Προοίμιον πρὸς Ἑρμόδωρον · Μηχανικὴ θεωρία (Hultsch III, pp. 1022–1028)¶
Πάππου Ἀλεξανδρέως Συναγωγῆς Η΄, κεφ. α΄–δ΄ (Hultsch III, pp. 1022–1028)
[Ch. 1 · Hultsch III, p. 1022] Ἡ μηχανικὴ θεωρία, τέκνον Ἑρμόδωρε, πρὸς πολλὰ καὶ μεγάλα τῶν ἐν τῷ βίῳ χρήσιμος ὑπάρχουσα πλείστης εἰκότως ἀποδοχῆς ἠξίωται πρὸς τῶν φιλοσόφων καὶ παρὰ πᾶσιν σχεδὸν τοῖς ἀπὸ τῶν μαθημάτων ἐσπουδάσθη, πρώτη γὰρ ὑπάρχουσα τῆς περὶ τῶν ἐν τῷ κόσμῳ στοιχείων ὕλης φυσιολογίας ἐξετάζει περί τε στάσεως καὶ φορᾶς τῶν σωμάτων καὶ τῆς κατὰ τόπον κινήσεως οὐ μόνον αἰτιολογοῦσα περὶ τῶν κατὰ φύσιν κινουμένων, ἀλλὰ καὶ ἐξιστάνουσα τῶν οἰκείων τόπων ἐπὶ τὰς ἐναντίας κινήσεις παρὰ φύσιν αὐτὰ βιαζομένη διὰ θεωρημάτων τῶν ἐξ αὐτῆς τῆς ὕλης ὑποβαλλομένων αὐτῇ.
[Chs. 1–3 · Hultsch III, pp. 1022–1026] Οἱ δὲ περὶ τὸν Ἥρωνα μηχανικοὶ τῆς μηχανικῆς φασιν τὸ μὲν εἶναι λογικόν, τὸ δὲ χειρουργικόν· καὶ τὸ μὲν λογικὸν ἐκ γεωμετρίας καὶ ἀριθμητικῆς καὶ ἀστρονομίας καὶ φυσικῶν λόγων συνεστάναι, τὸ δὲ χειρουργικὸν ἐκ χαλκευτικῆς τε καὶ οἰκοδομικῆς καὶ τεκτονικῆς καὶ ζωγραφικῆς καὶ τῆς ἐν τούτοις κατὰ σῶμα ἀσκήσεως. […] ὁ δὲ Ἀντιοχεὺς Κάρπος φησίν που τὸν Συρακούσιον Ἀρχιμήδη ἓν μόνον βιβλίον συντάξαι μηχανικὸν τὸ κατὰ τὴν σφαιροποιίαν, τῶν δ᾽ ἄλλων οὐκ ἀξιώσαντα συντάξαι διὰ τὸ περὶ τὰς τέχνας οὐκ ὀλίγα χρήσιμα γεωμετρίαν προσλαβοῦσαν μηδαμῶς ὑβρίζεσθαι.