Prop. I.41: Παραλληλόγραμμον τριγώνου διπλάσιον ἐπὶ τῆς αὐτῆς βάσεως¶
Euclid: [I.41]
Note
Procli Diadochi in primum Euclidis Elementorum librum commentarii, ed. Gottfried Friedlein (Leipzig: B. G. Teubner, 1873, pp. 412–415; CTS urn:cts:greekLit:tlg4036.tlg011.opp-grc1). Switch tracks above for English, Summary, or Notes.
ΧΙΙ, ἰθοον. ΧΧΧῚΙ, Ἐὰν παραλληλόγραμ-
μον τριγώνῳ βάσιν τε ἔχῃ τὴν αὐτὴν καὶ ἐν
ταῖς αὐταῖς παραλλήλοις ἢ, διπλάσιόν ἐστι τὲ παραλληλόγραμμον τοῦ τριγώνου.
υ Ἐστὶ μὲν δὴ καὶ το θεώρημα τοῦτο τοπιρόν, μίγνυσι. ὃὲ τριγώνων καὶ παραλληλογράμμων συστάσεις ὑπὸ τὸ αὐτὸ ὕψος κειμένων. ὥσπερ οὖν τὰ παραλληλόγρφαμμα χωρὶς ἐθεασάμεθα καὶ αὖ πάλιν τὰ τρίγωνα, οὕτω καὶ ἅμα ἀμφότερα λαβόντες ταὐτὸν
ἐκείνοις πεπονθότα τὸν λόγον, ὃν ἔχει πρὸς ἄλληλα, θεωρήσωμεν. ἐπ᾽ ἐκείνων μὲν οὖν ὁ τῆς ἰσότητος ἀναφαίνεται λόγος — πάντα γὰρ ἴσα ἀλλήλοις τὰ ἐπὶ τῶν αὐτῶν βάσεων, εἴτε τρίγωνα, εἴτε παραλληλόγραμμα, καὶ ἐν ταῖς αὐταῖς ὄντα παραλλήλοις —
ἐπὶ δὲ τούτων ὁ πρώτιστος δείκνυται τῶν ἄνισων ὁ διπλάσιος. τὸ γὰρ παραλληλόγραμμον τοῦ τριγώνου διπλάσιον ἀποδείκνυσι τῆς αὐτῆς οὔσης βάσεως καὶ ὕψους τοῦ αὐτοῦ. ἀλλ᾽ ὁ μὲν στοιχειωτὴς τὴν τοῦ τριγώνου κορυφὴν ἐκτὸς ὑποθέμενος τοῦ παραλληλο-
380 γράμμου τὸ προκείμενον ἔδειξεν, ἡμεῖς ὃὲ ἐπὶ τῆς ἑτέρας αὐτὴν λαβόντες τοῦ παραλληλογράμμου πλευρᾶς, τῆς παραλλήλου τῇ κοινῇ αὐτῶν βάσει, τὸ αὐτὸ ἀποδείξομεν. δύο γὰρ αὗται τοῦ θεωρήματός εἰσι πτώσεις, ἐπειδὴ τῆς αὐτῆς βάσεως οὔσης ἀμφοῖν ἢ
ἐντὸς τοῦ παραλληλογράμμου τὴν κορυφὴν ἔχειν ἀνάγκη τὸ τρίγωνον ἢ ἐκτός. ἔστω οὖν παραλληλύ-
f. Friedlein 413 · p. 413γραμμον τὸ αβγὸ καὶ τρίγωνον τὸ δἐγδ, καὶ κείσθω
τὸ ε μεταξὺ τοῦ ἃ καὶ β, καὶ ἐπεξεύχθω ἡ αδ. ἐπεὶ
οὖν ἴ τὸ παραλληλόγραμ-
μον τοῦ αγδ διπλάσιον,
τὸ δὲ αὖγ ἴσον τῷ εὃγ τριγώνῳ, τὸ ἄνα παραλλη-
λόγραμμον τοῦ εγὸ τρι- · γώνοι’ διπλάσιον.
τι μὲν οὖν τῆς αὐτῆς οὔσης βάσεως δείκνυται τοῦ τριγώνου τὸ παραλληλόγραμμον διπλάσιον δῆλον. κἂν ἴσαι δὲ ὦσιν αἱ βάσεις, ὡσαύτως δειχθήσεται διάμετρον ἡμῶν ἀγαγόντων τῶν παραλληλογράμμων.
τῶν γὰρ τριγώνων ἴσων ὄντων τὸ θατέρου διπλάσιον ἔσται καὶ τοῦ λοιποῦ διπλάσιον. τὰ δὲ τρίγωνα ἴσα διὰ τὴν ἰσότητα τῶν βάσεων καὶ τὴν ταυτότητα τοῦ τι ὕψους. εἰκότως οὖν καὶ ταῦτα παρῆκεν ὃ γεωμέτρης·
ἡ αὐτὴ γὰρ [ἡ] ἀπόδειξις. ἢ γὰρ ταὐτὸν μέρος ἕξουσιν, ἢ κατὰ σημεῖον μόνον συναφθήσονται, ἢ κεχωρισμέναι ἔσονται ἀπ᾿ ἀλλήλων. ὅπως δ᾽ ἂν ταῦτα διαποικίλληται. μία ἡ. ἀπόδειξις κατὰ πάσας τὰς τὸ πτώσεις.
Καὶ μὴν καὶ τὰ ἀντιστρέφοντα τῷ θεωρήματι ὡσαύτως ἀποδείξομεν, ὧν ἕν μέν ἐστιν᾽ ἐὰν τριγώνου παραλληλόγραμμον διπλάσιον ἢ καὶ τὴν αὐτὴν ἔχῃ βάσιν ἀλλήλοις. ἢ ἴσας, εἰ δὲ ἐπὶ τὰ αὐτὰ μέρη, ἐν Ὁ
f. Friedlein 414 · p. 414ταῖς αὐταῖς ἔσται παραλλήλοις — εἰ γὰρ μή, τὸ ὅλον ἴσον ἔσται τῷ μέρει, καὶ ὁ αὐτὸς ἕξει (Ὁ) λόγος. ἀνάγκη γὰρ ἢ ἐπὶ τῶν παραλλήλων πίπτειν τὴν τοῦ τριγώνου κορυφήν, ἢ ἐκτός. ὑποτέρως δ᾽ ἂν ἔχῃ. τὸ ς αὐτὸ ἀδύνατον ἀχθείσης παραλλήλου τῇ βάσει διὰ τῆς τοῦ τριγώνου κορυφῆς — ἕτερον δέ᾽ ἐὰν τριγώνου παραλληλόγραμμον διπλάσιον ἡ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις, ἀμφότερα ἐπὶ μιᾶς ἔσται βάσεως ἢ ἐπὶ ἴσων᾽ εἰ γὰρ ἐπὶ ἀνίσων, ἴσας λαβόντες πᾶν τὸ ὅλον 1ὸ μέρει δείξομεν ἴσον. εἰς οὖν τοῦτο κοινὸν ἀδύνατον πάντα τελευτᾷ τὰ θεωρήματα. διόπερ ὁ στοιχειωτὴς ἡμῖν παρῆκεν τὴν ἐν τούτοις ποικιλίαν ἀνερευνᾶν αὐτὸς ἐπὶ τῶν ἁπλουστέρων καὶ ἀρχοειδεστέρων στήδας τὴν θεωρίαν. ιὃ᾽ 6 ἸΑΔλλ᾽ ἐπεὶ καὶ ταῦτα ὑπομέμνηται, [ φέρε γυμνασίας ἕνεκα μὴ λαβόντες παραλληλόγραμμον ἡμεῖς, ἀλλὰ τραπέξιον, οὗ δύο μόναι εἰσὶ παράλληλοι, τριγώνῳ τὴν αὐτὴν ἔχον βάσιν καὶ ἐν ταῖς αὐταῖς κείμενον παραλλήλοις, ἴδωμεν, ὃν ἔχει λέγον πρὸς τὸ 0) τρίγωνον. ὅτι μὲν οὖν διπλάσιον οὐχ ἕξει δῆλον — ἦ γὰρ ἂν παραλληλόγραμμον εἴη τετράπλευρόν γεῦν; - λέγω δὲ ὅτι ἢ μεῖξον διπλασίου ἢ ἔλασσον. τῶν γὰρ δύο ὄντων παραλλήλων πάντως ἡ μέν ἐστι μείζων. ἡ δὲ ἐλάσσων, ἐπεὶ ἴσων 1 οὐσῶν καὶ αἴ ἐπι85 ἐευγνύουσαι αὐτὰς ἔσονται παράλληλοι. ἂν μὲν οὖν τὸ τρίγωνον τὴν μείζονα ἔχῃ βάσιν, ἔλασσον ἢ διπλά-
f. Friedlein 415 · p. 415σιον ἔσται τοῦ τριγώνου τὸ τετράπλευρον, ἐὰν δὲ τὴν ἑλάσσονα, μεῖζον. ἔστω γὰρ τὸ αβγὸ τετράπλευρον καὶ ἐλάσσων ἡ αβ τῆς γὸ, καὶ ἐκβεβλήσθω ἡ αβ εἰς ἄπειρον,
καὶ τρίγωνον τὸ εγὸ τὴν αὐτὴν ἐχέτω βάσιν τῷ ῦ τετραπλεύρῳ τὴν γὸ, καὶ ἤχθω διὰ τοῦ ὃ τῇ αγ · εὶ παράλληλος ἥ δὲ ξ. διπλάσιον ἄρα τοῦ εγὸ τριγώνου τὸ αγδξ παραλληλόγραμμον,
ὥστε τὸ αβγὸ τετράπλευρον ἔλασσον ἢ διπλάσιον. πάλιν ἐχέτω τὸ τρίγωνον βάσιν