα ἡ ἔνστασις.
Τὸ μὲν οὖν πρῶτον βιβλίον ἄχρι τούτων ὁ στοιχειωτὴς συνεπλήρωδεν, πολλὰ μὲν ἀντιστροφῶν εἴδη παραδούς — καὶ γὰρ ὅλα πολλάκις ἀντέστρεψεν πρὸς ὅλα καὶ ὅλα πρὸς μέρη καὶ μέρη πρὸς μέρη θεωρημάτῶν — πολλὴν δὲ ποικιλίαν προβλημάτων ἐπινοήσας —- καὶ γὰρ εὐθειῶν τομὰς καὶ γωνιῶν, καὶ θέσεις Ὦ καὶ συστάσεις καὶ παραβολὰς παραδέδωκεν — ἐφαψάμενος δὲ καὶ τοῦ παραδόξου λεγομένου τόπου τῶν μαθημάτων, καὶ τῶν τοπικῶν αὐτῶν θεωρημάτων
f. Friedlein 432 · p. 432ἱκανῶς ἡμᾶς ἀναμνήσας, τῶν τὸ καθολικῶν καὶ τῶν ἐπὶ μέρους τὴν στοιχείωσιν ἐχφήνας, καὶ τῶν ἀδιορίστων καὶ διωρισμένων προβλημάτων τὴν διαφορὰν ἐνδειξάμενος — ἃ δὴ πάντα καὶ ἡμεῖς αὐτῷ συνεπό-
μενοι διηρθρώσαμεν — ὅλον δὲ τὸ βιβλίον εἰς ἕνα σχοπὸν ἀνενεγχὼν τὴν στοιχείωσιν τῆς περὶ τῶν ἁπλουστάτων εὐθυγράμμων θεωρίας, καὶ τάς τε συ-
στάσεις αὐτῶν ἐξευρὼν καὶ τὰ καθ᾽ αὑτὰ ὑπάρχοντα αὐτοῖς ἀνασκεψάμενος. ἡμεῖς δέ, εἰ μὲν δυνηθείημεν
καὶ τοῖς λοιποῖς τὸν αὐτὸν τρόπον ἐξελθεῖν, τοῖς θεοῖς ἂν χάριν ὁμολογήσαιμεν, εἰ δὲ ἄλλαι φροντίδες ἡμᾶς περισκάσαιεν, τοὺς φιλοθεάμονας τῆς θεωρίας ταύτης ἀξιοῦμεν κατὰ τὴν αὐτὴν μέθοδον καὶ τῶν ἑξῆς ποιἤσασθαι βιβλίων τὴν ἐξήγησιν τὸ πραγματειῶδες
πανταχοῦ καὶ εὐδιαίρετον μεταδιώχοντας, ὡς τά γε φερόμενα νῦν ὑπομνήματα πολλὴν καὶ παντοδαπὴν ἔχει τὴν σύγχυσιν αἰτίας ἀπόδοσιν οὐδεμίαν συνεισφέροντα οὐδὲ κρίσιν διαλεκτικὴν οὐδὲ θεωρίαν φιλόσοφον.
f. Friedlein 433 · p. 433Εἰ δεῖ τὸ ἐμοὶ δοκοῦν ἀποφήνασθαι, ἔσφαλται ὁ φιλόσοφος. οὐ γὰρ δυνατὸν ἐπ᾽ αὐτῆς τῆς ὑποτεινούσης τὴν ὕστερον ἐκβληθεῖσαν εὐθεῖαν πεσεῖν, ἀλλ᾽ ἐξ ἀνάγκης ἀνωτέρω πεσεῖται καθάπερ καὶ ὁ στοιχειωτὴς ἐχρήσατο. ὅπερ δὲ ἐλέγομεν, δείξομεν οὕτως. ἔστω ὁ
β “Ὁ Υ
δύο Δ ἰσοσκελῆ τὰ αβγ δεξ τὰς δύο πλευρὰς τὰς
f. Friedlein 434 · p. 434πρὸς τῷ α γωνίας τῆς πρὸς τῷ ὃ μείζων ἔστω. οὐκοῦν θετέον ἴσην αὐτῇ γωνίαν τὴν ὑπὸ εδη, καὶ ἐκβληθεῖσα ἡ δη ἔστω ἴση τῇ εδ. ἐὰν δὲ βουλώμεθα ἐπιξεῦξαι τὴν εη. οὐ δυνατὸν ταύτην τὴν ἐπιξευγνῦσαν ἐπ᾽ εὐθείας εἶναι τῇ εξ. εἰ γὰρ δυνατόν, ἔστω αὐτῇ ἐπ᾽ εὐθείας, τουτέστιν ἐπὶ τῆς αὐτῆς εὐθείας πιπτέτω ἡ εη. καθάπερ φαίνεται χρησάμενος ὁ Πρόκλος ἐν τῇ δευτέρᾳ αὐτοῦ ὑποθέσει. ἐπεὶ οὖν ἰσοσκελὴ ὑπόκειτᾶι τὰ Δ, ἴση ἂν εἴη ἡ πρὸς τῷ ε γωνία τῇ πρὸς τοτῷ ἡ. ἀλλὰ μὴν καὶ τῇ ὑπὸ δξε ἐστὶν ἴση, καὶ ἡ πρὸς τῷ ἡ ἄρα ἴση ἐστὶν τῇ ὑπὸ δξε γωνίᾳ. ἢ τὰ γαρ τῷ αὐτῷ ἴσα καὶ ἀλλήλοις ἐστὶν ἴσα. εἰ δὲ τοῦτο ἀληθές, ἔσται τοῦ δξ ηδὃ ἡ ἐκτὸς γωνία τῇ ἐντὸς καὶ ἀπεναντίον ἴση, ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα δυνατὸν ἐπ᾽ εὐθείας εἶναι τὴν ξη εὐθεῖαν τῇ εξ. εἰ δὲ
τοῦτο οὐκ ἐνδέχεται, πολλῷ μᾶλλον οὐδὲ ἐκτὸς πεσεῖαι᾿ ἐντὸς ἄρα. οὐκ ἄρα ὀρθῶς εἴρηκεν ὁ φιλόσοφος. Καὶ ἄλλως δὲ τοῦτο δείξομεν ἀδύνατον ἐπὶ τῆς αὐτῆς καταγραφῆς. ἐπεὶ γὰρ ἴση ὑπόκειται ἡ δὲ τῇ δὁξ χαὶ τῇ δη, καὶ ἡ ὃξ ἄρα τῇ δη ἴση ἂν εἴη, ὥστε ἰσοσκελὴ εἷναι τὰ τρίκ τρίγωνα, ἤγουν τὸ δεξ καὶ τὸ
δξη καὶ ἔτι τὸ δεη. ἴσαι γὰρ ἐδείχθησαν ἀλλήλαις
f. Friedlein 435 · p. 435αἴ τρεῖς πλευραί. οὐκοῦν καὶ αἱ πρὸς ταῖς βάσεσιν αὐτῶν γωνίαι ἴσαι ἀλλήλαις πεσοῦνται, τουτέστιν ἡ
πρὸς τῷ ε τῇ πρὸς τῷ ἡ καὶ ἔτι τῇ ὑπὸ δε, καὶ ἡ
πρὸς τῷ ἡ τῇ ὑπὸ δζξη. αἷ τέσσαρες ἄρα γωνίαι ἴσαι ἀλλήλαις εἰσὶν κατὰ μίαν, ὥστε καὶ δύο αὐτῶν τοῖς λοιποῖς δύο ἴσαι ἔσονται. ἔστωσαν αἵ πρὸς τοῖς ε καὶ
ῃ δύο ταῖς ὑπὸ δξε δξη δυσὶν ἴσαι, ὅπερ συναμφότεραι συναμφοτέραις. αἱ δὲ ὑπὸ δξε δξη δύο ὀρθαῖς ἴσαι εἰσίν, εἴπερ εὐθεῖα ἡ δὲ ἐπ᾽ εὐθεῖαν τὴν ἕξη ἐφἕστηκεν, ὥστε καὶ αἴ ὑπὸ δεξ δηξ γωνίαι δυσὶν ὀὁρ- τὸ θαῖς ἴσαι εἰσίν. εἰ δὲ τοῦτο ἀληθές, ἀνήρηται τὸ ἐξ θεώρημα. ἀλλὰ μὴν ἐκεῖνο ἀληθές, ἀδύνατον ἄρα τοῦτο. οὐκ ἄρα ἡ ἐκβαλλομένη ] εὐθεῖα ἡ δη ἐπὶ τῆς αὐτῆς εὐθείας ἐπιξευχθήσεται τῆς εξ. εἰ δὲ τοῦτο οὐχ οἷόν τε, πολλῷ μᾶλλον, ὡς εἴρηται, οὐδὲ ἐκτός. μεῖξον γὰρ τούτου ἐπ᾽ ἐκείνου τὸ συμβαῖνον ἄτοπον. ῥητέον οὖν ὑπὲρ τοῦ φιλοσόφου ὅτι πρὸς εἰσαγομένους διαλεγόμενος οὐ πάνυ ἐμμελῶς ἐξέθετο, ἢ γυμνασίας χάριν τῶν εὐφυῶς διακειμένων χαὶ προθυμοποιίας, ἢ καὶ ἴσως ἐπελάθετο. καὶ οὐδὲν θαυμαστόν. Καὶ ἄλλως· ἐπεὶ γὰρ ἐδείχθησαν αἴ τέσσαρες γωγίαι ἴσαι ἀλλήλαις κατὰ μίαν, τουτέστιν ἥ τε ὑπὸ ὃξε καὶ ἡ ὑπὸ δξη καὶ ἔτι ἡ πρὸς τῷ ε καὶ ἡ πρὸς τῶ ἢ, ὅταν δὲ εὐθεῖα ἐπ᾽ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ποιῇ, ὀρθή ἐστιν ἑκατέρα, ὥστε ὀρθὴ ὧν
δ. 4 πρὸς τὸ ἢ Δ Ροδὰ8 Ἰοςῖ8 .,, Ο, ἐοσγ. ς, ὅ τῶν 1λοι-
f. Friedlein 436 · p. 436εἴη ἑκατέρα τῶν ὑπὸ δξε δξη. εἰ δὲ τοῦτο, καὶ ἡ
πρὸς [τῷ ε καὶ ἡ πρὸς] τῷ ἡ ὀρθαὶ ἂν εἶεν. εἰ δὲ
τοῦτο, ἀνήρηται πάλιν τὸ ιξ θεώρημα. παντὸς γάρ φησιν τριγώνου αἴ δύο γωνίαι δύο ὀρθαῖς ἐλάσσονές
εἰσιν ἡ δὲ ὑπόθεσις ἡμῶν δείκνυσιν αὐτὰς δύο ὀρθαῖς ἴσας· ὕπερ ἄτοπον.