Προοίμιον πρὸς Πανδροσίονα καὶ διαίρεσις τῶν τριῶν γενῶν

Πάππου Ἀλεξανδρέως Συναγωγῆς Γ΄ (Chs. 1 & 20–21, ed. F. Hultsch, Vol. I, pp. 30, 54–56)

[Ch. 1 · Hultsch I, p. 30] Οἱ τῶν ἐν γεωμετρίᾳ βουλόμενοι ζητουμένων ἀκριβεστέραν ἐπιστήμην ἔχειν, ὦ κρατίστη Πανδροσίων, ἀναγκαῖον ἔκριναν εἶναι διελεῖν τί διαφέρει πρόβλημα θεωρήματος. ὁ μὲν γὰρ θεώρημα προτείνων, καθʼ ὁποίαν ἂν ὕλην ἐκθῆται καὶ τί ὡς ἑπόμενον αὐτῇ δηλώσῃ, ἀξιοῖ φανῆναι τοῦτο ἐξ ἀνάγκης ὑπάρχον· ὁ δὲ πρόβλημα προβάλλων ἐπιτάσσει τι γενέσθαι μήπω φαινόμενον, διὸ καὶ προσδεῖται τοῦ διορισμοῦ πότε καὶ πῶς δυνατὸν ἢ ἀδύνατόν ἐστιν τὸ ἐπιτασσόμενον.

[Ch. 20 · Hultsch I, p. 54] Τρία δή φαμεν εἶναι γένη τῶν ἐν γεωμετρίᾳ προβλημάτων, καὶ τὰ μὲν αὐτῶν ἐπίπεδα καλεῖσθαι, τὰ δὲ στερεά, τὰ δὲ γραμμικά. τὰ μὲν οὖν διʼ εὐθείας καὶ κύκλου περιφερείας δυνάμενα λύεσθαι λεγομένων εἰκότως ἂν καλοῖτο ἐπίπεδα· αἱ γὰρ γραμμαί, διʼ ὧν εὑρίσκεται τὰ τοιαῦτα προβλήματα, τὴν γένεσιν ἔχουσιν ἐν ἐπιπέδῳ. ὅσα δὲ λύεται παραλαμβανομένης εἰς τὴν εὕρεσιν μιᾶς τῶν τοῦ κώνου τομῶν ἢ καὶ πλειόνων, στερεὰ ταῦτα κέκληται· πρὸς γὰρ τὴν κατασκευὴν χρήσασθαι ἀναγκαῖον στερεῶν σχημάτων ἐπιφανείαις, λέγω δὴ ταῖς κωνικαῖς.

[Ch. 21 · Hultsch I, pp. 54–56] τρίτον δέ τι γένος προβλημάτων ὑπολείπεται τὰ καλούμενα γραμμικά· γραμμαὶ γὰρ ἕτεραι παρὰ τὰς εἰρημένας εἰς τὴν κατασκευὴν παραλαμβάνονται ποικιλωτέραν ἔχουσαι καὶ βεβιασμένην τὴν γένεσιν ἐξ ἀτακτοτέρων ἐπιφανειῶν καὶ κινήσεων ἐπιπεπλεγμένων γεννώμεναι. τοιαῦται δέ εἰσιν αἵ τε ἐν τοῖς πρὸς ἐπιφανείαις λεγομένοις τόποις εὑρισκόμεναι γραμμαὶ καὶ ἕτεραι τούτων ποικιλώτεραι πολλαὶ ὑπὸ Δημητρίου τοῦ Ἀλεξανδρέως ἐν ταῖς Γραμμικαῖς ἐπιστάσεσι καὶ Φίλωνος τοῦ Τυανέως ἐξ ἐπιπλοκῆς πλεκτοειδῶν τε καὶ ἑτέρων παντοίων ἐπιφανειῶν εὑρισκόμεναι πολλὰ καὶ θαυμαστὰ συμπτώματα περὶ αὑτὰς ἔχουσαι· καί τινες αὐτῶν ὑπὸ τῶν νεωτέρων ἠξιώθησαν λόγου πλείονος, μία δέ τις ἐξ αὐτῶν ἐστιν ἡ καλουμένη καὶ ὑπὸ Μενελάου παράδοξος γραμμή. ἕτεραι δὲ τοῦ αὐτοῦ γένους εἰσὶν ἕλικές τε καὶ τετραγωνίζουσαι καὶ κογχοειδεῖς καὶ κισσοειδεῖς. δοκεῖ δέ πως ἁμάρτημα οὐ μικρὸν εἶναι τοῖς γεωμέτραις, ὅταν ἐπίπεδον πρόβλημα διὰ τῶν κωνικῶν ἢ τῶν γραμμικῶν ὑπό τινος εὑρίσκηται, καὶ τὸ σύνολον ὅταν ἐξ ἀνοικείου λύηται γένους, οἷον τὸ ἐν τῷ πέμπτῳ τῶν Κωνικῶν Ἀπολλωνίου ἐπὶ τῆς παραβολῆς θεώρημα καὶ ἡ ἐν τῷ περὶ ἑλίκων ὑπὸ Ἀρχιμήδους λαμβανομένη στερεοῦ νεῦσις ἐπὶ κύκλου.