Prop. I.47: Τὸ Πυθαγόρειον θεώρημα καὶ ἡ τοῦ στοιχειωτοῦ ἀπόδειξις¶
Euclid: [I.47]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 426–429; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ΧΙΥΙΙ, μοονυ. ΧΧΧΙΠ. Ἐν τοῖς ὀρθογωνίοις Δ τὸ ἀπὸ τῆς τὴν ὀρθὴν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθὴν γωνίαν πλευρῶν τετραγώνοις.
Τῶν μὲν ἱστορεῖν τὰ ἀρχαῖα βουλομένων ἀκούοντας τὸ θεώρημα τοῦτο εἰς Πυθαγόραν ἀναπεμπόντῶν ἐστὶν εὑρεῖν καὶ βουθύτην λεγόντων αὐτὸν ἐπὶ τῇ εὑρέσει. ἐγὼ δὲ θαυμάξω μὲν καὶ τοὺς πρώτους
ἐπιστάντας τῇ τοῦδε τοῦ θεωρήματος ἀληθείᾳ, μειξόνῶς δὲ ἄγαμαι τὸν στοιχειωτήν, οὐ μόνον ὅτι δι᾽ ἀποδείξεως ἐναργεστάτης τοῦτο κατεδήσατο, ἀλλ᾽ ὅτι καὶ τὸ καθολικώτερον αὐτοῦ τοῖς ἀνελέγκτοις λόγοις τῆς ἐπιστήμης ἐπίεσεν ἐν τῷ ἔκτῳ βιβλίῳ. δείκνυσι γὰρ
ἐν ἐκείνῳ καθολικῶς ὅτι ἐν τοῖς ὀρθογωνίοις τριγώνοίς τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν γωνίαν [εἶδος ἴσον τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθὴν γωνίαν] εἴδεσιν τοῖς ὁμοίοις τε καὶ ὁμοίως ἀναγραφομένοις. πᾶν μὲν γὰρ τετράγωνον ὅμοιόν ἐστι τετραγώνῳ παντί,
τ οὐ πάντα δὲ τὰ ὅμοια ἀλλήλοις εὐθύγραμμα τετράγωνά ἐστιν, καὶ γὰρ ἐν τριγώνοις καὶ ἐν ἄλλοις ἐστὶ πολυγώνοις ᾿ ὁμοιότης. ὁ τοίνυν ἀποδεικνὺς λόγος τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν εἶδος, ἢ τετραγωνικὸν εἴτε ἄλλο ὁποιονοῦν, ἴσον τοῖς ἀπὸ τῶν περὶ
4: τὴν ὀρθὴν τοῖς ὁμοίοις τε καὶ ὁμοίως ἀναγεγραμμέ-
f. Friedlein 427 · p. 427νοις εἴδεσιν καθολικώτερον δείκνυσι καὶ ἐπιστημονικώτερον τοῦ τὸ τετράγωνον μόνον ἴσον τοῖς τετραγώνοις ἀποφαίνοντος. ἐνταῦθα γὰρ καὶ ἡ αἰτία φανερὰ ψίνεται τοῦ καθολικοῦ δειχθέντος, ὅτι ἡ ὀρθύτης τῆς γωνίας τὴν ἰσότητα παρέχεται τῷ ἀπὸ τῆς ὑποτεινούσης αὐτὴν εἴδει πρὸς πάντα τὰ ἀπὸ τῶν περιεχουσῶν αὐτὴν τὰ ὅμοια καὶ ὁμοίως ἀναγεγραμμένα, ὥσπερ ἡ μὲν ἀμβλύτης ὑπεροχῆς, ἡ δὲ ὀξύτης τῆς ἐλαττώσεως.
Ὅπως μὲν οὖν δείκνυται τὸ ἐν τῷ ἕκτῳ θεωρή-
ματι, ἐν ἐκείνοις ἔσται δῆλον, ὅπως δὲ τὸ προκείμενον ἀληθές, νυνὶ σκοπῶμεν, τοσοῦτον προσθέντες, οὐκ ἐνταῦθα τὸ καθολικὸν δεικνύναι μηδὲν διδάξαντα περὶ ὁμοιότητος εὐθυγράμμων σχημάτων, μηδὲ ὅλως περὶ ἀναλογίας ἐνδειξάμενον. πολλὰ γοῦν τῶν ἐνταῦθα μερικώτερον (Ὁ) νῷ δέδεικται καθολικώτερον διὰ τῆς τοιαύτης μεθόδου. δείκνυσι δὲ οὖν ὁ στοιχειωτὴς ἐν τούτοις ἀπὸ τῆς περὶ τῶν παραλληλογράμμων κοινῆς θεωρίας τὸ ζητούμενον. διττῶν δὲ ὄντων τῶν ὀρθογωνίων τριγώνων, τῶν μὲν ἰσοσκελῶν, τῶν δὲ σκαληνῶν, ἐν μὲν τοῖς ἰσοσκελέσιν οὐκ ἄν ποτε εὕροιμεν ἀριθμοὺς ἐφαρμόσαι ταῖς πλευραῖς. οὐ γάρ ἐστι τετράγῶνος ἀριθμὸς τετραγώνου διπλάσιος, εἰ μὴ λέγοι τις τὸν σύνεγγυς. ὁ γὰρ ἀπὸ τοῦ ξζ τοῦ ἀπὸ τοῦ ε διπλάσιὸς ἐστιν α δέοντος. ἐν δὲ τοῖς σκαληνοῖς δυνατὸν λαβεῖν ἐναργῶς ἡμῖν δείκνυται τὸ ἀπὸ τῆς ὑποτεινούσης τὴν ὀρθὴν ἴσον τοῖς ἀπὸ τῶν περὶ τὴν ὀρθήν.
ῷ τοῦ τὸ] τοῦτο Ἡ, Ο. 8 φανερὰ γίνεται) “Ιηδηϊίοδία
f. Friedlein 428 · p. 428τοιοῦτον γάρ ἐστι τὸ ἐν πολιτείᾳ τρίγωνον, οὗ τὴν ὀρθὴν περιέχουσιν ὅ 0 τὲ τρία. καὶ ὁ τέσσαρα. ὑποτείνει ὃΣ αὐτὴν ὁ ε. τὸ γοῦν ἀπὸ τοῦ ε τετράγωνον ἴσον ἐστὶ τοῖς ἀπ᾿ ἐκείνων. τοῦτο μὲν γάρ ἐστιν εἴχοσι
ὃ πέντε, τὰ ἀπ᾽ ἐκείνων δὲ τὸ μὲν ἀπὸ τοῦ γ 9, τὸ δὲ
ἀπὸ τοῦ ὃ ἑκκαίδεκα.
Σαφὲς οὖν τὸ λεγόμενον ἐπὶ τῶν ἀριθμῶν᾽ παραδέδονται δὲ καὶ μέθοδοί τινες τῆς εὑρέσεως τῶν τοιοὕτων τριγώνων, ὧν τὴν μὲν εἰς Πλάτωνα ἀναπέμ-
τὸ πουσι, τὴν δὲ εἰἣς Πυθαγόραν. [καὶ ἡ μὲν Πυθαγορικὴ] ἀπὸ τῶν περιττῶν ἐστιν ἀριθμῶν. τίθησι γὰρ τὸν δοθέντα περιττὸν ὡς ἐλάσσονα τῶν περὶ τὴν ὀρθήν, καὶ λαβοῦσα τὸν ἀπ᾽ αὐτοῦ τετράγωνον Ϊ᾿ καὶ τούτου μονάδα ἀφελοῦσα τοῦ λοιποῦ τὸ ἥμισυ τί15 θησι τῶν περὶ τὴν ὀρθὴν τὸν μείζονα᾽ προσθεῖσα δὲ καὶ τούτῳ μονάδα τὴν λοιπὴν ποιεῖ τὴν ὑποτείνουσαν· οἷον τὸν τρία λαβοῦσα καὶ τετραγωνίσασα καὶ ἀφελοῦσα τοῦ ἐννέα μονάδα τοῦ ἡ λαμβάνει τὸ ἥμισυ
τὸν ὃ, καὶ τούτῳ προστίθησι πάλιν μονάδα καὶ ποιεῖ 8. τὸν ε.) καὶ εὕρηται τρίγωνον ὀρθογώνιον ἔχον τὴν μὲν τριῶν, τὴν δὲ τεσσάρων, τὴν δὲ πέντε. ἡ δὲ Πλατωνικὴ ἀπὸ τῶν ἀρτίων ἐπιχειρεῖ. λαβοῦσα γὰρ τὸν δοθέντα ἄρτιον τίθησιν αὐτὸν ὡς μίαν πλευρὰν τῶν
περὶ τὴν ὀρθήν, καὶ τοῦτον διελοῦσα δίχα καὶ τετρα2 γωνίσασα τὸ ἥμισυ, μονάδα μὲν τῷ τετραγώνῳ προσ-
ἐκείνου Ο. 10 καὶ ἡ μὲν Πυθαγορικὴ οἴαὰ. Ἢ, ἢ Ὁ, ἣ Ν. Ῥ. 160, ῬῬγιμαρουῖοδ. μων ᾳυδο᾽ Ζ, ἀαῖΡρο αικο ἐγοταρς
f. Friedlein 429 · p. 429θεῖσα ποιεῖ τὴν ὑποτείνουσαν, μονάδα δὲ ἀφελοῦσα τοῦ τετραγώνου ποιεῖ τὴν ἑτέραν τῶν περὶ τὴν ὁρθήν᾽ οἷον τὸν τέσσαρα λαβοῦσα καὶ τούτου τὸ ἥμισυ
τὸν β τετραγωνίσασα καὶ ποιήσησα αὐτὸν ὃ. ἀφελοῦσα μὲν μονάδα ποιεῖ τὸν γ, προσθεῖσα δὲ ποιεῖ τὸν ε, καὶ ἔχει τὸ αὐτὸ γενόμενον τρίγωνον, ὃ καὶ ἐκ τῆς ἑτέρας ἀπετελεῖτο μεθόδου. τὸ γὰρ ἀπὸ τούτου ἴσον τῷ ἀπὸ τοῦ γ καὶ τῷ ἀπὸ τοῦ ὃ συντεθεῖσιν. Ταῦτα μὲν οὖν ἔξωθεν προσιστορήσθω᾽ τῆς δὲ τοῦ στοιχειωτοῦ ἀποδείξεως οὔσης φανερᾶς οὐδὲν ἡγοῦμαι δεῖν προσθεῖναι περιττόν, ἀλλὰ ἀρκεῖσθαι τοῖς γεγραμμένοις, ἐπεὶ καὶ ὅσοι προσέθεσαν τι πλέον, ὡς οἵ περὶ Ἤρωνα καὶ Πάππον ἠναγκάσθησαν προσλαβεῖν τι τῶν ἐν τῷ ἕκτῳ δεδειγμένων, οὐδενὸς ἕνεκα πραγματειώδους. ἐπὶ τὰ ἑξῆς οὖν μετίωμεν ιὉ ἡμεῖς.
ΧΙΥΙΠ, ἰμοοσ. ΧΧΧΙΠΠ. Ἐὰν τριγώνου τὸ ἀπὸ μιᾶς τῶν πλευρῶν τετράγωνον ἴσον ἡ τοῖς ἀπὸ τῶν λοιπῶν τοῦ τριγώνου δύο πλευρῶν τετραγώνοις, ἡ περιδχομένη γωνία ὑπὸ τῶν Ὁ λοιπῶν τοῦ τριγώνου δύο πλευρῶν ὀρθή ἐστιν.
᾿Δντιστρέφει μὲν τοῦτο τῷ πρὸ αὐτοῦ θεωρήματι καὶ ὅλον πρὸς ὅλον ἀντιστρέφει. εἰ γὰρ ὀρθογώνιον, τὸ ἀπὸ τῆς ὑποτεινούσης ἴσον τοῖς ἀπὸ τῶν λοιπῶν,